TLG 1764 001 :: VETTIUS VALENS :: Anthologiarum libri ix

VETTIUS VALENS Astrol.
(Antiochenus: A.D. 2)

Anthologiarum libri ix

Source: Kroll, W. (ed.), Vettii Valentis anthologiarum libri. Berlin: Weidmann, 1908 (repr. 1973): 1–363.

Citation: Page — (line)

1

(1t)

Vettii Valentis Anthologiarum liber I.
2tDesunt plura.
3〈αʹ. Περὶ τῆς τῶν ἀστέρων φύσεωσ. 〈Ὁ〉 μὲν οὖν παντεπόπτης Ἥλιος, πυρώδης ὑπάρχων καὶ
5φῶς νοερόν, ψυχικῆς αἰσθήσεως ὄργανον, σημαίνει μὲν ἐπὶ γενέ‐ σεως βασιλείαν, ἡγεμονίαν, νοῦν, φρόνησιν, μορφήν, κίνησιν, ὕψος τύχης, θεῶν χρηματισμόν, κρίσιν, δημοσίωσιν, πρᾶξιν, προστασίαν ὀχλικήν, πατέρα, δεσπότην, φιλίαν, ἔνδοξα πρόσωπα, τιμὰς εἰκό‐ νων ἀνδριάντων στεμμάτων, ἀρχιερατείας πατρίδος, ** τόπων· τῶν
10δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν καρδίας, πνευματικῆς ἤτοι αἰσθητικῆς κινήσεως, νεύρων· οὐσίας δὲ χρυσοῦ, καρπῶν δὲ σίτου καὶ κριθῶν· ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ κίτρινος, τῇ δὲ γεύσει δριμύς. 〈Ἡ〉 δὲ Σελήνη γενομένη μὲν ἐκ τῆς ἀντανακλάσεως τοῦ
15ἡλιακοῦ φωτὸς καὶ νόθον φῶς κεκτημένη σημαίνει μὲν κατὰ γέ‐ νεσιν ἀνθρώποις ζωήν, σῶμα, μητέρα, σύλληψιν, 〈μορφήν〉, πρό‐ σωπον, θέαν, συμβίωσιν ἤτοι γάμον νομικόν, τροφόν, ἀδελφὸν μείζονα, οἰκουρίαν, βασίλισσαν, δέσποιναν, χρήματα, τύχην, πόλιν, ὄχλων συστροφήν, λήμματα, ἀναλώματα, οἰκίαν, πλοῖα, ξενιτείας,
20πλάνας· οὐ γὰρ εὐθείας παρέχει διὰ τὸν Καρκίνον. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης, σπληνῶν, μηνίγγων, μυελοῦ, ἔνθεν καὶ ὑδρωπικοὺς ἀπο‐ τελεῖ· οὐσίας δὲ ἀσήμου καὶ ὑέλου. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέ‐
σεως, τῇ μὲν χρόᾳ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά.1

2

〈Ὁ〉 δὲ τοῦ Κρόνου ποιεῖ μὲν τοὺς ὑπ’ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὅρασιν ἔχοντας, αὐχμηρούς,
5μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστι‐ κούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπὰς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνα‐ σκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωρ‐
10γοὺς ποιεῖ διὰ τὸ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημά‐ των καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητὰς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μο‐ λύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει
15σκελῶν, γονάτων, νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμο‐ νισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας,
20ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ἐν ὕδατι ἢ δι’ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός. 〈Ὁ〉 δὲ τοῦ Διὸς σημαίνει τέκνωσιν, γονήν, ἐπιθυμίαν, ἔρω‐
25τας, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρῶν, εὐπορίας, ὀψώ‐ νια, δωρεὰς μεγάλας, καρπῶν εὐφορίας, δικαιοσύνην, ἀρχάς, πολι‐ τείας, δόξας, προστασίας ἱερῶν, μεσιτείας κρίσεων, πίστεις, κληρονομίας, ἀδελφότητα, κοινωνίαν, εἰσποίησιν, ἀγαθῶν βεβαίω‐ σιν, κακῶν ἀπαλλαγήν, δεσμῶν λύσιν, ἐλευθερίαν, παρακαταθήκην,
30χρήματα, οἰκονομίας. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τῶν μὲν ἐκτὸς μηρῶν, ποδῶν, ὅθεν καὶ δρόμον 〈ἐν〉 ταῖς ἀθλήσεσι παρέχεται, τῶν δὲ ἐντὸς σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν. οὐσίας δὲ κυριεύει κασσιτέρου. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ φαιὸς καὶ μᾶλλον λευκός, τῇ δὲ γεύσει γλυκύς.
35 〈Ὁ〉 δὲ τοῦ Ἄρεος σημαίνει βίας, πολέμους, ἁρπαγάς, κραυ‐ γάς, ὕβρεις, μοιχείας, ἀφαιρέσεις ὑπαρχόντων, ἐκπτώσεις, φυγα‐
δείας, γονέων ἀπαλλοτριώσεις, αἰχμαλωσίας, φθορὰς γυναικῶν,2

3

ἐμβρυοτομίας, συνηθείας, γάμους, ἀγαθῶν ἀφαιρέσεις, ψεύσματα, κενὰς ἐλπίδας, βιαίους κλοπάς, λῃστείας, συλήσεις, διακοπὰς φί‐ λων, ὀργήν, μάχην, λοιδορίαν, ἔχθρας, δίκας· ἐπάγει δὲ καὶ φό‐ νους βιαίους καὶ τομὰς καὶ αἱμαγμούς, πυρετῶν ἐπιφοράς, ἑλκώ‐
5σεις, ἐξανθήματα, ἐμπρησμούς, δεσμά, βασάνους, ἀρρενότητα, ἐπιορκίαν, πλάνην, πρεσβείας ἐπὶ κακοῖς, καὶ διὰ πυρὸς ἢ διὰ σιδήρου πράσσοντας, χειροτέχνας, σκληρουργούς. ποιεῖ δὲ καὶ ἀρχὰς στρατείας καὶ πολεμάρχας, ὁπλιστάς, ἡγεμονείας, κυνηγε‐ σίας, θήρας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, ἐπισκιασμούς,
10ἀποπληξίας. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει κεφαλῆς, ἕδρας, μορίου, τῶν δὲ ἐντὸς αἵματος, σπερματικῶν πόρων, χολῆς, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν, ἀναποδισμοῦ, ὑπτιασμοῦ. ἔχει δὲ καὶ τὸ σκληρὸν καὶ ἀπότομον. οὐσίας δὲ κυριεύει σιδήρου καὶ κόσμου ἱματίων διὰ τὸν Κριὸν καὶ οἴνου καὶ ὀσπρίων. ἐστὶ δὲ τῆς νυκτερι‐
15νῆς αἱρέσεως, τῇ μὲν χρόᾳ ἐρυθρός, τῇ δὲ γεύσει πικρός. 〈Ἡ〉 δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσο‐ φορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμοὺς κόσμου, συναλλαγὰς ἐπὶ τὸ ἀγαθόν, γά‐
20μους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐ‐ μορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυρο‐ βαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορίας ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαν‐ τουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκα‐
25θαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ παρὰ τὰ τῶν ζῳδίων αὐτῆς ὅρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ἐξ ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ
30τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχή‐ λου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς, συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύ‐
μονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας3

4

δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου [καὶ] κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευκή, τῇ δὲ γεύσει ἐλλιπωτάτη. 〈Ὁ〉 δὲ τοῦ Ἑρμοῦ σημαίνει παιδείαν, γράμματα, ἔλεγχον,
5λόγον, ἀδελφότητα, ἑρμηνείαν, κηρυκείαν, ἀριθμόν, ψῆφον, γεω‐ μετρίαν, ἐμπορίαν, νεότητα, παίγνια, κλοπήν, κοινότητα, ἀγγελίαν, ὑπηρεσίαν, κέρδος, εὑρέματα, ἀκολουθίαν, ἄθλησιν, πάλην, φω‐ νασκίαν, σφραγίζεσθαι, ἐπιστέλλειν, ἱστάναι, κρέμασθαι, δοκιμά‐ ζειν, ἀκούειν, ποικιλεύεσθαι. ἐστὶ δὲ δοτὴρ καὶ διανοίας καὶ
10φρονήσεως, κύριος ἀδελφῶν καὶ τέκνων νεωτέρων καὶ πάσης ἀγο‐ ραίου καὶ τραπεζιτικῆς ποιητής· κυρίως δὲ ποιεῖ ἱερο‐ τεύκτας, πλάστας, ἀγαλματογλύφους, ἰατρούς, γραμματικούς, νομι‐ κούς, ῥήτορας, φιλοσόφους, ἀρχιτέκτονας, μουσικούς, μάντεις, θύτας, ὀρνεοσκόπους, ὀνειροκρίτας, πλοκεῖς, ὑφάντας, μεθοδικοὺς
15καὶ τοὺς ἐπὶ πολεμικῶν ἢ στρατηγικῶν ἔργων προεστῶτας καὶ ἐπιχειροῦντας τὰ παράδοξα καὶ μεθοδικὰ διὰ ψήφων ἢ παραλο‐ γισμῶν, ἰσχυροπαίκτας ἢ μιμῳδούς, 〈ἀπὸ〉 ἐπιδείξεως τὸν βίον ποριζομένους, ἔτι δὲ πλάνης καὶ ἀλητείας καὶ ἀκαταστασίας. οὓς δὲ τῶν οὐρανίων ἴδριας ἢ καὶ ἐρευνητὰς γινομένους, διὰ τέρψεως
20καὶ εὐθυμίας τὸ θαυμαστὸν ἔργον ἐνδοξοκοποῦντας τῆς ὠφελείας χάριν. οὗτος γὰρ ὁ ἀστὴρ πολλῆς μεθόδου δύναμιν ἔχων κατὰ τὰς τῶν ζῳδίων ἐναλλαγὰς ἢ καὶ τὰς τῶν ἀστέρων συμπλοκὰς ἑτεροσχήμονας παρέχει πράξεις, οἷς μὲν εἴδησιν, οἷς δὲ προπω‐ λήν, τισὶ δὲ ὑπηρεσίαν, τοῖς δ’ αὖ ἐμπορίαν ἢ διδασκαλίαν περι‐
25ποιῶν, τισὶ δὲ καὶ γεωργίας ἢ νεωκορίας ἢ δημοσίας 〈ἀρχάσ〉, οἷς δ’ αὖ αὐθέντησιν ἢ προμίσθωσιν ἢ ἐργολαβίαν ἢ ἐπίδειξιν [ἢ] ῥυθμικὴν ἢ προεστάναι λειτουργίας ἢ καὶ δορυφορίας ἢ λινοστο‐ λίας θεῶν ἢ δυναστῶν τῦφον περιτιθείς. πάντας ἀνωμάλους ταῖς τύχαις καὶ πολυπερισπάστους πρὸς τὰ τέλη ποιήσει, πλέον δὲ
30τοὺς ἐπὶ κακοποιῶν ζῳδίων ἢ μοίρας αὐτῶν ἔχοντας τὸν ἀστέρα τοῦτον περιτρέπεσθαι πρὸς τὸ χεῖρον ἔτι ποιήσει. τῶν δὲ τοῦ σώματος μερῶν κυριεύει χειρῶν, ὤμων, δακτύλων, ἄρθρων, κοι‐
λίας, ἀκοῆς, ἀρτηρίας, ἐντέρων, γλώσσης. οὐσίας δὲ κυριεύει4

5

χαλκοῦ καὶ νομίσματος παντός, δόσεως λήψεως· κοινὸς γὰρ ὁ θεός. Οἱ μὲν οὖν ἀγαθοποιοὶ ἐπιτόπως καὶ καλῶς κείμενοι τὰ ἴδια ἀποτελοῦσι κατά τε τὴν ἰδίαν καὶ τὴν τοῦ ζῳδίου φύσιν, συνεπι‐
5κιρναμένης τῆς ἑκάστου ἀστέρος μαρτυρίας ἢ συμπαρουσίας. παρα‐ πεπτωκότες δὲ ἐναντιωμάτων εἰσὶ δηλωτικοί· ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ χρηματίζοντες ἐπιτόπως καὶ τῆς αἱρέσεως ἀγαθῶν δο‐ τῆρες καὶ μειζόνων τάξεων καὶ προκοπῶν δηλωτικοί, ἀχρημάτιστοι δὲ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσι.
10 Τούτων δὲ οὕτως διατεταγμένων λεκτέον καὶ περὶ τῆς τῶν ιβʹ ζῳδίων φύσεως. Ἕκαστος δὲ ἀστὴρ ἰδίας ἐστὶ κύριος πρὸς τὸν κόσμον οὐσίας πρός τε συμπάθειαν καὶ ἀντιπάθειαν καὶ ἀλληλοπάθειαν ταῖς τε συγκρατικαῖς ἀλλήλων † ὅτε κατὰ συναφὴν καὶ ἀπόρροιαν καὶ
15καθυπερτέρησιν ἢ καὶ ἐμπερίσχεσιν καὶ δορυφορίαν καὶ ἀκτινο‐ βολίαν καὶ προσφορίαν τῶν δεσποτῶν, Σελήνη μὲν προνοίας, Ἥλιος δὲ αὐγῆς, ἀγνοίας δὲ καὶ ἀνάγκης Κρόνος, δόξης δὲ καὶ στεμμάτων καὶ προθυμίας Ζεὺς κύριος καθέστηκε, πράξεως δὲ καὶ μόχθου ὁ τοῦ Ἄρεως, ἔρωτος δὲ καὶ ἐπιθυμίας καὶ κάλλους
20ὁ τῆς Ἀφροδίτης, νόμου δὲ καὶ συνηθείας καὶ πίστεως ὁ τοῦ Ἑρμοῦ. οἵτινες ἀστέρες τῶν ἰδίων εἰσὶν ἀποτελεσμάτων. 〈βʹ. Περὶ τῆς τῶν ιβʹ ζῳδίων φύσεωσ. 〈Κ〉ριός ἐστιν οἶκος Ἄρεως, ζῴδιον ἀρρενικόν, τροπικόν, χερ‐ σαῖον, ἡγεμονικόν, πυρῶδες, ἐλεύθερον, ἀνωφερές, ἡμίφωνον, ἀγα‐
25θόν, εὐμετάβολον, διοικικόν, δημόσιον, πολιτικόν, ὀλιγόγονον, λατρῶδες, κόσμου μεσουράνημα καὶ δόξης αἴτιον, δίχρωμον, ἐπεὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ποιοῦσιν ἀλφοὺς λιχῆνες· ἐστὶ δὲ καὶ ἀσύνδετον, ἐκλειπτικόν. ἔσονται οὖν οἱ γεννώμενοι ἐν τούτῳ κατὰ τὸν οἰκοδεσποτικὸν λόγον λαμπροί, ἐπίσημοι, ἐπιτακτικοί, δίκαιοι,
30μισοπόνηροι, ἐλεύθεροι, ἡγεμονικοί, θρασεῖς τῇ γνώμῃ, ἀλαζόνες,
μεγαλόψυχοι, ἄστατοι, ἀνώμαλοι, ὑψαύχενες, μετέωροι, ἀπειλητι‐5

6

κοί, ταχέως μεταβαλλόμενοι, εὔποροι· τῶν δὲ οἰκοδεσποτῶν καλῶς πεπτωκότων καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένων γίνονται βασιλι‐ κοί, ἐξουσιαστικοί, ζωῆς καὶ θανάτου παρρησίαν ἔχοντες. 〈Κ〉ριός ἐστι τῇ φύσει ὑδατώδης, βροντώδης, χαλαζώδης· κατὰ
5μέρος δὲ τὰ πρῶτα μέχρι τοῦ ἰσημερινοῦ ὀμβρώδη, χαλαζώδη, ἀνε‐ μώδη, φθαρτικά· τὰ δὲ μέσα μέχρι ιεʹ μοίρας εὔκρατα 〈καὶ πολύ‐ σπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα〉 τετραπό‐ δων· ἔχει δὲ λαμπροὺς ἀστέρας τὸ ζῴδιον ιθʹ, καὶ κατὰ τῆς ζώνης λαμπροὺς ιγʹ, λαμπροὺς δὲ κδʹ, σκιεροὺς δὲ κζʹ, καὶ ὑπολάμπρους
10κηʹ, ἀμαυροὺς δὲ μηʹ· συναναφέρεται δὲ αὐτῷ ἀπὸ τῶν ἀρκτῴων τὰ πρῶτα Περσέως, τὰ λειπόμενα καὶ τὰ ἀριστερὰ τοῦ Ἡνιόχου, νοτόθεν δὲ τοῦ Κήτους ἡ λοφιὰ καὶ ἡ οὐρά, βορρόθεν δὲ δύνουσιν Ἀρκτοφύλακος πόδες, νοτόθεν δὲ τοῦ Θηρίου τὸ λειπόμενον. Ἐστὶ δὲ Κριῷ ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια, Βα‐
15βυλωνία· κεφαλή, Ἐλυμαΐς· δεξιά, Περσίς· ἀριστερά, Συρία κοίλη καὶ οἱ συνεχεῖς τόποι· κατὰ τὴν ἐπιστροφὴν τοῦ προσώπου, Βα‐ βυλωνία· κατὰ τὸ στῆθος Ἀρμενία· ὑπὸ τοὺς ὤμους Θρᾴκη· κατὰ τὴν κοιλίαν Καππαδοκία καὶ Σουσία καὶ Ἐρυθρὰ θάλασσα καὶ ἡ Ῥυπαρά· ὀπίσθια, Αἴγυπτος καὶ ὁ Περσικὸς ὠκεανός.
20 〈Τ〉αῦρός ἐστι θηλυκόν, στερεόν, κείμενον ἐν τῇ ἐαρινῇ τροπῇ, ὀστῶδες, μελοκοπούμενον, ἀνατέλλον ἐκ τῶν ὀπισθίων, δῦνον δὲ ὀρθόν· οὗτος πλεῖστον μέρος ἐν τῷ ἀφανεῖ κόσμῳ κεῖται. ἔστι δὲ εὐδιεινόν. τὰ δὲ κατὰ μέρος ἀπὸ μοίρας αʹ ἕως εʹ τὸν περὶ τὰς Πλειάδας τόπον ἐπέχει εὐτελῆ καὶ φθαρτικόν, λοιμικόν, βρον‐
25τοποιόν, σεισμώδη, κεραυνοποιόν, ἀστραπὰς γεννῶντα· αἱ δὲ ἑξῆς βʹ μοῖραι πυρώδεις, ὁμιχλώδεις. τὰ 〈δὲ〉 δεξιὰ πρὸς τῷ Ἡνιόχῳ εὔκρατα, ψυχικά. τὰ δὲ ἀριστερὰ εὐτελῆ, κινητικά, ποτὲ δὲ καὶ ψυχοποιά, ποτὲ δὲ καυματώδη. ἡ δὲ κεφαλὴ μέχρι μοίρας κγʹ 〈ἐν〉 ἀέρι εὐκράτῳ, λοιμοποιὸς δὲ καὶ φθαρτικὴ ζῴων· τὰ δὲ ἐχό‐
30μενα φθαρτικά, εὐτελῆ, λοιμώδη. ἀστέρας δὲ ἔχει κζʹ, βορρόθεν6

7

συνανατέλλοντα τὰ λειπόμενα τοῦ Ἡνιόχου, τὰ λοιπὰ νοτόθεν τοῦ Κήτους καὶ τὰ πρῶτα τοῦ Ποταμοῦ. Ἀφροδίτης, Σελήνης, Δή‐ μητρος, ἔτι Ἄρεως, Ἑρμοῦ. βορρόθεν δύνει Ἀρκτοφύλαξ ἄχρι τῆς ζώνης καὶ 〈αἱ κνῆμαι〉 τοῦ Ὀφιούχου ἄχρι τῶν γονάτων, νοτόθεν
5δὲ 〈συνανατέλλει〉 ὁ Ὠρίων ξίφος ἔχων ἐν τῇ δεξιᾷ χειρὶ ἀνατε‐ τακώς, τῇ εὐωνύμῳ κατέχει τὸ λεγόμενον Κηρύκειον, ἐζωσμένος κατὰ μέσον τοῦ σώματος. ἐστὶ δὲ τὸ ζῴδιον κόσμου περιποιητι‐ κόν, γεῶδες, χωρικόν, γεωργικόν, δουλελεύθερον, κατωφερές, ὀλι‐ γόγονον, ἡμίφωνον καὶ ἄφωνον, ἀγαθόν, ἀμετάβολον, ἐργαστικόν,
10ἀτελές, σημαῖνον περὶ θεμελίων, κτημάτων. κεῖται δὲ ὁ ἐκλειπτι‐ κὸς τόπος ἐν τῷ βορρᾷ κατὰ τὸ ὕψος ἀνατέλλων. οἱ δὲ γεννώ‐ μενοι ἔσονται ἀγαθοί, ἐργαστηριακοί, πονικοί, συντηρητικοί, φιλή‐ δονοι, φιλόμουσοι, εὐμετάδοτοι, τινὲς δὲ γεηπόνοι, καταφυτεύοντες, κτίζοντες· ἐὰν δέ πως καὶ ἀγαθοποιοὶ προσνεύσωσι τῷ τόπῳ ἢ
15καὶ ὁ οἰκοδεσπότης καλῶς πέσῃ, γίνονται ἀρχιερεῖς, γυμνασίαρχοι, στεμμάτων καὶ πορφύρας καταξιούμενοι εἰκόνων τε καὶ ἀνδριάν‐ των, ἱερῶν προεστῶτες, ἐπίσημοι, λαμπροί. Ἐστὶ δὲ τὰ ὑποτεταγμένα κλίματα· κατὰ τὴν κεφαλὴν Μηδία καὶ οἱ συνεχεῖς τόποι· 〈τῷ δὲ στήθει Βαβυλωνία· τὰ πρὸς τῷ
20Ἡνιόχῳ δεξιά, Σκυθία〉· ἡ Πλειάς, [ἡ] Κύπρος· τὰ ἀριστερά, Ἀραβία καὶ οἱ πέριξ τόποι· κατὰ τοὺς ὤμους Περσὶς καὶ τὰ Καυκάσια ὄρη, ὑπὸ τὸ κύρτωμα † ἄρχονται· ὑπὸ τὴν ὀσφὺν Αἰ‐ θιοπία· ὑπὸ τὸ μέτωπον Ἐλυμαΐς· ὑπὸ τὰ κέρατα Καρχηδονία· μέσοις μέρεσιν Ἀρμενία, Ἰνδική, Γερμανία.
25 Δίδυμοί εἰσιν ἀρσενικοί, δίσωμοι, εὔφωνοι, οἶκος Ἑρμοῦ, ἀνωφερεῖς, ἀερώδεις, θηλυνόμενοι, δουλελεύθεροι, στειρώδεις, δη‐ μόσιοι· οἱ οὖν γεννώμενοι γίνονται φιλόλογοι, γράμματα καὶ παι‐ δείαν ἀσκοῦντες, ποιητικοί, φιλόμουσοι, φώνασκοι, οἰκονομικοί, πίστεις ἀναδεχόμενοι· γίνονται δὲ καὶ ἑρμηνεῖς, ἐμπορικοί, κριτι‐
30κοὶ κακῶν καὶ ἀγαθῶν, φρόνιμοι, περίεργοι, ἀποκρύφων μύσται. καὶ ὅσα ποτὲ ὁ οἰκοδεσπότης εἴωθεν ἀποτελεῖν κατὰ τὴν ἰδίαν φύσιν ἤτοι ἀγαθὰ ἢ φαῦλα ἢ ἥττονα ἢ μείζονα, ταῦτα καὶ ἓν
ἕκαστον τῶν ζῳδίων ἀποτελέσει κατὰ τὴν τοῦ οἰκοδεσπότου σχη‐7

8

ματογραφίαν χρηματιστικὴν ἢ ἀχρημάτιστον, ἵνα μὴ δοκῶμεν τὰ αὐτὰ γράφειν. εἰσὶ δὲ καὶ εὐδιεινοί· κατὰ μέρος δὲ αἱ γʹ μοῖραι εὐτελεῖς, φθαρτικαί· ἀπὸ γʹ ἕως ζʹ, εὔυγρα· εὐκρασία δέ ἐστιν ἀπὸ μοίρας ζʹ ἕως ιεʹ· 〈τὰ〉 νότια εὔυγρα· τὰ δὲ ἔσχατα μεμιγ‐
5μένα· ἀστέρας δὲ ἔχει καʹ. κεῖται δὲ ἐν ἀνέμῳ λιβί. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατά τι μέρος τῶν νοτίων ψαύουσα οὐρὰ Κήτους, ἐκ δὲ 〈τῶν〉 κατὰ τὸν νότιον τυγχανόντων μερῶν ἔσω τῆς νοτίου γραμμῆς ἐστι Σάτυρος ψαύων τῷ ῥοπάλῳ, ἐκ δὲ τῶν βορείων αὐτοῦ μερῶν ὀπισθοφανὴς ὑπάρχει, οὗ ἡ δορά. εἰς
10τὸ νότιον μέρος ἡ Λύρα κεῖται. ἐπιβέβηκε δὲ αὐτὸς τῇ νοτίῳ γραμμῇ, μέσος ὢν βορρᾶ τε καὶ νότου. ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ 〈ἐπὶ〉 τῆς νοτίου γραμμῆς κατὰ τὸν ἡμῖν ἐμφανῆ κόσμον ἐστὶν ὁ λεγόμενος Κύων πρὸ τοῦ δεξιοῦ ποδός, τέμνεται δὲ ἀπὸ νοτίου πόλου ἀπὸ τῶν ὀπισθίων ἄχρι τῆς κεφαλῆς, συναναβαίνων τῷ
15πόλῳ ὀρθῶς. παρανατέλλει δὲ νοτόθεν καὶ τοῦ Ποταμοῦ τὸ λοι‐ πὸν καὶ Ὠρίων. σύνεισι δὲ αὐτοῖς θεοὶ Ἀπόλλων, Ἡρακλῆς, Ἥφαιστος, Ἥρα, Κρόνος· βορρόθεν δὲ δύνει Ἀρκτοφύλαξ, Ὀφιοῦχος πλὴν τῆς κεφαλῆς καὶ τοῦ Στεφάνου τὸ ἥμισυ. Ἔστι δὲ Διδύμοις ὑποτεταγμένα κλίματα τάδε· ἐμπρόσθια,
20Ἰνδικὴ καὶ οἱ συνεχεῖς τόποι καὶ Κελτική· στῆθος, Κιλικία, Γα‐ λατία, Θρᾴκη καὶ [ἡ] Βοιωτία. μέσα, Αἴγυπτος, Λιβύη, Ῥωμαῖοι, Ἀραβία, Συρία. 〈Κ〉αρκίνος εὐδιεινός· κατὰ μέρος δὲ ἐπὶ τοὺς δύο ἀστέρας τοὺς πρώτους νοταπηλιωτικοὺς εὐτελής, φθαρτικός, πνιγώδης,
25σεισμοποιός· ἀπὸ δὲ τούτων μέχρι μοίρας ιʹ ποιεῖ τὸν ἀέρα κά‐ θυγρον, καυματώδη, ἔχοντα καταφορὰν ὑδάτων καὶ συνεχεῖς ὄμ‐ βρους· τὰ δεξιὰ εὐτελῆ καὶ φθαρτικά. νοτόθεν συνανατέλλει Λαγωὸς καὶ τοῦ Κυνὸς τὰ ἐμπρόσθια καὶ ὁ Προκύων. ἀστέρας δὲ ἔχει δʹ. Ἄρεως, Ἑρμοῦ, Διός, Πανός, Ἀφροδίτης. βορρόθεν
30δύνει Ἀρκτοφύλακος κεφαλὴ καὶ ὁ Ἐνγόνασι καὶ Ἀετὸς καὶ Στε‐ φάνου τὸ ἥμισυ. ἐστὶ δὲ οἶκος Σελήνης, θηλυκόν, τροπικόν, ὡρο‐
σκόπος κόσμου, δοῦλον, κατωφερές, ἄφωνον, ὑδατῶδες, ἀγαθόν,8

9

εὐμετάβολον, δημόσιον, ὀχλικόν, πολιτικόν, πολύγονον, ἀμφίβιον. οἱ οὖν γεννώμενοι ἔσονται φιλόδοξοι, ὀχλικοί, πολυμετάβολοι, θεατρικοί, εὐφραντικοί, † εὐφθαρτικοί, φιλήδονοι, φιλοσυνέστιοι, δημόσιοι. τῇ δὲ γνώμῃ ἄστατοι, ἄλλα λέγοντες ἄλλα φρονοῦντες,
5ἐπὶ μιᾶς πράξεως ἢ τὸ πολὺ δύο μὴ μένοντες, ἐν πλάναις καὶ ξενιτείαις γινόμενοι. Ἐστὶ τῷ Καρκίνῳ ὑποτεταγμένα τάδε· ἐμπρόσθια, Βακτριανή· ἀριστερά, Ζάκυνθος, Ἀκαρνανία· ὀπίσθια, Αἰθιοπία, Σχίνη. κατὰ τὴν κεφαλὴν Μαιῶτις λίμνη καὶ τὰ περιοικοῦντα ἔθνη [καὶ] τῇ
10Ἐρυθρᾷ καὶ Ὑρκανίᾳ θαλάσσῃ καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέ‐ λαγος καὶ Βρετανικὴ καὶ ἡ Θούλη νῆσος· κατὰ τοὺς πόδας Ἀρ‐ μενία, Καππαδοκία, Ῥόδος, Κῶς· κατὰ δὲ τὰ ἔσχατά ἐστι τοῦ Καρκίνου ἐπὶ τοῦ στόματος Τρωγλοδυτία, Ἰωνία, Ἑλλήσποντος. 〈Λ〉έων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες,
15εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν, ἀνωφερές, εὐμετά‐ βολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχῃ ἢ καὶ σὺν
20ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ ἐν τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ 〈τὰ〉 κατὰ μέρος μέχρι 〈μοίρασ〉 κʹ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα [πυρώδη], τὰ δὲ κα‐
25τωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων **. κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος, νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς τὸ λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ 〈Σκορπίου, ἡ δὲ κεφαλὴ
30ἄχρι τῆς χηλῆς τοῦ〉 Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος
ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Δράκοντος,9

10

ἣν βαστάζει Ὀφιοῦχος [μέχρι τοῦ Κρατῆρος]. βορρόθεν δέ ἐστι Δελφίν, Λύρα, τὸ Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ τὸ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῷ Λέοντι ὑποτεταγμένα κλίματα· ἐν τῇ κεφαλῇ μὲν
5Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακε‐ δονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλα‐ τία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη, Ἀδρίας, Λιβύη· ἐν τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς. 〈Π〉αρθένος οἶκος Ἑρμοῦ, θηλυκόν, πτερωτόν, ἀνθρωποει‐
10δές, τρυφῆρες· σχήματι Δίκης ἑστώς, δίσωμον, στειρῶδες, δουλε‐ λεύθερον, ἄγονον, κατωφερές, γεῶδες, κοινόν, ἡμίφωνον καὶ ἄφω‐ νον, σωματικόν, ἀτελές, εὐμετάβολον, ἐργαστηριακόν, διφυές· οἱ δὲ γεννώμενοι ἀγαθοί, αἰδήμονες, μυστικοί, πολυμέριμνοι, ποικίλως τὸν βίον διάγοντες, ἀλλοτρίων χειρισταί, πιστικοί, ἀγαθοὶ οἰκο‐
15νόμοι, γραμματεῖς ἀπὸ λόγων ἢ ψήφων ἀναγόμενοι, ὑποκριτικοί, περίεργοι, ἀποκρύφων μύσται, τὰ πρῶτα ἀναλίσκοντες, ἐν δὲ τοῖς μέσοις εὐποροῦντες. 〈Ζ〉υγὸς οἶκος Ἀφροδίτης, ἀρρενικόν, τροπικόν, ἀνθρωποειδές, ἀνωφερές, ἀερῶδες, θηλυνόμενον, φωνῆεν, ἀγαθόν, εὐμετάβολον,
20ὑπαρχόντων μειωτικόν, ὑπόγειον κόσμου, δημόσιον, ἐκλειπτικόν, προεστὸς καρπῶν, οἰνικῶν, ἐλαϊκῶν, μυρεψικῶν, σταθμῶν, μέτρων, ἐργαστηριακῶν. οἱ γεννώμενοι ἀγαθοὶ μὲν καὶ δίκαιοι ἀλλὰ βά‐ σκανοι, ἀλλοτρίων ἀγαθῶν ἐπιθυμηταί, μέτριοι, τὰ πρῶτα κτηθέντα ἀπολλύντες καὶ ἐν ὑψοταπεινώματι γινόμενοι, ἀνωμάλως βιοῦντες,
25προϊστάμενοι δὲ ἐπὶ μέτρων ἢ σταθμῶν ἢ εὐθηνίας. 〈Σ〉κορπίος οἶκος Ἄρεως, θηλυκόν, στερεόν, ὑδατῶδες, πολύ‐ σπερμον, φθοροποιόν, κατωφερές, ἄφωνον, δουλικόν, ἀμετάβλητον, δυσωδίας αἴτιον, ὑπαρχόντων ἀφαιρετικόν, ἐκλειπτικόν, πολύχουν. οἱ δὲ γεννώμενοι δόλιοι, πονηροί, ἅρπαγες, φονικοί, προδόται,
30ἀμετάβλητοι, ὑπαρχόντων ἀφαιρετικοί, λαθρεπίβουλοι, κλῶπες,10

11

ἐπίορκοι, ἀλλοτρίων ἐπιθυμηταί, συνίστορες φόνων ἢ φαρμακειῶν ἢ κακούργων πραγμάτων, μισοΐδιοι. 〈Τ〉οξότης οἶκος Διός, ἀρρενικόν, πυρῶδες, ἀνωφερές, φωνῆεν, κάθυγρον διὰ τὴν Ἀργώ, ἀγαθόν, πτερωτόν, εὐμετάβολον, δίσω‐
5μον, διφυές, αἰνιγματῶδες, ὀλιγόγονον, ἡμιτελές, ἡγεμονικόν, βα‐ σιλικόν· οἱ δὲ γεννώμενοι ἀγαθοί, δίκαιοι, μεγαλόψυχοι, κριτικοί, εὐμετάδοτοι, φιλάδελφοι, φιλόφιλοι· τὰ δὲ πρῶτα κτηθέντα μει‐ οῦντες, πάλιν κτώμενοι, ἐχθρῶν καθυπερτεροῦντες, φιλόδοξοι, εὐ‐ εργετικοί, ἐπίσημοι, αἰνιγματωδῶς διαπλέκοντες τὰ πράγματα.
10 〈Α〉ἰγόκερως οἶκος Κρόνου, θηλυκόν, τροπικόν, γεῶδες, φθοροποιόν, ἄγονον, κατωφερές, κατεψυγμένον, ἄφωνον, δουλικόν, κακῶν αἴτιον, ἀσελγές, λατρευτικόν, αἰνιγματῶδες, διφυές, κάθυ‐ γρον, ἡμιτελές, κυρτοειδές, χωλόν, δύσις κόσμου, μόχθων καὶ πό‐ νων δηλωτικόν, λαοξοϊκόν, γεωργικόν. οἱ γεννώμενοι κακοί, ἑτερό‐
15τροποι, ὑποκρίσει ἀγαθοὶ καὶ ἁπλοῖ, πονικοί, πολυμέριμνοι, ἐπάγρυπνοι, φιλογέλωτες, μεγάλων ἔργων ἐπίβουλοι, δυσαμάρτη‐ τοι, εὐμετανόητοι, κακοῦργοι, ψεῦσται, ἐπίψογοι, ἔπαισχροι. ἐστὶ δὲ καὶ εὔκρατος ἐπ’ ἀμφότερον· κατὰ μέρος ἔχει δὲ τὰ πρῶτα φθαρτικά, τὰ δὲ δεύτερα κάθυγρα, ὀμβρικά, κινητικά, τὰ δὲ μέσα
20πυρώδη, τὰ δὲ ἔσχατα φθαρτικά. ἀστέρας δὲ ἔχει ***. κατὰ 〈τὰ〉 Σφαιρικὰ βορρόθεν ἀνατέλλει Κασσιέπεια 〈καὶ τὰ〉 δεξιὰ μέρη τοῦ Ἵππου· νοτόθεν δύνει τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ σκέλη τῆς Ὕδρας ἄχρι τοῦ Κρατῆρος. εἰσὶ δὲ θεοί· Ἀφροδίτη, Σελήνη, Δημήτηρ, Ἑρμῆς. βορρόθεν οὐδέν ἐστιν.
25 Ἔστι δὲ τῷ Αἰγόκερῳ ὑποτεταγμένα κλίματα τάδε, πρὸς ἑσπέραν καὶ μεσημβρίαν πάντα. κατὰ τὰς πλευρὰς Αἰγαῖον πέ‐ λαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος· κατὰ τὴν ζώνην Σικυών· κατὰ τὸν νῶτον θάλασσα Μεγάλη· κατὰ τὴν οὐρὰν Ἰβηρία· κατὰ τὴν κεφαλὴν Τυρρηνικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν τὰ *** ἐνοι‐
30κοῦντα ἔθνη. μέση Αἴγυπτος, Συρία, 〈Καρία〉. 〈Ὑ〉δροχόος ἐστὶν ἐν οὐρανῷ ζῴδιον ἀρρενικόν, στερεόν, ἀν‐
θρωπόμορφον, πάρυγρον, μονογενές· ἐστὶ δὲ ἄφωνον, κατάψυχρον,11

12

ἐλεύθερον, ἀνωφερές, θηλυνόμενον, ἀμετάβλητον, κακόν, ὀλιγόγο‐ νον, αἴτιον μόχθων τῶν δι’ ἀθλήσεως ἢ βασταγμάτων καὶ σκληρ‐ ουργίας, ἐργαστικόν, δημόσιον· οἱ δὲ γεννώμενοι βάσκανοι καὶ μισοΐδιοι, ἀμετάβλητοι, μονογνώμονες, τυφώδεις, δόλιοι, ἀπο‐
5κρυπτόμενοι πάντα, μισάνθρωποι, ἄθεοι, κατήγοροι, προδόται δόξης καὶ ἀληθείας, ἐπίφθονοι, μικρολόγοι, ὅτε δὲ εὐμετάδοτοι διὰ τὴν ἔκρυσιν τοῦ ὕδατος, ἀκόλαστοι· ἐστὶ δὲ ὁλοσχερῶς κάθυ‐ γρος, καὶ τὰ μὲν μέρη τὰ πρῶτα κάθυγρα, τὰ δὲ ἀνωτέρω πυρώδη, τὰ δὲ κατωτέρω εὐτελῆ καὶ ἀχρεῖα. ἀστέρας ἔχει **. κατὰ δὲ τὰ
10Σφαιρικὰ βορρόθεν ἀνατέλλει Ἀνδρομέδας μέρη τινὰ τῶν δεξιῶν καὶ τοῦ Ἵππου τὰ λοιπά. νοτόθεν ὁ νότιος τῶν Ἰχθύων πλὴν τῆς κεφαλῆς. Ἥρας, Ἡρακλέους, Ἡφαίστου, Κρόνου. βορρόθεν δύνει 〈οὐδέν〉. νοτόθεν δὲ τοῦ Κενταύρου τὰ λοιπὰ καὶ τῆς Ὕδρας ἄχρι τοῦ Κόρακος. [εἰσὶ δὲ τῷ Ὑδροχόῳ ὑποτεταγμένα κλίματα
15τάδε.] κεῖται δὲ τὸ ζῴδιον ἐν ἀνέμῳ λιβί, πρόσκειται δὲ τῷ κλί‐ ματι τῷ τῆς Αἰγύπτου καὶ ταῖς πέριξ πόλεσιν, ἐκ μὲν τῶν νοτίων αὐτοῦ μερῶν ἄχρι Ψελχέως καὶ Δωδεκασχοίνου καὶ Συκαμίνου, ἐκ δὲ τῶν πρὸς λίβα μερῶν ἄχρι τῆς Ἀμμωνιακῆς χώρας καὶ τῶν πέριξ πόλεων, ἐκ δὲ τῶν πρὸς ἀπηλιώτην μερῶν ἄχρι τῆς Ἐρυθρᾶς
20θαλάσσης κατὰ θίξιν, ἐκ δὲ τῶν βορείων αὐτοῦ ἄχρι Σεβεννύτου τόπων καὶ στόματος Ἡρακλεωτικοῦ. πρόσκειται δὲ αὐτῷ κατὰ τὰ Σφαιρικὰ κατὰ τὸν νότιον πόλον ποταμὸς ὁ καλούμενος Ἠριδανὸς καὶ Ἰχθὺς ὁ μέγας, ψαύων τῆς οὐρᾶς τοῦ Ἰχθύος. ἐν δὲ τοῖς βορεινοῖς τόποις ἔσω τοῦ βορείου πόλου ἐστὶν ὁ λεγόμενος Ὄρνις,
25ὑπὲρ ὃν Ὀϊστὸς παρατείνει, ὅπου ἡ Ἄρκτος ἡ λεγομένη Κυνόσουρα ἀποβλέπουσα εἰς βορρᾶν. Πρόσκειται δὲ αὐτῷ κλίματα τάδε· ἐμπρόσθια, Συρία· μέσα, Εὐφράτης καὶ Τίγρις, Αἴγυπτος καὶ Λιβύη καὶ οἱ συνεχεῖς Αἰγυ‐ πτίων ποταμοὶ καὶ Ἰνδὸς ποταμός· κατὰ δὲ τὸ μέσον τῆς Κάλπης
30Τάναϊς καὶ οἱ λοιποὶ ποταμοὶ ἐκ τοῦ † ὑπὸ τοὺς πόδας ῥέοντες
πρὸς νότον καὶ ζέφυρον.12

13

〈Ἰ〉χθύες εἰσὶν ἐν οὐρανῷ θῆλυ, κάθυγρον, πάρυγρον, δίσω‐ μον, πολύγονον, λιχηνῶδες, λεπιδωτόν, νευρῶδες, κυρτωτόν, ἀλφῶ‐ δες, δίμορφον, ἄφωνον, πολυκίνητον, λεπρῶδες, ἀντικείμενον ἑαυτῷ διὰ τὸ τὸν μὲν νότιον εἶναι, τὸν δὲ βόρειον· ἐστὶ δὲ καὶ κάθυγρον,
5κατωφερές, δουλικόν, εὐμετάβολον, πολύγονον, δίσωμον, συνουσια‐ στικόν, μελοκοπούμενον, πλάνης αἴτιον, ποικίλον· οἱ οὖν γεννώ‐ μενοι ἄστατοι, ἀμφίβολοι, ἐκ κακῶν εἰς ἀγαθὰ μεταβάλλοντες, ἐρωτικοί, λατρευτικοί, ἀσελγεῖς, πολύγονοι, ὀχλικοί. εἰσὶ δὲ ὁλοσχερῶς ψυχεινοί, πνευματώδεις· κατὰ μέρος δ’ ἔχουσι τὰ
10πρῶτα εὔκρατα, μέσα κάθυγρα, ἔσχατα φθαρτικὰ καὶ εὐτελῆ. ἀστέρας δὲ ἔχει **. βορρόθεν συνανατέλλει τὰ λειπόμενα τῆς Ἀν‐ δρομέδας καὶ τὰ λοιπὰ τοῦ Περσέως, † τὰ δὲ ἐν δεξιῷ καὶ τὸ ὑπὸ τὸν Κριὸν Τρίγωνον, νοτόθεν τοῦ νοτίου Ἰχθύος 〈ἡ〉 κεφαλή. Ποσειδῶνος, Ἄρεως, Ἑρμοῦ, Ἀφροδίτης, Διός. νοτόθεν δύνει
15Θυμιατήριον καὶ τὰ λειπόμενα τῆς Ὕδρας, βορρόθεν οὐδέν. πρόσ‐ κειται δὲ ἀνέμῳ βορρᾷ. πρόσκειται δὲ κλίματι τῆς Ἐρυθρᾶς θα‐ λάσσης, ἔχον νήσους οὐκ ὀλίγας παρ’ ἑαυτό, ἃς ὑπέρκειται ἡ Ἰνδία καὶ ὁ λεγόμενος Ἰνδικὸς ὠκεανός· ἐν δὲ τοῖς ἀπηλιωτικοῖς αὐτοῦ μέρεσι τὴν Παρθίαν ἔχει καὶ τὴν Ἰνδικὴν χώραν κατὰ θίξιν καὶ
20τὸν Ἀπηλιωτικὸν ὠκεανόν, ἐκ τῶν βορείων αὐτοῦ μερῶν τὴν Σκυ‐ θικὴν χώραν· ἐκ δὲ τῶν πρὸς λίβα αὐτοῦ μερῶν ψαύει προσκλύ‐ ζον Μυοσόρμου, Ὀρθοῦ ὅρμου καὶ τῶν πέριξ πόλεων. πρόσκειται δὲ αὐτοῖς κατὰ τὰ Σφαιρικὰ πρὸς μὲν τὰ βόρεια μέρη τεμνόμενος ὑπὸ τοῦ βορείου πόλου Ἀετὸς καὶ κατά τι μέρος Ὀϊστός, ἔσω δὲ
25τοῦ βορείου πόλου, οὐ πολὺ διεστώς, ἔστι ὁ καλούμενος Πήγασος ἔσω τοῦ ἀρκτικοῦ πόλου. Ἀφέστηκε δὲ τῶν ἄλλων τμημάτων ὁ ἀρκτικὸς πόλος ἐν μέσῳ τῶν πάντων κείμενος, ἔχων ἐν ἑαυτῷ τὴν Ἄρκτον τὴν λεγομένην Κυνόσουραν, φερομένην ἀπὸ τῶν βορείων ἐπὶ τὰ ἀπηλιωτικά,
30ποτὲ δὲ καὶ ἀπὸ τῶν νοτίων, τὴν δὲ ἑτέραν, τὴν καλουμένην μικρὰν13

14

Ἄρκτον, ἥτις μεσαζούσης τῆς νυκτὸς ἀνατέλλει, ἃς κατέχει ὁ κα‐ λούμενος Ἀρκτοφύλαξ περίτασιν φέρων κατὰ τοῖν δυεῖν ἄρκτοιν· ὅς ἐστιν ἀφανὴς κατὰ τὴν ἀνάδοσιν τῶν δύο Ἄρκτων· ἡ μὲν γὰρ εἰς τὰ βόρεια ἀποβλέπει, ὁ δὲ εἰς τὰ νότια.
5 Εἰσὶ δὲ καὶ κατὰ μέρος ὑποτεταγμένα κλίματα τάδε. ἐμπρό‐ σθια, Εὐφράτης καὶ Τίγρις. μέσα, Συρία, Ἐρυθρὰ θάλασσα· [τὰ ἐμπρόσθια] Ἰνδικὴ μέση, Περσὶς καὶ οἱ συνεχεῖς τόποι, Ἀραβικὴ θάλασσα καὶ Ἐρυθρὰ καὶ Βορυσθένης ποταμός. † οὐρά, ...... ............ ὁ δὲ σύνδεσμος πρὸς ἀνατολὴν καὶ ἀπηλιώτου
10βορείου ἀστέρος· ὁ νότιος, Θρᾴκη, μέσον πέλαγος Βορυσθένης καὶ Ἀσία καὶ Σαρδώ. 〈γʹ. Περὶ ὁρίων. †〈Π〉εντήκοντα Κριὸς καὶ μοῖραι πρῶται Διός εἰσιν, εὔκρατοι, εὔρωστοι, πολύσπερμοι, ἀγαθοποιοί· αἱ δὲ ϛʹ Ἀφροδίτης, ἱλαραί,
15εὔτεχνοι, διαυγεῖς, ἄρτιοι, καθαροί, εὔχροοι. αἱ δὲ ἐχόμεναι Ἑρμοῦ ἐπαμφοτερίζουσαι, μεταβολικαὶ καὶ εὐφυεῖς, ἀκίνητοι, ἀνε‐ μώδεις χαλαζώδεις βροντώδεις κεραυνοβόλοι. αἱ δὲ εʹ Ἄρεος φθοροποιοὶ διάπυροι ἄστατοι ἀνθρώπων κακούργων προπετῶν καὶ ** αἱ δὲ ἑξῆς εʹ Κρόνου κατάψυχροι στειρώδεις βάσκανοι
20ἐπισινεῖς. Ταύρου δὲ αἱ μὲν πρῶται ηʹ Ἀφροδίτης πολύσπερμοι πολύ‐ γονοι ὑγραὶ καταφερεῖς † ἔλεγχοι μεσωνικώτεραι. αἱ δὲ ἑξῆς ϛʹ Ἑρμοῦ συνεταὶ φρόνιμοι κακοῦργοι ὀλιγόσποροι κακόψιδες θανα‐ τοποιαί. αἱ δὲ ἑξῆς ηʹ Διὸς μεγαλόφρονες ἔπανδροι εὐερμεῖς ἀρ‐
25χοντικαὶ καὶ εὐεργετικαὶ μεγαλόψυχοι εὔκρατοι φιλαιδεῖς. αἱ δὲ τέταρται εʹ Κρόνου κατάστειροι ἄγονοι εὐνουχικαὶ ἀγυρτικαὶ ἐπί‐ ψογοι θεατρώδεις ἀνεύφραντοι ἐπίμοχθοι. αἱ δὲ ἐπὶ πᾶσι γʹ Ἄρεως ἀρρενικαὶ τυραννικαὶ πυρώδεις χαλεπαὶ φονικαὶ ἱερόσυλοι παμπόνηροι, οὐκ ἄσημοι δέ, πλὴν φθοροποιοὶ καὶ οὐ πολυ‐
30χρόνιοι.14

15

Τῶν δὲ Διδύμων αἱ μὲν πρῶται ϛʹ Ἑρμοῦ εὔκρατοι εὔδιοι συνετοὶ πολύτεχνοι ἐπιστημονικαὶ πρακτικαὶ ἀοίδιμοι πολύσπερ‐ μοι. αἱ δ’ ἑξῆς ϛʹ Διὸς ἀγωνιστικοὶ εὔκρατοι εὔδιοι πολύσπερμοι εὐτραφεῖς εὐεργετικαί. αἱ δὲ τρίται εʹ Ἀφροδίτης ἀνθηραὶ μουσι‐
5καὶ ἀκροαματικαὶ ποιητικαὶ στεφανηφόροι ὀχλικαὶ εὐφρόσυναι πολύσπερμοι. αἱ δὲ τέταρται ζʹ Ἄρεως πολύμοχθοι ἀνάδελφοι σπανότεκνοι ἐπιδημητικαὶ εὔποροι φθαρτικαὶ ὠμαὶ πολυπράγμο‐ νες. αἱ δὲ ἑξῆς ϛʹ ἐπὶ πᾶσι Κρόνου εὔκρατοι διοικητικαὶ κτητι‐ καὶ νοητικαὶ πολύγνωστοι ἐπίσημοι, συνέσει διάφοροι, μεγάλων
10κατορθωτικαί, εὐδοξότατοι. Τοῦ δὲ Καρκίνου αἱ πρῶται ζʹ Ἄρεως κεραυνοβόλοι † ἄλλεσι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπα‐ νιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς ϛʹ Ἀφροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ
15πάμμικτοι. αἱ δὲ ἑπόμεναι ϛʹ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημο‐ σίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. αἱ δὲ τέταρται ζʹ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δ’ ἐπὶ πᾶσι δʹ Κρόνου, καθ’ ὃ τὸ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ
20τῶν ἰδίων καὶ περὶ τὸ τέλος ἐνδεητικαί. Τοῦ δὲ Λέοντος αἱ πρῶται ϛʹ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν τα‐ πεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς εʹ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζʹ Κρόνου πολύπειροι
25φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων, στειρώδεις δὲ καὶ ἄσποροι. αἱ δὲ ἑξῆς ϛʹ Ἑρμοῦ ἀκροαματικαὶ ὀχλικαὶ σχολαργικαὶ ἀφηγητικαὶ νομικαὶ συ‐ νεταί. καὶ αὗται ἄσποροι, πολυχρονίων δὲ ἀνθρώπων. αἱ δὲ ἐπὶ πᾶσιν ϛʹ Ἄρεως φαυλόταται τερατώδεις φθαρτικαὶ ἐπισινεῖς νω‐
30θραὶ ἐπίψογοι καὶ ἀτυχεῖς. Τῆς δὲ Παρθένου αἱ πρῶται μοῖραι ζʹ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγά‐ λων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα
35δὲ αὗται αἱ μοῖραι καὶ 〈αἱ〉 Ἀφροδίτης· αὗται μὲν γὰρ εὐκατη‐
γορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· ἐν παντὶ δὲ τὸ15

16

ἔξοχον μάλιστα προδώσουσιν ἐν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ιʹ Ἀφροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς
5δὲ πλήθη ἁμαρτιῶν ὡς συγχωρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίου δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ. αἱ δὲ τρίται δʹ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων· εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέ‐
10ταρται ζʹ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων † μυσταιτῶν πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖ‐ ραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ βʹ Κρόνου τερα‐ τώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀν‐
15θρώπων. Τοῦ δὲ Ζυγοῦ αἱ πρῶται ϛʹ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτι‐ καὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ † ἐπιπρασσόντων· εἰσὶ δὲ στειρώ‐ δεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς εʹ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηρια‐ καὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί,
20καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται ηʹ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφ’ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπι‐ φάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐ μὴν εὔπαιδες. αἱ δὲ τέταρται Ἀφροδίτης ζʹ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνι‐ τῶν, οἷον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῶν
25θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομά‐ τως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων. αἱ δὲ λοιπαὶ δʹ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ † διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.
30 Τοῦ δὲ Σκορπίου αἱ πρῶται ζʹ μοῖραι εἰσὶν Ἄρεως τεθορυ‐ βημέναι εὐκίνητοι ἄστατοι ὀργίλοι ἐλευθερόγλωσσοι μεγαλόφρονες σπανότεκνοι πολυάδελφοι, ἀνώμαλοι ταῖς τύχαις, διάπυροι, εὔθετοι
ταῖς εἰς στρατιὰν καὶ ἐκδημίαν γενέσεσιν. αἱ δὲ ἑξῆς δʹ Ἀφρο‐16

17

δίτης εὐτυχῶν ἐπὶ γάμοις, θεοσεβῶν, φιλουμένων ὑπὸ πάντων, φιλοτέκνων, εὐπόρων, περὶ πάντας ἐκλελεγμένων, ἡδυβίων. αἱ δὲ τρίται ηʹ Ἑρμοῦ ὁπλικαὶ ἀγωνιστικαὶ στεφανηφόρων καὶ περὶ λόγων πικρῶν ἀγωνιστικῶν ἀκαταφρονήτων· εἰσὶ δὲ καὶ αὗται
5πολύσποροι· καθόλου δὲ κακεντρεχῶν τῇ διανοίᾳ, μάλιστα κατὰ τῶν πειραζόντων ἢ τῶν πονηρὰ δρώντων. αἱ δὲ τέταρται ϛʹ Διὸς πολυτέχνων εὐτυχῶν ἀρχιερέων, δοξαζομένων χρυσῷ πορφύραις ἀρχαῖς κατὰ τὰ ἴδια μεγέθη τῶν γενέσεων, εὐεργετικῶν, καθόλου φιλανθρώπων φιλοθέων. αἱ δ’ ἐπὶ πάσαις ϛʹ Κρόνου κολαστι‐
10κῶν σπανοτέκνων σπαναδέλφων μισοϊδίων φαρμακευτῶν μελαγχο‐ λικῶν μισογυναίων κρυπτὰ σίνη ἐχόντων καθόλου κολαστικωτάτων μεμψιμοιροτάτων· μισοῦνται δὲ καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώ‐ πων· οὗτοι δὲ πρὸς τοὺς ὑπερέχοντας ἀντερείδονται, ὑπὸ δὲ τῶν ταπεινῶν καταφρονοῦνται.
15 Τοῦ δὲ Τοξότου αἱ πρῶται ιβʹ Διὸς εἰσὶν ἀνθρώπων πρακτι‐ κῶν· εἰσὶ δὲ ὑγραὶ σὺν τῷ εὐκράτῳ, ὅλως δὲ παμποίκιλοι περὶ πᾶσαν τέχνην καὶ πρᾶξιν, πολύσπερμοι μὲν καὶ πολύτεκνοι πο‐ λυάδελφοι, σπανιστικοὶ δέ. αἱ δὲ ἑξῆς εʹ εἰσὶν Ἀφροδίτης, εὔ‐ κρατοι ἔνδοξοι νικητικαὶ στεφανηφόροι θεοσεβεῖς, τιμωμένων ἀν‐
20δρῶν ἐν ὄχλοις καὶ παρ’ ἡγεμόσιν, εὔτεκνοί τε καὶ εὐάδελφοι περί τε γυναῖκας πλείονας γενέσθαι **. αἱ δὲ τρίται μοῖραι δʹ Ἑρμοῦ φιλολόγων περισσοφρόνων πραγματικῶν αἰώνια γεννώντων φιλο‐ σόφων, καθόλου ἐξοχὰς ἐχόντων περὶ ἐπιστήμην καὶ φρόνησιν, φιλιστόρων, ἐπὰν ὁ Ἑρμῆς προσνεύσῃ· ἐπὰν δὲ ὁ Ἄρης, φιλόπλων
25τακτικῶν. αἱ δὲ εʹ ἑξῆς Κρόνῳ ἐπιβάλλουσι, στειρωτικαὶ καὶ σι‐ νωτικαὶ κατάψυχροι βλαπτικαὶ φαύλων ἀνθρώπων καὶ περὶ πάντα δυστυχούντων. αἱ δὲ ἑξῆς δʹ Ἄρεώς εἰσιν, ἔνθερμοι ῥιψοκίνδυνοι ὑβριστικαὶ ἀναιδεῖς φθαρτικαί, πλὴν τὸ πολυκίνητον ἔχουσαι ἐν παντί. πᾶσαι δὲ ἐν τῷ Τοξότῃ ποικίλαι περὶ πάντα τὰ πράγματα.
30 Τοῦ δὲ Αἰγόκερω αἱ πρῶται ζʹ Ἑρμοῦ εἰσι, θεατρικαὶ σατυρι‐ καὶ μιμητικαὶ ψευστικαὶ πορνικαὶ προαγωγοί, τῶν ἀλλοτρίων ἐπι‐ θυμηταὶ καὶ ἄδοξοι, ἀφυεῖς δὲ περὶ πάντα καὶ εὐχάριστοι καὶ εὔποροι, οὐχ ὑψηλαὶ δέ. αἱ δὲ ἑξῆς ζʹ Διὸς ἐν ὑψ[ηλ]οταπεινώ‐
ματι ποιοῦσαι δόξης τε καὶ ἀδοξίας, πλούτου καὶ πενίας, ἐπιδό‐17

18

σεων καὶ θεατρισμῶν, στειρώδεις θηλυγόνοι ἢ τερατογόνοι μικρο‐ πρεπεῖς ἰδιωτικαί. αἱ δὲ ἑξῆς ηʹ Ἀφροδίτης ἀσώτων λάγνων καὶ κατωφερῶν ἀκρίτων ἐπιψόγων, εὐμεταβόλων περὶ τὰ τέλη, οὐκ εὐ‐ θανατούντων οὐδὲ περὶ τοὺς γάμους εὐσταθῶν. αἱ δὲ τέταρται
5δʹ Κρόνου αὐστηραὶ ἀνεύφραντοι ἀλλοιώδεις δύστεκνοι δυσάδελφοι ὠμαὶ φθαρτικαὶ κατάψυχροι ἀσύγκλωστοι βάσκανοι μελλητικαὶ καὶ δόλιοι. αἱ δ’ ἐπὶ πᾶσιν δʹ Ἄρεως ὑψηλαὶ ἐξουσιαστικαὶ τυραννι‐ καί, ἐπὶ παντὶ τὸ ἡγεμονικὸν περιτιθεῖσαι, σπανιστικαὶ τῶν ἰδίων συγγενῶν καὶ ἀναιρετικαὶ ἀνθρώπων, ἀποδημητικαὶ φίλεροι ἕως
10τέλους ἐρισταί. Ὑδροχόου αἱ πρῶται ζʹ μοῖραι Ἑρμοῦ πλουσίων φιλοθησαύ‐ ρων, ἡδέως ἀποθησαυριζόντων πρὸς τὰ μέτρα τῶν γενέσεων, συνε‐ τῶν νομικῶν συνακριβούντων πάντα, ἐπιτακτικῶν μικροψύχων πολυ‐ μερίμνων, φιλούντων παιδείαν καὶ πᾶσαν πολυτεχνίαν, διοικητι‐
15κῶν οἰκονομικῶν φιλανθρώπων. αἱ δὲ ἑξῆς ἓξ Ἀφροδίτης καλῶς φιλουμένων θεοσεβῶν χωρὶς πόνου εὐπορούντων αἰφνιδιοτυχῶν εὐπόρων πλευστικῶν· εἰσὶ δὲ αὗται πολύσποροι μοῖραι, συμβαίνει δὲ τὸν κατ’ αὐτὰς γενόμενον γραυσὶ συνέρχεσθαι ἢ ἐπισινέσιν ἢ εὐνούχοις συνέρχεσθαι, προβιβάζεσθαι δὲ ὑπὸ ἀσπέρμων ἢ προ‐
20βεβηκότων. αἱ δὲ ἑξῆς ζʹ Διὸς εὐτυχεῖς μικρολόγοι ἐνδόμυχοι ἀφιλόδοξοι ἀνεπίφαντοι εὔπαιδες ἀφιλάδελφοι. αἱ δὲ ἑξῆς εʹ Ἄρεως ἐπισινεῖς μάλιστα περὶ τὰ ἐντός, δικασχολούμενοι, πονηρῶν ἀνθρώπων ἀδρανῶν καὶ ἐκλελυμένων, πλὴν ταχέως ἐπιχειρούντων τοῖς κακοῖς. αἱ δὲ λοιπαὶ εʹ Κρόνου στειρώδεις κάθυγροι δύσγονοι
25σινωτικαί, καὶ μάλιστα περὶ μήνιγγας καὶ τὰ ἐντὸς εἴδη καὶ ὕδρω‐ πας καὶ σπασμούς, σπανιστικαὶ σπανάδελφοι σπανότεκνοι φθο‐ νεραί, ἐπὶ τῷ τέλει οὐκ εὐτυχεῖς. Τῶν δὲ Ἰχθύων αἱ πρῶται ιβʹ Ἀφροδίτης, ἱλαραὶ πολύσπερμοι καταφερεῖς ἀπολαυστικαὶ καὶ ἡδύβιοι χαιρητικοὶ ἐπιχάριτοι ἐπέ‐
30ραστοι, αὐτομάτως προβιβάζουσαι, προσφιλεῖς θεοῖς. αἱ δὲ ἑξῆς δʹ Διὸς φιλολόγων ἐπιστημονικῶν, ἐν ὄχλοις διαπρεπόντων καὶ λόγοις πάντων περιγινομένων, πολυάδελφοι πολύγονοι πολύτεκνοι περισσομελεῖς περισσάδελφοι. αἱ δὲ ἑξῆς γʹ Ἑρμοῦ πολύσπερμοι ἀρχικαὶ ἐντίμων πολύφιλοι χαριστικαὶ φιλότροφοι ἐλεήμονες φιλό‐
35θεοι εὔκρατοι. αἱ δὲ θʹ Ἄρεως εἰσὶ πρακτικαὶ θαλασσομάχοι18

19

ἀφηγηταὶ καὶ εὐψυχεῖς, περὶ τὰ ἄρρητα ποιητικαί, ἁρπακτικαὶ καὶ πάλιν μεταδοτικαί, ποικίλαι οὐκ ἰδιοθάνατοι. αἱ δ’ ἐπὶ πᾶσι βʹ Κρόνου σινωτικαὶ κάθυγροι σπασματώδεις, περὶ πάντα ἀτυχεῖς. Ἐκθέμενοι οὖν διδασκαλικῶς περὶ ἑκάστης μόνης μοίρας τί
5ἀποτελεῖ, τοῦ οἰκοδεσπότου αὐτοῖς ἐπικειμένου ἀποτελέσει τὸ ἴδιον ἤτοι φαῦλον ἢ ἀγαθόν. νυνὶ δὲ περὶ ὡροσκόπου ἐκθήσομαι. 〈δʹ. De inveniendo horoscopo.〉 Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ τὸ δωδεκατημόριον ἐκπίπτει, καὶ οὗ ἂν ἐκπέσῃ, τούτου
10τὸ εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ· τούτου τὸ δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου τὸ εὐώνυμον τρίγωνόν εἰσιν Ἰχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον
15ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν. Ὅσων ἂν ᾖ μοιρῶν ὁ Ἥλιος, ἐπιγνοὺς ἀκριβῶς ἡμέρας ταύ‐ ταις πρόσθες τὴν ἀναφορὰν τοῦ ζῳδίου, ἐν ᾧ ὁ Ἥλιος τυγχάνει, καὶ ἀπόλυε ἀπὸ τῆς κατὰ γένεσιν Σελήνης, ἑκάστῳ ζῳδίῳ ἀνὰ
20μίαν μοῖραν διδούς· ὅπου ἐὰν καταλήξῃ, ἐκεῖ ὁ ὡροσκόπος, ἢ κα‐ θὼς πρόκειται εἰς τὰ ὁμοιόπτωτα. νυκτὸς δὲ ἐπιθεὶς τὴν ἀνα‐ φορὰν τοῦ σεληνιακοῦ ζῳδίου ἀπόλυε ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου. οἷον ἐπὶ τοῦ προκειμένου παραδείγματος Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ· ταύταις προσέθηκα τὴν ἀναφορὰν τοῦ ζῳδίου λζʹ· γί‐
25νονται νθʹ. ταύτας ἀπέλυσα ἀπὸ Ἡλίου, κατέληξεν Αἰγόκερῳ· ἐκεῖ ὁ ὡροσκόπος. Ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας τὸ πλῆθος ἀναλαβὼν καὶ τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν πεντεκαίδεκα καὶ προσθεὶς τῷ πρώτῳ ἀριθμῷ ἀπόλυε ἡμέρας μὲν ἀπὸ Αἰγόκερω ἀνὰ λʹ,
30νυκτὸς δὲ ἀπὸ Ἰχθύων. ἢ πάλιν τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν ιεʹ καὶ προσθεὶς τὰς τοῦ Ἡλίου μοίρας ἀπόλυε ἡμέρας μὲν ἀπὸ αὐτοῦ τοῦ Ἡλίου πρὸς ἀναφορὰν κατὰ τὸ γεννητικὸν κλίμα, νυκτὸς δὲ ἀπὸ τοῦ ὡροσκόπου πρὸς ἀναφοράν. Μυστικὸς δὲ καὶ
ἀναγκαστικὸς ὡροσκόπος οὕτως εὑρίσκεται· ἐπὶ μὲν ἡμερινῆς γε‐19

20

νέσεως ὡροσκοπήσει τὸ σπόριμον τρίγωνον τοῦ Ἡλίου ἢ τὰ τού‐ του ἑξάγωνα, ἐπὶ δὲ νυκτερινῆς τὰ τούτων διάμετρα. ὥστε καὶ ἄτερ ὥρας ἐὰν ἐπιγνῷς, πότερον νὺξ ἢ ἡμέρα, εὑρήσεις τὸ ὡρο‐ σκοποῦν ζῴδιον.
5 Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τὸ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡρο‐ σκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δʹ Μεχὶρ
10ιγʹ ὥρα νυκτὸς αʹ· Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ, Σελήνη Σκορπίου μοίρᾳ ζʹ, τὸ δρόμημα τῆς Σελήνης ἐν τῇ ιδʹ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγʹ νβʹ· εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον εἰς τὰς ιδʹ μοίρας τὰς ἐν τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϛʹ. ταῦτας ἀπέλυσα [καὶ] ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον
15μοίρας Λέοντος κβʹ· κατέληξεν ἐν τῷ Αἰγόκερῳ περὶ μοῖραν ηʹ. ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑ‐ ρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει. Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας
20ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λʹ ἢ εἰς τὸ μέ‐ γεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κεʹ τοῦ
25Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβʹ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λʹ, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγο‐ κέρωτος· ὅπου δ’ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκό‐ πος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν.
30〈εʹ.〉 Ὡροσκοπικὸς γνώμων. Λαβὼν τὰς τοῦ Ἡλίου μοίρας ἐπὶ ὡροσκόπου χρηματιζούσας
ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τῆς διαμέτρου, δεκαπλασίασον αὐτὰς20

21

καὶ τὸ γενόμενον ποσὸν πάλιν πολλαπλασίασον ἐπὶ τὰς ἀναδο‐ θείσας ὥρας ἤτοι ἡμερινὰς ἢ νυκτερινὰς ἤτοι ὅλας ἢ καὶ μετὰ μοιρῶν, καὶ ἐκκρούσας ὅλους κύκλους τὰ λοιπὰ ἡγοῦ ὡροσκοπικὸν γνώμονα. κλίμα ** ὥρα ἡμέρας βʹ· Ἥλιος Καρκίνου ζʹ, Σελήνη
5Κριοῦ κβʹ. ἡμερινοὶ ὡροσκόποι τῆς τοῦ Ἡλίου μοίρας † κη μβ δεκάκις, γίνονται σκδʹ· ταῦτα δίς, γίνονται μετὰ κύκλων πηʹ· οὗ‐ τος ὁ ὡροσκοπικὸς γνώμων. Οἷον ἔστω Ἥλιος Αἰγόκερω μοίρᾳ ιθʹ· ἐγενήθη δέ τις ὥρᾳ νυκτερινῇ τρίτῃ. τὸ δὲ δρόμημα τῆς Σελήνης ἐστὶ μοιρῶν ιβʹ 𐅵ʹ ιεʹ.
10εἰσέρχομαι εἰς τὸ σελίδιον τῆς τρίτης ὥρας, ἔνθα παράκειται ἐπὶ μὲν τῶν ιβʹ μοιρῶν τοῦ δρομήματος μοῖραι μαʹ 𐅵ʹ, ἐπὶ δὲ τῶν ιεʹ 𐅵ʹ [τοῦ δρομήματος] μοῖραι 〈μ〉δʹ 𐅵ʹ. ἡ ὑπεροχὴ τῶν μδʹ 𐅵ʹ πρὸς τὰς μαʹ 𐅵ʹ γίνεται μοῖραι γʹ, τούτων τὸ 𐅵ʹ ιεʹ γίνεται αʹ 𐅵ʹ εʹ. ταύ‐ τας προστίθημι ταῖς μαʹ 𐅵ʹ διὰ τὸ εἶναι τὸ τῆς Σελήνης δρόμημα
15μοιρῶν ιβʹ 𐅵ʹ ιεʹ. γίνονται οὖν ὁμοῦ μοῖραι μγʹ εʹ. ταύταις πρόσθες τὰς τοῦ Ἡλίου μοίρας ιθʹ· ὁμοῦ γίνονται μοῖραι ξβʹ εʹ· ἃς ἀπέ‐ λυσα ἀπὸ τοῦ Καρκίνου διὰ τὸ νυκτερινὴν εἶναι τὴν γένεσιν, καὶ κα‐ τέληξεν ὁ ὡροσκόπος μοίρᾳ βʹ Παρθένου λεπτοῖς ιβʹ· ἦν δὲ ἀπὸ τοῦ κανόνος ὁ ὡροσκόπος Αἰγόκερω μοίρᾳ γʹ.
20 Σκοπεῖν δεήσει ἐπὶ μὲν τῶν συνοδικῶν τὸ ὅριον τῆς συνόδου καὶ τὸν κύριον τοῦ ζῳδίου, καὶ ὃς ἂν τούτων συνεγγιζούσας μοί‐ ρας τῇ ὥρᾳ ἔχῃ, ἐκεῖναι ὡροσκοπήσουσιν. ἐπὶ δὲ τῶν πανσελη‐ νιακῶν τὸ ὅριον τῆς πανσελήνου καὶ τὸν κύριον τοῦ ζῳδίου συγ‐ κρίνειν.
25 Ἡμέρας τὰς τοῦ Ἡλίου δεῖ λαμβάνειν καὶ τὰς λοιπὰς τὰς τῆς Σελήνης καὶ ἐκκρούειν τριακοντάδας, τὰς δὲ περιλειπομένας εἰσενέγκαντας εἰς τὸν ἀναφορικὸν λόγον τὸ παρακείμενον μέγεθος τῷ ἡλιακῷ ζῳδίῳ ποιεῖν ἐπὶ τὰς μοίρας τοῦ ζῳδίου, καὶ ἐπι‐ προσθέντας τὰς ἡλιακὰς μοίρας ἀπολύειν τριακοντάδας· ὅσαι δ’
30ἂν λείψωσιν, ἔσονται ἡλιακὸς γνώμων, ὃν καὶ σημειωσάμενοι ποιήσομεν καὶ τὸν τῆς Σελήνης γνώμονα οὕτως. διπλώσαντες ἃς ἔχει μοίρας ἡ Σελήνη ἀφαιροῦμεν τριακοντάδας, τὰς δὲ περιλειπο‐ μένας δωδεκαπλασιάσαντες καὶ ἐπιπροσθέντες τὰς τῆς Σελήνης
[ἢ] μοίρας ἀφαιροῦμεν τριακοντάδας, καὶ αἱ λοιπαὶ ἔσονται τῆς21

22

Σελήνης γνώμων. νυκτὸς δὲ τὰς λοιπὰς τῆς Σελήνης μοίρας καὶ ἃς ἔχει ὁ Ἥλιος ἐπισυνθέντες καὶ ἐκκρούσαντες εἰς τὸν ἀναφορι‐ κὸν τριακοντάδας τὰς λοιπὰς εἰσφέρομεν ἐπὶ τὸ ἡλιακὸν ζῴδιον καὶ ἐπιγνόντες τὸ ὡριαῖον μέγεθος πολλαπλασιάζομεν τὰς τοῦ
5Ἡλίου μοίρας καὶ ἐπιπροσθέντες, ὅσας ἔχει μοίρας ὁ Ἥλιος, ἀφαιροῦμεν τριακοντάδας· καὶ αἱ περιλειπόμεναι ἔσονται ἡλιακὸς γνώμων. ἐὰν οὖν ὑπερέχῃ ὁ τοῦ Ἡλίου γνώμων τὸν τῆς Σελήνης, ἡ ὥρα ἀφαίρεσιν ἔχει· ἐὰν δὲ ὁ τῆς Σελήνης, πρόσθεσιν, ὅση ἡ ὑπεροχή· ἐὰν δὲ ἴση, οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει. ὁμοίως
10καὶ ἐὰν ὑπὲρ τὰς ιεʹ ἢ ἐντὸς αἱ περιλειπόμεναι πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχωσι. Ζῳδιακῶς ἐπιγνόντες τὸ ὡροσκοποῦν ζῴδιον τὴν μοῖραν οὕ‐ τως εὑρήσομεν. μαθόντες τὸ ἔτος τῆς τετραετηρίδος ὡς ὑπόκει‐ ται τὰς παρακειμένας ὥρας τῇ γεννητικῇ ὥρᾳ ἐπιπροσθέντες καὶ
15ψηφίσαντες τὴν Σελήνην, πόση ἐστί, τοσοῦτον ἡγησόμεθα τὸν ὡροσκόπον. ἔχει δὲ τὸ πρῶτον ἔτος ὥρας ιαʹ, τὸ δεύτερον ὥρας ϛʹ, τὸ τρίτον ὥρας ιβʹ, τὸ τέταρτον ὥρας ϛʹ· προσῳκείωται δὲ καὶ τὸ ἔτος τῆς τετραετηρίδος πρὸς τὴν τοῦ Κυνὸς ἄστρου ἐπιτολήν. Ἔτος πρῶτον τῆς τετραετηρίδος· ἀνατέλλει Καρκίνῳ ὥρᾳ πρώτῃ
20νυκτερινῇ. τὸ δεύτερον ἔτος, ἀνατέλλει Ζυγῷ ὥρᾳ ἡμερινῇ ϛʹ. τὸ τρίτον ἔτος, ἀνατέλλει Αἰγόκερῳ ὥρᾳ ἡμερινῇ ιβʹ. τὸ τέταρτον ἀνατέλλει ὥρᾳ ϛʹ [καὶ] νυκτὸς ἐν Κριῷ. οὕτως καὶ ἐπὶ τῶν ἀντι‐ γενέσεων χρησιμεύει ὁ ὡροσκόπος, προστιθεμένων τῶν τῆς τε‐ τραετηρίδος ὡρῶν κατὰ τὸ ζητούμενον ἔτος καὶ ἀπολυομένων ἀπὸ
25τῆς γενεσιακῆς ὥρας· εἰς ποῖον ἂν ἐκπέσῃ ἡμικύκλιον ἤτοι νυκτε‐ ρινὸν ἢ ἡμερινόν, ἐκεῖ ἡγεῖσθαι τὸν ὡροσκόπον καὶ τοὺς κατ’ ἐκεῖνο καιροῦ ἀστέρας ἐπικέντρους συγκρίνειν πρὸς τὴν γένεσιν. 〈ϛʹ.〉 Περὶ μεσουρανήματος. Μεσουράνημα δὲ ἀπὸ χειρὸς εὑρεῖν οὕτως. ἀπὸ τῆς δυνούσης
30μοίρας λαβὼν κατὰ τὰς ἀναφορὰς τοῦ κλίματος ἕως τοῦ διαμέτρου τούτων τὴν ἡμίσειαν ἀπόλυε ἀπὸ τῆς δυτικῆς μοίρας· ὅπου δ’ ἂν ἐκπέσῃ, τοσοῦτον ἔσται τὸ μεσουράνημα. οἷον ἔστω ὡροσκόπος
Αἰγόκερῳ μοίρᾳ ιεʹ κατὰ τὸ δεύτερον κλίμα, ἔλαβον ἀπὸ τῆς δυ‐22

23

νούσης μοίρας Καρκίνου ιεʹ ἕως τῆς τοῦ Αἰγόκερω ιεʹ· συνάγον‐ ται ἀναφοραὶ σιδʹ· τούτων τὸ ἥμισυ ρζʹ. ταύταις προσθεὶς τὰς ιεʹ τοῦ Καρκίνου ἀπέλυσα ἀπὸ τοῦ αὐτοῦ· κατέληξεν ἐν Σκορπίῳ μοίρᾳ βʹ, ἔνθα τὸ μεσουράνημα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.
5ἐὰν δὲ καὶ τὸ μέγεθος τῶν ὡρῶν τῆς ἡμέρας ἐπιγνῶναι θέλῃς, πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἕως τῆς διαμετρούσης τὰς ἀναφορὰς ἐπισυνθεὶς καὶ τούτων τὸ ιεʹ λαβὼν ἐπιγνώσῃ τὸ μέ‐ γεθος. οἷον τὴν προκειμένην δύνουσαν Καρκίνου μοῖραν ιεʹ ὑπό‐ θου εἶναι ἡλιακήν· ἕως οὖν τοῦ διαμέτρου γίνονται ἀναφοραὶ σιδʹ.
10τούτων τὸ ιεʹ ιδʹ δʹ· λοιπά εἰσιν εʹ ιεʹ μέρος ὥρας. ἔστω οὖν ἡ ἡμέρα Ἡλίου ὄντος ἐν Καρκίνῳ περὶ μοίρας ιεʹ κατὰ τὸ κλίμα τῆς Συρίας ὡρῶν ιδʹ εʹ ιεʹ. εἰ δὲ καὶ τὸ τῆς νυκτὸς μέγεθος ἐπι‐ γνῶναι θέλεις, ἀπὸ τῆς διαμετρούσης μοίρας τὸν Ἥλιον ἐπισυν‐ θεὶς τὰς ἀναφορὰς ἕως ἧς ἐπέχει πραγματεύου· ὁμοίως δὲ καὶ
15ἐπὶ τῶν λοιπῶν ζῳδίων. 〈ζʹ.〉 Περὶ ἀναφορᾶς τῶν ζῳδίων. Πόσων δὲ ὡρῶν ἕκαστον ζῴδιον ἀναφέρεται, ἐκ τῆς ἑκάστου ἀναφορᾶς γνωστέον. οἷον ἐπεὶ ὁ Κριὸς ἀναφέρεται ἐν κʹ, ἡ δὲ ὥρα ἔχει χρόνους ἰσημερινοὺς ιεʹ, ἐὰν ἀφέλῃς ἐκ τῶν κʹ τὰς ιεʹ,
20λοιπὰ εʹ, ἅ ἐστι τρίτον μέρος τῶν ιεʹ. ἀνενεχθήσεται οὖν ὁ Κριὸς ὥρᾳ αʹ καὶ τρίτῳ. πόσον δὲ χρόνον ἑκάστη μοῖρα ἰσχύει, γνώσῃ οὕτως. δίπλωσον τὴν ἀναφορὰν ἑκάστου ζῳδίου καὶ ταῦτα ἑξά‐ κις· γίνονται σμʹ· ἡ μοῖρα μῆνες ηʹ. ἕκαστον δὲ ζῴδιον πόσην πρόσθεσιν ἢ ἀφαίρεσιν ἀναφορᾶς ἔχει, οὕτως γνωστέον. ἐπεὶ ὁ
25Κριὸς ἀναφέρεται ἐν κʹ, ὁ Ζυγὸς ἐν μʹ εἰς συμπλήρωσιν τῶν ξʹ. ὅσων γὰρ ἕκαστον ἀναφέρεται ζῴδιον, εἰς συμπλήρωσιν τῶν ξʹ τὸ κατὰ διάμετρον ζῴδιον ἐφέξει· καὶ ὅσων ὡρῶν ἕκαστον, εἰς συμ‐ πλήρωσιν τῶν δʹ ὡρῶν τὸ κατὰ διάμετρον· καὶ ὅσων ἡμερῶν καὶ μηνῶν, δυοῖν ἐτῶν τὸ κατὰ διάμετρον ἐφέξει. ᾧ γὰρ πλεονάζει
30ἕκαστον, τὸ κατὰ διάμετρον λείπεται· ᾧ δὲ λείπεται, τούτῳ πλεο‐ νάζει τὸ κατ’ εὐθύ. ἀφεῖλον οὖν ἀπὸ τοῦ προκειμένου μεγίστου τὸ ἐλάχιστον, τοῦτ’ ἔστιν ἀπὸ τῶν μʹ τὰ κʹ· λοιπὰ κʹ. τούτων τὸ πέμπτον γίνεται δʹ· ἡ προσθαφαίρεσις ἑκάστου ζῳδίου τέτταρα.
ταῖς οὖν κʹ τοῦ Κριοῦ ἐὰν προσθῶμεν δʹ, γίνονται κδʹ· ἐν τούτοις23

24

ὁ Ταῦρος ἀνενεχθήσεται· οἱ δὲ Δίδυμοι ἐν κηʹ, ὁ Καρκίνος ἐν λβʹ, ὁ Λέων ἐν λϛʹ, ἡ Παρθένος ἐν μʹ, ὁ Ζυγὸς μʹ. εἶτα ἀπὸ Σκορ‐ πίου ὁμοίως ἀφαιρήσεις δʹ ἕως Ἰχθύων. οὕτως καὶ καθ’ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσῃ.
5 Ἄλλως. ἔστω τὸν Λέοντα ἀναφέρεσθαι ἐν λϛʹ, ὁμοίως δὲ καὶ Σκορπίον, τὸν δὲ Ταῦρον καὶ τὸν Ὑδροχόον ἐν κδʹ· λοιπὰ ιβʹ, ὧν τὸ τρίτον δʹ· αὕτη προσθαφαίρεσις. οὕτως καὶ καθ’ ἕκαστον κλίμα ζητῶν ἐπιγνώσεις. ἡ δὲ διαφορὰ τῶν κλιμάτων καὶ παρ‐ αύξησις οὕτω γιγνώσκεται. ἐπεὶ ἐν τῷ πρώτῳ κλίματι ἀπὸ Καρ‐
10κίνου ἕως Τοξότου συνάγονται ἀναφοραὶ σιʹ, τὸ ἕκτον γίνεται λεʹ· ἐν τούτοις ὁ Λέων ἀνενεχθήσεται. καὶ ὁμοίως κατὰ τὴν προκει‐ μένην ἔφοδον, ἐὰν ἀφέλῃς τὰς κεʹ τοῦ Ὑδροχόου καὶ τῶν λοιπῶν τὸ τρίτον λάβῃς, ἐπιγνώσεις τῶν ζῳδίων τὰς ἀναφοράς. ἐπεὶ οὖν ἑπτὰ κλίματα τυγχάνει, ἐν δὲ τῷ ἑβδόμῳ ἀπὸ Καρκίνου συνάγον‐
15ται ἀναφοραὶ σλδʹ, ἀφ’ ὧν ἐὰν τὰ σιʹ τοῦ πρώτου κλίματος ἀφέ‐ λωμεν, περιλειφθήσονται κδʹ ὑπεροχαί· ὧν τὸ ϛʹ, ἐπεὶ μεταξὺ ϛʹ κλίματα τυγχάνει, γίνονται δʹ. αὕτη αὔξησις ἑκάστου κλίματος πρὸς τὴν πῆξιν τοῦ ἀναφορικοῦ· ὡς εἶναι ἐν μὲν τῷ πρώτῳ κλί‐ ματι ἀπὸ Καρκίνου ἕως Τοξότου ἀναφορὰς σιʹ, ἐν δὲ τῷ βʹ κλί‐
20ματι σιδʹ, ἐν δὲ τῷ γʹ σιηʹ, ἐν δὲ τῷ τετάρτῳ σκβʹ, ἐν δὲ τῷ πέμπτῳ σκϛʹ, ἐν δὲ τῷ ϛʹ σλʹ, ἐν δὲ τῷ ζʹ σλδʹ. 〈ηʹ.〉 Περὶ ἀκουόντων καὶ βλεπόντων ζῳδίων. Ὁμοίως καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ἑξαγώνων ζῳδίων ἐκ τῶν ἀναφορῶν γνωστέον, οἷον οὕτως. οἱ Ἰχθύες βλέπουσι τὸν
25Ταῦρον· ἀπὸ Ἰχθύων ἓξ ζῳδίων ἀναφοραὶ κατὰ τὸ δεύτερον κλίμα γίνονται ρξʹ καὶ ἀπὸ Ταύρου ἕως Ζυγοῦ σʹ· γεγόνασιν οἱ Ἰχθύες ἥττονες τοῦ Ταύρου καὶ ἀκούουσιν αὐτοῦ· καὶ τῶν βʹ αἱ ἀναφοραὶ πληροῦσι τὰς τξʹ. ὁμοίως ἀπὸ Διδύμων ἕως Σκορπίου σιβʹ καὶ ἀπὸ Λέοντος ἕως Αἰγόκερω σιβʹ· Δίδυμοι οὖν καὶ Λέων ἰσανάφοροι καὶ
30ἀκούουσιν ἀλλήλων. πάλιν ἀπὸ Παρθένου ἕως Ὑδροχόου σʹ καὶ ἀπὸ Σκορπίου ἕως Κριοῦ ρξʹ· βλέπουσιν. ἀπὸ Ζυγοῦ ἕως Ἰχθύων ρπʹ, ἀπὸ Τοξότου ἕως Ταύρου ρμηʹ, ἀπὸ Ὑδροχόου ἕως Καρκίνου ρμηʹ· ἀκούουσι καὶ ἰσανάφοροι. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν. Τινὲς δὲ
τὴν συμπάθειαν τῶν ἑξαγώνων οὕτως ἡγοῦνται· τῶν δύο ζῳδίων24

25

τὰς ἀναφορὰς ἐπισυνθέντες καὶ τούτων τὴν ἡμίσειαν ἀναλαβόντες σκοποῦσιν, εἰ τὸ μεταξὺ ζῴδιον οὕτως ἀναφέρεται. οἷον Κριὸς κʹ οἱ Δίδυμοι κηʹ, γίνονται μηʹ, ὧν τὸ ἥμισυ κδʹ· ἐν τούτοις ὁ Ταῦρος ἀναφέρεται. διὰ τοῦτο ὁ Κριὸς πρὸς τοὺς Διδύμους ἕξει
5συμπάθειαν· ὁμοίως ὁ Ταῦρος πρὸς τὸν Καρκίνον, ἐπεὶ τῶν δύο αἱ ἀναφοραὶ γίνονται νϛʹ, ὧν τὸ ἥμισυ κηʹ· ἐν τούτοις οἱ Δίδυ‐ μοι ἀναφέρονται, καὶ ὁμοίως οἱ Δίδυμοι πρὸς τὸν Λέοντα καὶ ὁ Καρκίνος πρὸς τὴν Παρθένον. ὁ δὲ Λέων πρὸς τὸν Ζυγὸν οὐκ ἔχει διὰ τὸ συνάγεσθαι οηʹ, ὧν τὸ ἥμισυ λθʹ, ἡ δὲ Παρθένος ἐν
10μʹ ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. 〈θʹ.〉 Σύνοδοι καὶ πανσέληνοι ἀπὸ χειρός. Σύνοδον καὶ πανσέληνον ἀπὸ χειρὸς εὑρεῖν. λαβὼν ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν καὶ ἐπιγνοὺς πόσα ἐστὶ δω‐ δεκατημόρια ἀνάδραμε ἀπὸ τῆς ἡλιακῆς μοίρας κἀκεῖ εὑρήσεις
15τὴν σύνοδον. καὶ ἡ Σελήνη δὲ τοσαύτας ἀπὸ συνόδου ἐφέξει μοί‐ ρας, ὅσα ἐὰν εὑρεθῇ δωδεκατημόρια. ἐπὶ δὲ τῶν πανσελήνων γενέσεων ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας λάμβανε ὡς ἐπὶ τὴν Σελήνην καὶ ἐπιγνούς, πόσα ἐστὶ δωδεκατημόρια, ἀφαίρει ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας· κἀκεῖ ἔσται ἡ πανσέλη‐
20νος. ἐὰν δὲ τῇ πανσεληνιακῇ μοίρᾳ προσθῇς ιεʹ, εὑρήσεις τὴν μέλλουσαν σύνοδον. ὁμοίως δὲ καὶ τῇ συνοδικῇ μοίρᾳ ἐὰν προσ‐ θῇς ιεʹ, εὑρήσεις τὴν μέλλουσαν πανσέληνον. Οἷον Μεσωρὶ βʹ Ἥλιος Λέοντι μοίρᾳ εʹ, Σελήνη Ζυγῷ μοίρᾳ κϛʹ· τὸ διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται παʹ,
25ἅ ἐστι δωδεκατημόρια ζʹ ἔγγιστα. ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου. πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κηʹ· ἐκεῖ ἡ σύνοδος ἐγένετο. καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζʹ· γίνεται Ἐπιφὶ κεʹ· ταῖς οὖν κηʹ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιεʹ, γίγνεται Λέοντι
30ιγʹ. ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγʹ.25

26

Τὴν δὲ πανσέληνον οὕτως· ἔστω Μεχὶρ ιγʹ Ἥλιος Ὑδροχόῳ μοίρᾳ κβʹ, Σελήνη Σκορπίῳ μοίρᾳ ζʹ. ἔλαβον ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβʹ ἕως τῆς σεληνιακῆς· γίνονται οεʹ. εἰσὶν οὖν δωδεκατημόρια ϛʹ, ἅτινα ἀφαιρῶ ἀπὸ τῆς τοῦ Λέοντος μοίρας
5κβʹ· λοιπαὶ ιϛʹ, ἐν αἷς γέγονεν ἡ πανσέληνος. πάλιν τὰς ϛʹ ἀφεῖ‐ λον ἀπὸ τῆς ιγʹ τοῦ Μεχίρ· γέγονε τοῦ Μεχὶρ ζʹ. ὁμοίως ἐπεὶ ἀπὸ συνόδου ἕως πανσελήνου εἰσὶν ἡμέραι ιεʹ, ταύταις προσέ‐ θηκα τὰς ηʹ· γίνονται καʹ. τοσαύτας ἡμέρας ἡ Σελήνη ἀπὸ τῆς συνόδου ἀφέξει.
10〈ιʹ.〉 Περὶ ἑπταζώνου ἤτοι σαββατικῆς ἡμέρας ἀπὸ χειρός. Περὶ δὲ τῆς ἑβδομάδος καὶ σαββατικῆς ἡμέρας οὕτως. τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη καὶ τὰς ἐμβολίμους ἀναλαβὼν πρόσθες καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκ τούτων ἀφαίρει
15ὁσάκις δύνῃ ἑπτά, τὰς δὲ λοιπὰς ἀπὸ Ἡλίου· εἰς οἷον δ’ ἂν καταλήξῃς ἀστέρα, ἐκείνου ἔσται ἡ ἡμέρα. ἡ δὲ τάξις τῶν ἀστέ‐ ρων πρὸς τὰς ἡμέρας οὕτως ἔχει· Ἥλιος Σελήνη Ἄρης Ἑρμῆς Ζεὺς Ἀφροδίτη Κρόνος. ἡ δὲ τῶν ζωνῶν διάθεσις οὕτως· Κρό‐ νος Ζεὺς Ἄρης Ἥλιος Ἀφροδίτη Ἑρμῆς Σελήνη· ἐκ ταύτης δὲ τῆς
20διαθέσεως αἱ ὧραι σημαίνονται, ἐκ δὲ τῶν ὡρῶν ἡ ἡμέρα τοῦ ἑξῆς ἀστέρος. οἷον ἔτος δʹ Ἀδριανοῦ Μεχὶρ κατὰ Ἀλεξανδρεῖς ιγʹ νυκτὸς ὥρα αʹ· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρμηʹ καὶ ἐμβό‐ λιμοι λϛʹ καὶ ἀπὸ Θὼθ ἕως ιγʹ Μεχὶρ ἡμέραι ρξγʹ· γίγνεται τμζʹ. ἀφαιρῶ ἑβδομάδας μθʹ, λοιπαὶ δʹ· ἀπὸ Ἡλίου καταλήγει εἰς Ἑρ‐
25μοῦ ἡμέραν, καὶ ἡ αʹ ὥρα νυκτὸς Ἑρμοῦ, ἡ δευτέρα Σελήνης, ἡ τρίτη Κρόνου, ἡ τετάρτη Διός, ἡ πέμπτη Ἄρεως, ἡ ἕκτη Ἡλίου, ἡ ἑβδόμη Ἀφροδίτης, ἡ ὀγδόη Ἑρμοῦ, ἡ ἐνάτη Σελήνης, ἡ δεκάτη Κρόνου, ἡ ἑνδεκάτη Διός, ἡ δωδεκάτη Ἄρεως· [ἡ] ἡμέρα αʹ Ἡλίου, βʹ Ἀφροδίτης, τρίτη Ἑρμοῦ, τετάρτη Σελήνης, πέμπτη Κρόνου,
30ἕκτη Διός, ἑβδόμη Ἄρεως, ὀγδόη Ἡλίου, ἐνάτη Ἀφροδίτης, δεκάτη Ἑρμοῦ, ἑνδεκάτη Σελήνης, δωδεκάτη Κρόνου. εἶτα ἑξῆς γίγνε‐ ται ἡ ἐπιοῦσα ἡμέρα τουτέστι Μεχὶρ ιδʹ· ἔσται Διὸς καὶ ἡ
αʹ ὥρα.26

27

〈ιαʹ.〉 Περὶ οἰκοδεσπότου ἔτους. Εἰ δὲ καὶ τὸν οἰκοδεσπότην τοῦ ἔτους θέλεις ἐπιγνῶναι τῷ αὐτῷ τρόπῳ, οἷον ἐπὶ τοῦ αὐτοῦ ὑποδείγματος τὰ πλήρη Αὐ‐ γούστου ἔτη ρμηʹ καὶ ἐμβόλιμοι λϛʹ καὶ τοῦ Θὼθ αʹ· γίγνονται
5ρπεʹ· ἐκ τούτων ἀφαιρῶ ἑβδομάδας κϛʹ· λοιπαὶ γʹ. ταύτας ἀπὸ Ἡλίου· καταλήγει τὸ ἔτος Ἄρει. ἐπὰν οὖν ἐπιγνῷς τὸν κύριον τοῦ ἔτους, εὑρήσεις καὶ τὸν κύριον τοῦ μηνὸς οὕτως, τῇ τῶν ζω‐ νῶν διαθέσει ἀνωφερῶς χρώμενος. οἷον ὁ Θὼθ ἔσται Ἄρεως· ἐπεὶ οὖν ἡ κθʹ τοῦ Θὼθ πάλιν εἰς τὸν Ἄρεα καταλήγει, ἡ λʹ Ἑρ‐
10μοῦ, ἡ πρώτη τοῦ Φαωφὶ ἔσται Διός, ἡ λʹ Ἀφροδίτης· ἡ αʹ τοῦ Ἀθὺρ Κρόνου, ἡ τοῦ Χοιὰκ αʹ Σελήνης, ἡ τοῦ Τυβὶ Ἑρμοῦ, ἡ τοῦ Μεχὶρ Ἀφροδίτης. ἐπεὶ οὖν τοῦ μὲν ἔτους κύριος Ἄρης, τοῦ δὲ μηνὸς Ἀφροδίτη, τῆς δὲ ἡμέρας Ἑρμῆς, τῆς δὲ ὥρας Ἥλιος, τού‐ τους σκοπεῖν δεήσει ἐπὶ τῆς γενέσεως πῶς εἰσι κείμενοι. ἐπι‐
15τόπως μὲν γὰρ καὶ τῆς αἱρέσεως πράξεως δηλωτικοί, καὶ μάλιστα ὅταν ὁ κύριος τοῦ ἔτους διαπορευόμενος τύχῃ τὸν καταγόμενον ἐνιαυτόν, ὁ δὲ τοῦ μηνὸς τὸν μῆνα καὶ ὁ τῆς ἡμέρας τὴν ἡμέραν. ἐὰν δέ πως παραπέσωσιν ἢ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐναν‐ τιωμάτων καὶ ταραχῶν εἰσιν δηλωτικοί.
20 Ἐμοὶ δὲ μᾶλλον φυσικώτερον ἔδοξε τὰ πλήρη [τὰ] ἀπὸ Αὐ‐ γούστου ἔτη καὶ τὰς ἐμβολίμους λαβόντα, καθὼς πρόκειται, καὶ τὰς ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας καὶ ἐκκρούσαντα ἑβδο‐ μάδας καὶ τὰς λοιπὰς ἀπολύσαντα ἀπὸ Ἡλίου ἐκεῖνον κρίνειν τοῦ ἔτους κύριον, εἰς ὃν κατέληξεν ὁ ἀριθμός· ἑκάστης γὰρ γενέσεως
25ἡ νουμηνία τὴν γεννητικὴν ἡμέραν ἐφέξει. ἐν δὲ τῷ αὐτῷ ἔτει τοὺς γεννωμένους ὑπὸ μίαν οἰκοδεσποτίαν τετευχέναι οὐ δοκεῖ λόγον ἔχειν. καθολικῶς οὖν τοῦ ἔτους τὸν κύριον καὶ κοσμικῶν κινήσεων οἱ παλαιοὶ ἐκ τῆς νουμηνίας τοῦ Θὼθ κατελάβοντο (ἔνθεν γὰρ τὴν ἀρχὴν τοῦ ἔτους ἐποιήσαντο), φυσικώτερον δὲ ἐκ
30κυνὸς ἐπιτολῆς. 〈ιβʹ.〉 Περὶ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν. Περὶ δὲ ἀρρενικῶν καὶ θηλυκῶν μοιρῶν οὕτως. τῶν μὲν
ἀρρενικῶν ζῳδίων αἱ πρῶται βʹ ἥμισυ μοῖραι ἔσονται ἀρρενικαί,27

28

αἱ δὲ ἑξῆς βʹ ἥμισυ θηλυκαί· τῶν δὲ θηλυκῶν ζῳδίων αἱ πρῶται βʹ ἥμισυ θηλυκαί, αἱ ἑξῆς ἀρρενικαί, αἱ δὲ ἑξῆς θηλυκαί. τοῖς οὖν συνοδικοῖς ἡ μοῖρα τῆς συνόδου δηλώσει, τοῖς δὲ πανσεληνια‐ κοῖς ἡ μοῖρα τῆς πανσελήνου· οἱ δέ, ἐν ᾗ μοίρᾳ ὁ ὡροσκόπος ἢ
5ἡ Σελήνη. 〈ιγʹ.〉 Περὶ φωτισμῶν Σελήνης. Εἰσὶ δὲ καὶ οἱ φωτισμοὶ τῆς Σελήνης οὕτως. πρωταία μὲν γὰρ οὖσα φαίνει ὥρας 𐅵ʹ δʹ κʹ· δευτεραία αʹ 𐅵ʹ ιʹ· καὶ ἀεὶ ὅσων ἂν ᾖ ἡμερῶν, τετράκις ποιήσας πέμπτον λαβὼν ἀποφαίνου τὴν ὥραν.
10οἷον ιεʹ ἐστὶ τῆς Σελήνης· τετράκις ταῦτα γίνεται ξʹ, ὧν εʹ ιβʹ· φαίνει ἄρα λείπουσα ὥρας ιβʹ. πρωταία μὲν γὰρ οὖσα φαίνει ὥρας 𐅵ʹ δʹ κʹ; δευτεραία ὥραν αʹ 𐅵ʹ ιʹ, τριταία ὥρας βʹ γʹ ιεʹ, τε‐ ταρταία ὥρας γʹ εʹ, πεμπταία ὥρας δʹ, ἑκταία ὥρας δʹ 𐅵ʹ δʹ κʹ, ἑβδο‐ μαία ὥρας εʹ ιʹ, ὀγδοαία ϛʹ ϛʹ ιεʹ, ἐναταία ὥρας ζʹ εʹ, δεκαταία ὥρας
15ηʹ, ἑνδεκαταία ὥρας ηʹ 𐅵ʹ δʹ κʹ, δωδεκαταία ὥρας θʹ εʹ ιʹ, τρισκαιδε‐ καταία ὥρας ιγʹ ιεʹ, τεσσαρακαιδεκαταία ὥρας ιαʹ εʹ, πεντεκαιδεκα‐ ταία ὥρας ιβʹ. ὁμοίως ιϛʹ πρὸς ἀφαίρεσιν ὡς ἀπὸ αʹ ἕως ιεʹ ἐστίν. [ἔστι δὲ αὐτῆς ὁ μὴν ἡμερῶν κθʹ, ὁ δὲ ἐνιαυτὸς ἡμε‐ ρῶν τνδʹ.]
20〈ιδʹ.〉 Περὶ κρύψεως Σελήνης. Ἀφανὴς δὲ γίνεται ἡ Σελήνη ἐπὶ σύνοδον φερομένη καθ’ ἕκαστον ζῴδιον μοιρικῶς οὕτως. ὅπου ἂν εὑρεθῇ ὁ Ἥλιος, τοῦ ζῳδίου λάμβανε τὴν ἡμίσειαν ἀναφοράν, κἀκεῖ ἔσται λείπουσα. οἷον Ἥλιος Κριῷ ἐπὶ τοῦ δευτέρου κλίματος· ἡ ἀναφορὰ τοῦ
25ζῳδίου κʹ, ὧν τὸ ἥμισυ ιʹ· ἀφαιρουμένων τῶν ιʹ ἐκ τῶν λʹ Σελήνη ἀφανὴς ἐν Ἰχθύσιν περὶ μοίρας κʹ. Ἥλιος Ταύρῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς ιβʹ· ἔσται ἡ Σελήνη ἀφανὴς ἐν Κριῷ περὶ μοίρας ιηʹ. Ἥλιος Διδύμοις· τὸ ἥμισυ τῆς ἀναφορᾶς τοῦ ζῳδίου ιδʹ· ἔσται οὖν ἡ Σελήνη περὶ τὰς ιϛʹ μοίρας τοῦ Ταύρου ἀφανής. Ἥλιος
30Καρκίνῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς ιϛʹ· ἔσται ἀφανὴς ἡ Σελήνη
Διδύμοις περὶ μοίρας ιδʹ. Ἥλιος Λέοντι· τὸ ἥμισυ τῆς ἀναφο‐28

29

ρᾶς ιηʹ· ἔσται ἀφανὴς ἡ Σελήνη Καρκίνῳ περὶ μοίρας ιβʹ. Ἥλιος Παρθένῳ· τὸ ἥμισυ τῆς ἀναφορᾶς κʹ· ἔσται ἀφανὴς ἡ Σελήνη Λέοντι περὶ μοίρας ιʹ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων. 〈ιεʹ.〉 Περὶ τριταίας ἑβδομαίας τεσσαρακοσταίας
5Σελήνης. Περὶ δὲ τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας οὕτως. ἔστω Σελήνη Σκορπίῳ μοίραις ζʹ· ἡ τριταία ἔσται Τοξότῃ μοίραις ζʹ. οὕτω γὰρ δέον ζητεῖν τὰς ἡμέρας, ἄλλως τε ἡ τοῦ Τοξότου ζʹ μοῖρα καθέστηκε τριταία ἡμέρα. ἡ δὲ ἑβδομαία εὑρεθήσεται
10πρὸς ἀποτελεσματογραφίαν ἐν τῇ τετραγώνῳ πλευρᾷ περὶ Ὑδροχόου μοίρας ζʹ· ἡ δὲ τεσσαρακοσταία περὶ Ταύρου μοίρας ζʹ. τινὲς δὲ ταῖς κατὰ γένεσιν Σελήνης μοίραις προστιθέασιν ρξʹ καὶ ἀπολύ‐ ουσιν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου. οἱ δὲ τὴν σεληνιακὴν γενεσια‐ κὴν μοῖραν παρὰ τὰς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας
15ἐπιπροσθέντες καὶ ψηφίσαντες τὴν Σελήνην ἐκεῖ λογίζονται. κα‐ θολικῶς οὖν σημειοῦνται τάς τε εὐτυχεῖς καὶ ἀτυχεῖς καὶ μέσας γενέσεις ἐκ τῆς τριταίας καὶ ἑβδομαίας καὶ τεσσαρακοσταίας· τούτων μὲν γὰρ τῶν τόπων θεωρουμένων ὑπὸ ἀγαθοποιῶν ἐν χρη‐ ματιστικοῖς τόποις καὶ μὴ ὑπὸ κακοποιῶν ὑπερευτυχεῖς καὶ με‐
20γάλας ἀποφαίνου, τῶν δὲ δύο ἐπιθεωρουμένων ὑπὸ ἀγαθοποιῶν τοῦ δὲ ἑτέρου ὑπὸ κακοποιῶν μέσας, τῶν δὲ τριῶν ὑπὸ κακοποιῶν μόνων τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων ἀτυχεῖς· ἐὰν δὲ ἀνα‐ μεμιγμένοι ὦσιν, μέσας λέγε. 〈ιϛʹ.〉 Ἀναβιβάζοντα ἀπὸ χειρὸς εὑρεῖν.
25 Ἀναβιβάζοντα δὲ ἀπὸ χειρὸς εὑρεῖν, τὰ πλήρη ἔτη ἀπὸ Αὐ‐ γούστου λαβὼν πολυπλασίασον ἐπὶ τὸν ιθʹ γʹ καὶ ἑκάστου μηνὸς Αἰγυπτίου ἀνὰ μοῖραν αʹ εʹ λεʹ, ἑκάστης δὲ ἡμέρας εʹ γʹ συνθεὶς ἀφαίρει τοῖς πρώτοις ἀνὰ τξʹ. τὸν δὲ καταλειπόμενον ἀριθμὸν ἀνωφερῶς ἀπὸ Καρκίνου δίδου ἑκάστῳ ζῳδίῳ ἀνὰ λʹ· καὶ ὅπου
30δἂν καταλήξῃ, ἐκεῖ ἔσται ὁ ἀναβιβάζων. οἷον Ἀδριανοῦ δʹ Φαμε‐29

30

νὼθ ιθʹ· τὰ ἀπὸ Αὐγούστου πλήρη ἔτη ρμηʹ· ταύτας ἐπὶ τὸν ιθʹ τρίτον γίνονται ͵βωξβʹ· καὶ ἀπὸ Θὼθ ἕως τοῦ Φαμενὼθ συνάγον‐ ται μοῖραι ιʹ· γίγνονται ὁμοῦ ͵βωοβʹ. αἱρῶ κύκλους ἐκ τούτων ζʹ ἀνὰ τξʹ· λοιπαὶ καταλείπονται τνβʹ. ταύτας ἀνωφερῶς ἀπὸ Καρ‐
5κίνου· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν ηʹ· ἔσται οὖν ὁ ἐκλειπτικὸς τόπος ἐνταῦθα, ὁ δὲ καταβιβάζων ἐν τῷ διαμέτρῳ. Σκοπεῖν οὖν δεήσει, ἐν τούτοις εἰ ἀγαθοποιοί εἰσι καὶ μά‐ λιστα τῷ ἀναβιβάζοντι· ἔσται γὰρ ἡ γένεσις εὔπορος καὶ πρα‐ κτική· κἂν μετρία εὑρεθῇ ἢ ἐν καθαιρέσει γινομένη, ἀναβιβασθή‐
10σεται καὶ ἐν δόξῃ γενήσεται. οἱ δὲ κακοποιοὶ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσιν. ἀπὸ δὲ τῶν σεληνιακῶν ἐποχῶν καὶ ἡμερησίων ὁ ἀναβιβάζων καὶ τὸ ζῴδιον τοῦ πλάτους οὕτως εὑ‐ ρίσκεται. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως δʹ ἔτει Ἀδριανοῦ Φαμενὼθ ιθʹ ἀπὸ ἐποχῆς ἕως γενεσιακῆς ἡμέρας γίνονται σδʹ·
15καὶ ἐποχῇ μὲν παράκεινται πλάτους μοῖραι ιβʹ ιηʹ καὶ εἰς τὰς σδʹ τοῦ πλάτους ιαʹ λζʹ, γίνονται κγʹ νεʹ· ταύτας ἐπὶ τὸν ιεʹ γίνονται τνηʹ μεʹ· ἀπολύω ἀπὸ Λέοντος κατὰ τὰ ἑξῆς· καταλήγει Καρκίνῳ κηʹ μεʹ. 〈ιζʹ.〉 Ἄλλως συντομώτερον.
20 Τὰς κγʹ νεʹ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ βʹ· ἕως οὖν Διδύμων γίνονται κβʹ, καὶ λοιπὰ αʹ νεʹ· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιεʹ· γίνονται κηʹ μεʹ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύ‐ ρου πάντοτε ἀνὰ μοῖραν αʹ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθʹ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις
25ἐστὶ Σκορπίου ζʹ· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν ηʹ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ τὸ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβʹ ιηʹ πολυπλασιάζω ἐπὶ τὸν ιεʹ· γίνονται ρπδʹ λʹ· ἀπολύω ἀπὸ Λέον‐
30τος· καταλήγει εἰς Ὑδροχόου δʹ λʹ. εἶτα τὰς τῆς ἡμερησίας ταῖς 〈σ〉δʹ παρακειμένας [μοίρας] πλάτους μοίρας ιαʹ λζʹ πολυπλασιάζω ἐπὶ τὸν ιεʹ. γίνονται ροδʹ ιεʹ. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δʹ λʹ ἀπέλυσα ἀπ’ αὐτοῦ· κατέληξε Καρκίνῳ κηʹ μεʹ. οὕτως καὶ
ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν τὸ ζῴδιον τοῦ πλάτους.30

31

〈ιηʹ〉. Περὶ εὑρέσεως βαθμῶν καὶ ἀνέμων τῆς Σελήνης. Τὸν δὲ βαθμὸν καὶ τὸν ἄνεμον οὕτως εὑρήσομεν. ἀπὸ Λέ‐ οντος ἕως Ζυγοῦ ἡ Σελήνη καταβαίνει βόρεια, ἀπὸ δὲ Σκορπίου ἕως Αἰγόκερω καταβαίνει νότια, ἀπὸ δὲ Ὑδροχόου ἕως Κριοῦ ἀνα‐
5βαίνει τὰ νότια, ἀπὸ δὲ Ταύρου ἕως Καρκίνου ἀναβαίνει τὰ βό‐ ρεια. οἱ δὲ βαθμοὶ εὑρίσκονται οὕτως. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιεʹ, τὸ δὲ ζῴδιον ἐπέχει μοίρας λʹ, ἐφέξει ἓν ἕκαστον ζῴδιον βαθμοὺς βʹ. ἀπὸ Λέοντος οὖν τὴν ἄφεσιν ποιούμενοι τοῦ πλάτους εὑρήσομεν τὸν βαθμόν. ἐπεὶ οὖν ἐν τῇ προκειμένῃ γε‐
10νέσει τὸ πλάτος εὑρέθη κγʹ νεʹ, [καὶ] ἀπολύσαντες ἀπὸ Λέοντος 〈ἀνὰ〉 μοίρας βʹ εὑρήσομεν Καρκίνου μοῖραν αʹ νεʹ. ἔγνωμεν ὅτι ἡ Σελήνη ἀναβαίνει τὰ βόρεια περὶ βαθμὸν τοῦ ἀνέμου ἕκτον. 〈ιθʹ〉. Ἱππάρχειον περὶ ψήφου Σελήνης ἐν ποίῳ ζῳδί. Εὗρον δὲ καὶ ἐν ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως.
15ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῷ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γʹ μὴ λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ αʹ, πρόσθες τʹ τῷ ἀριθμῷ· ἐὰν δὲ βʹ, κʹ· ἐὰν δὲ γʹ, μηδέν· ἄρτιος γὰρ ὁ ἀριθμός. εἶτα τὸ ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὼν καὶ τὰς ἡμέρας ἐπιπροσ‐
20θεὶς τῷ πρώτῳ ἀριθμῷ καὶ ἀφελών, ἐὰν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἐν ἀρχῇ ᾖ, ἀνὰ βʹ 𐅵ʹ, ἐὰν δὲ ἐν ὑστέραις, τὸ ἐπιβάλλον. ὅπου δ’ ἂν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη. Ὁμοίως δὲ τῷ αὐτῷ τρόπῳ τεθείσης γενέσεως τὴν ἡμέραν
25εὑρεῖν· τῷ ζητουμένῳ ἔτει τὴν πρόσθεσιν ἐπισυνθεὶς καὶ μερίσας ὡς πρόκειται εἰς τὸν γʹ καὶ τὸ ἥμισυ τῶν μηνῶν ἐπιπροσθεὶς σημειοῦ τὸν ἀριθμόν· εἶτα εἰκάσας τὸ ἀπὸ Ἡλίου διάστημα ἕως τῆς Σελήνης ὡς ἑκάστου ζῳδίου ἀνὰ βʹ γʹ σύγκρινε, τίς πλείων
ἀριθμός. ἐὰν γὰρ τὸ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα πλεον‐31

32

άζῃ, ἐκ τούτων ἀφελεῖς τὸν πρῶτον συναχθέντα ἀριθμόν, καὶ αἱ καταλειπόμεναι τὴν ἡμέραν δηλώσουσιν. ἐὰν δὲ ἥττους ὦσιν αἱ τοῦ διαστήματος, ἐπιπροσθεὶς αὐταῖς λʹ οὕτως ἀφαίρει τὸν προ‐ συναχθέντα ἀριθμόν. ἐὰν δὲ οἱ δύο ἀριθμοὶ ἀνὰ λʹ εὑρεθῶσιν,
5συνοδεύει ἡ Σελήνη τῷ Ἡλίῳ. Οἷον ἔτος γʹ Ἀδριανοῦ Ἀθὺρ κηʹ. τῷ γʹ ἔτει προσέθηκα τὰς ἐξ ἔθους τῷ βασιλεῖ προστιθεμένας βʹ· γίνονται εʹ· ἐμέρισα εἰς τὸ γʹ· 〈λοιπαὶ βʹ,〉 ἀνθ’ ὧν προσβάλλω κʹ· γίνονται κεʹ. καὶ τὸ ἥμισυ τῶν μηνῶν αʹ 𐅵ʹ καὶ τὴν κηʹ· γίνονται νδʹ 𐅵ʹ. ἀφαιρῶ τρια‐
10κοντάδα μίαν· λοιπαὶ κδʹ 𐅵ʹ· ἔσται ἡ Σελήνη ἀπὸ συνόδου τοσαύ‐ τας ἔχουσα ἡμέρας. ταύτας ἀπολύω ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου Τοξότου ἀνὰ β𐅵ʹ· καταλήγει ἡ Σελήνη Παρθένῳ τῇ προκειμένῃ ἡμέρᾳ. Τὴν δὲ ἡμέραν οὕτως· πάλιν τῷ γʹ ἔτει προσέθηκα τὰς βʹ
15καὶ ἐμέρισα παρὰ τὸν γʹ· λοιπαὶ βʹ. ἀνθ’ ὧν προσέθηκα κʹ καὶ τὸ ἥμισυ τῶν μηνῶν α𐅵ʹ, γίνεται κϛʹ 𐅵ʹ· εἶτα εἴκασα τὸ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα τουτέστιν ἀπὸ Τοξότου ἕως Παρθένου, ἡμερῶν κδʹ ἥμισυ. ἐπεὶ οὖν ἐκ τούτων οὐ δυνατὸν ἀφελεῖν τὰς κϛʹ ἥμισυ τὰς προσυναχθείσας, προσέθηκα αὐταῖς λʹ· γίνεται νδʹ
20ἥμισυ· ἐκ τούτων ἀφεῖλον κϛʹ ἥμισυ· λοιπαὶ κηʹ, αἵτινες τὴν γεν‐ νητικὴν ἡμέραν ἐδήλουν. [Ἑκάστῳ βασιλεῖ ὁ ἐξ ἔθους προστιθέμενος ἀριθμὸς ὁ ὑπο‐ τεταγμένος ἐκ καταγωγῆς τοιαύτης. Αὐγούστῳ αʹ καὶ ἐβασίλευσεν ἔτη μγʹ, γίνεται μδʹ· ἀφαιρῶ
25λʹ, λοιπαὶ ιδʹ. ταύτας Τιβερίῳ προστιθῶ καὶ τὰ τῆς βασιλείας Τιβερίου κβʹ, γίνεται λϛʹ· ἀφαιρῶ λʹ, λοιπαὶ ἕξ. ταῦτα Γαίῳ προστιθῶ, καὶ ἐκράτησε δʹ, γίνεται ιʹ. Κλαυδίῳ προσέθηκα καὶ ἐβασίλευσε ιδʹ, γίνεται κδʹ. ἐξ ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὰ εʹ. ταῦτα Νέρωνι· καὶ ἐβασίλευσε ιδʹ, γίνεται ιθʹ· πλή‐
30ρης οὖν ἡ ἐννεακαιδεκαετηρίς. καὶ αὕτη μὲν χρηματίζει † ἐὰν θῇ μὲν οὖν εἰς συμπλήρωσιν τῶν λʹ Οὐεσπασιανοῦ ιαʹ καὶ ἐβα‐
σίλευσε ιʹ, γίνεται καʹ· ἀφεῖλον ἐννεακαιδεκαετηρίδα. λοιπὰ βʹ.32

33

ταῦτα Τίτῳ· καὶ τὰ τῆς κρατήσεως γʹ, γίνεται εʹ. ταῦτα Δομε‐ τιανῷ· καὶ τὰ τῆς κρατήσεως ιεʹ, γίνεται κʹ. ἐξ ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὸν αʹ· ἔστιν ἡ τοῦ Νέρουα πρόσθεσις, καὶ ὃ ἐκράτησεν ἔτος αʹ, γίνεται βʹ. ταῦτα Τραϊανῷ, καὶ ἃ
5ἐκράτησε ιθʹ, γίνεται καʹ· ὑφαιρουμένης τῆς ἐννεακαιδεκαετηρίδος λοιπαὶ περιλείπονται βʹ, αἵτινές εἰσιν Ἀδριανοῦ, καὶ ἃ ἐκρά‐ τησεν εἴκοσι ἓν τῆς βασιλείας, γίνεται κγʹ· ἐξ ὧν ἀφαιρῶ ἐννεακαι‐ δεκαετηρίδα· λοιπαὶ δʹ Ἀντωνίνου. ὁμοίως προστιθῶ ἃ ἐκρά‐ τησεν ἔτη κγʹ, γίνεται κζʹ. ἀφ’ ὧν ἀφαιρῶ ιθʹ, λοιπὰ ηʹ. αὗται
10προστεθήσονται Ἀντωνίνῳ καὶ Λουκίῳ Κομμόδῳ καὶ ἃ ἐβα‐ σίλευσε λβʹ, γίνεται μʹ· ἀφ’ ὧν ἀφαιρῶ λʹ, λοιπὰ ιʹ Σεβήρου καὶ Ἀντωνίνου. καὶ ἐβασίλευσαν κεʹ, γίνεται λεʹ· ἐξ ὧν ἀφαιρῶ λʹ, λοιπὰ εʹ Ἀντωνίνῳ· καὶ ἐβασίλευσε δʹ, γίνεται θʹ Ἀλεξάν‐ δρῳ· καὶ ἃ ἐβασίλευσε ιγʹ, γίνεται κβʹ· ἐξ ὧν ἀφαιρῶ ἐννεακαι‐
15δεκαετηρίδα· λοιπὰ δʹ τῆς Μαξιμιανοῦ προσθέσεως καὶ ἃ ἐκρά‐ τησε γʹ, γίνεται ζʹ. καὶ Γορδιανοῦ ϛʹ καὶ Φιλίππου ϛʹ, γίνε‐ ται ὁμοῦ ιθʹ· πλήρης ἡ ἐννεακαιδεκαετηρίς.] 〈κʹ. Περὶ ψήφου Ἡλίου καὶ τῶν εʹ ἀστέρων.〉 Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενε‐
20θλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας ηʹ, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζʹ, τῷ Παχὼν ϛʹ, τῷ Παϋνὶ εʹ, τῷ Ἐπιφὶ δʹ, τῷ Μεσωρὶ γʹ. οἷον ἐν Φαωφὶ ϛʹ, προσέθηκα ηʹ· γίνονται ιδʹ· τοσούτων μοιρῶν ὁ Ἥλιος ἐν Ζυγῷ. Παχὼν ϛʹ καὶ ϛʹ· γίνεται ιβʹ· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.
25 Ἐπεὶ δέ τινες τῶν φιλομαθῶν περὶ τὴν τῶν ἀριθμῶν ἀγωγὴν προθυμότεροι καθίστανται, τούτοις ἀναγκαῖον ὑποτάξαι καὶ τοὺς λοιποὺς ἀστέρας ἀπὸ χειρός, ὅπως διὰ τῆς τοιαύτης τριβῆς ἡδεῖαν τὴν μοιρικὴν καὶ ἀκριβῆ διδασκαλίαν ἀναλαβόντες οὕτως καὶ τὴν τῶν μειζόνων αἱρέσεων διάκρισιν ποιήσωνται μετὰ πάσης προ‐
30θυμίας. Τὸν μὲν οὖν Κρόνον οὕτως ψηφιστέον· τὰ ἀπὸ Αὐγούστου
ἔτη πλήρη ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λʹ, τὰ δὲ περιλειπό‐33

34

μενα πολυπλασίασον ἐπὶ τὸν ιβʹ· καὶ ὁσάκις εἶ ἐκκεκρουκὼς τρια‐ κοντάδας, ἑκάστου κύκλου ἀναλάμβανε εʹ καὶ ἀπὸ Θὼθ ἑκάστου μηνὸς ἀνὰ αʹ, ἑκάστης δὲ ἡμέρας ἀνὰ λβʹ, καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Καρκίνου κατὰ τὸ ἑξῆς ἀνὰ λʹ· καὶ ὅπου δἂν κατα‐
5λήξῃ, ἐκεῖ ἔσται ὁ ἀστήρ. Τὸν δὲ Δία οὕτως. Τὰ ἀπὸ Καίσαρος πλήρη μέριζε παρὰ τὸν ιβʹ, τὰς δὲ καταλειπομένας πολυπλασίασον ἐπὶ τὸν ιβʹ καὶ συναναλάμβανε τούτοις, ὁσάκις ἂν ᾖς ἐκκεκρουκὼς δωδεκάδας, ἑκάστου κύκλου ἀνὰ αʹ καὶ ἑκάστου μηνὸς ἀνὰ αʹ καὶ ἑκάστης
10ἡμέρας εʹ θʹ· καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Ταύρου ἀνὰ ιβʹ ἑκάστῳ ζῳδίῳ. Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις 〈οὗ〉 ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λʹ, τὸν δὲ καταλειπό‐ μενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν
15μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσῃς, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν τὸ ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ βʹ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξʹ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἢ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ μοίρας εʹ. ὅπου δ’ ἂν καταλήξῃ, σημειωσάμενος τὸ ζῴδιον σκόπει τὸν Ἥλιον,
20ἐν ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῳδίου, ἐὰν δὲ κατώτερος, προπο‐ δίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύ‐ ναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μά‐
25λιστα δὲ ἡ Ἀφροδίτη. Τὴν δὲ Ἀφροδίτην οὕτως. τὰ ἀπὸ Καίσαρος ἕως οὗ ζη‐ τεῖς ἔτους ἀναλαβὼν μέριζε παρὰ τὸν ηʹ, τὸν δὲ καταλειφθέντα ἐντὸς τῶν ηʹ ἀριθμὸν σκόπει εἰ ἔχει ἐποχὴν στηριγμοῦ, κἀκείνῃ χρησάμενος ἀναλάμβανε τὸ πλῆθος τῶν ἡμερῶν ἕως τῆς ἐπιζητου‐
30μένης ἡμέρας, ἐάνπερ ἐπιδέχηται. εἰ δ’ οὖν, τῇ ὑπεράνω χρῶ, καθάπερ ἐπὶ τῆς Σελήνης· ἐὰν γὰρ πρὸ γενέσεως εὑρεθῇ ἡ ἐποχὴ αὕτη, χρηστέον· ἐὰν δὲ μετὰ τὴν γένεσιν, τῇ ὑπεράνω. συναθροί‐ σας δὲ τὸ κεφάλαιον καὶ ἀφελὼν τοῦ ζῳδίου τὴν ἐποχὴν ἀπόλυε ἑκάστου ζῳδίου μοίρας ρκʹ, τουτέστι τοῦ στηριγμοῦ τὰς λοιπὰς
35ἀπὸ τοῦ ἐχομένου ζῳδίου [ἀπὸ] τῆς ἐποχῆς ἀπόλυε, ἑκάστῳ ζῳ‐
δίῳ διδοὺς ἀνὰ κεʹ. ὅπου δ’ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται34

35

ἡ Ἀφροδίτη. αἱ δὲ ἐποχαὶ τῶν στηριγμῶν πρόδηλοι ἔσονται ἐκ τῶν περιλειπομένων ἐτῶν· ἐὰν περισσεύῃ οἷον αʹ γʹ δʹ ϛʹ ζʹ, στη‐ ρίζει· ἐὰν δὲ βʹ εʹ, ὁδεύει. ἡ οὖν πρώτη ἐποχὴ ἐφέξει Φαμενὼθ ιʹ Ταύρῳ, αἱ γʹ Φαωθὶ ιʹ Τοξότῃ, αἱ δʹ Παϋνὶ κβʹ Λέοντι, αἱ ϛʹ
5Τυβὶ ηʹ Ἰχθύσιν, αἱ ζʹ Μεσωρὶ ιδʹ Ζυγῷ· εἰς τὸ ηʹ ἔτος τὸν στη‐ ριγμὸν ἐπέχουσα. Τὸν δὲ τοῦ Ἑρμοῦ οὕτως [ψηφιζόμενον ἢ] ψηφιστέον. ἕως τῆς γεννητικῆς ἡμέρας ἀναλαβὼν καὶ ταύταις ἐπιπροσθεὶς πάν‐ τοτε ἔξωθεν ρξβʹ καὶ συγκεφαλαιώσας, ἐὰν ᾖ ὑπὲρ τὰς τξʹ, ἀφε‐
10λὼν κύκλον τὰς λοιπὰς ἀπόλυε ἀπὸ Κριοῦ ἑκάστῳ ζῳδίῳ διδοὺς ἀνὰ λʹ, καὶ ὅπου δἂν καταλήξῃ, ἐκεῖ ὁ ἀστήρ. πάντοτε μὲν οὖν ἔγγιστα τοῦ Ἡλίου αὐτὸν ποίει. οἷον ἐν ἀρχῇ ἦν τοῦ ζῳδίου ὁ Ἥλιος, ἐν τῷ ὄπισθεν αὐτὸν δυνατὸν εὑρεθῆναι· ἐὰν δὲ ἐπὶ τέλει, ἐν τῷ ἑξῆς ζῳδίῳ.
15 Ἔστω δὲ ἐπὶ ὑποδείγματος ιγʹ Τραϊανοῦ Φαμενὼθ ιηʹ· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ρληʹ. ἐκ τούτων ἀφεῖλον δʹ τριακον‐ τάδας, ἀνθ’ ὧν ἀναλαμβάνω ἑκάστου κύκλου ἀνὰ εʹ, γίνονται κʹ· τὰς δὲ περιλειφθείσας ιηʹ πολυπλασιάζω ἐπὶ τὸν ιβʹ, γίνονται σιϛʹ· καὶ ἀπὸ Θὼθ ἕως Φαμενὼθ ἑκάστου μηνὸς ἀνὰ αʹ, γίνον‐
20ται ζʹ· ὁμοῦ πᾶσαι σμγʹ. ἔπειτα ταύτας ἀπολύω ἀπὸ Καρκίνου ἀνὰ λʹ, καταλήγει ἐν Ἰχθύσιν· ἐκεῖ Κρόνος. —Πάλιν ρληʹ ἐμέρισα εἰς τὰς ιβʹ, ιαʹ καὶ λοιπὰ ϛʹ· ταῦτα δωδεκάκις γίνονται οβʹ, καὶ ἑκάστου ἐκκρουσθέντος κύκλου ἀνὰ αʹ, γίνονται ιαʹ, καὶ τῶν μη‐ νῶν ζʹ, γίνονται Ϟʹ· ταύτας ἀπὸ Ταύρου ἀνὰ ιβʹ. καταλήγει Τοξότῃ·
25ἐκεῖ Ζεύς. —Εἶτα τὸν Ἄρεα οὕτως· ἀπὸ Καίσαρος ἕως τοῦ ζη‐ τουμένου ἔτους γίνονται ρλθʹ, ἐκ τούτων λʹ ἀφεῖλον τετράκις, λοι‐ παὶ ιαʹ. ἐπεὶ οὖν ὁ περιλειφθεὶς ἀριθμὸς ἄνισος εὑρέθη, ἔγνων ὅτι τὴν ἄφεσιν ἀπὸ Ζυγοῦ δεῖ με ποιῆσαι. ταύτας οὖν ἐδίπλωσα, γίνονται κβʹ, καὶ ἑκάστου μηνὸς ἕως Φαμενώθ, γίνονται ιζʹ, ὁμοῦ
30πᾶσαι λθʹ· ἐμέρισα ταύτας. ἀπολύω ἀπὸ Ζυγοῦ διδοὺς ἑκάστῳ ζῳδίῳ ἀνὰ εʹ, καταλήγει Ταύρῳ· ἐκεῖ Ἄρης. —Τὴν δὲ Ἀφροδί‐ την οὕτως. ρλθʹ ἐμέρισα παρὰ τὸν ηʹ, λοιπαὶ γʹ, αἳ σημαίνουσι στηριγμόν, ἐποχὴν δὲ Φαωθὶ ιʹ Τοξότῃ. παραλαμβάνω τὰς λοι‐ πὰς τοῦ Φαωθὶ κʹ, ἀπὸ δὲ Ἀθὺρ ἕως Μεχὶρ ρκʹ καὶ τοῦ Φαμε‐
35νὼθ τὰς ιηʹ, γίνονται ὁμοῦ ρνηʹ. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγ‐35

36

μοῦ καὶ τοῦ Τοξότου ρκʹ, λοιπὰ ληʹ, ἃ ἀπολύω ἀπὸ Αἰγοκέρωτος ἀνὰ κεʹ· καταλήγει Ὑδροχόῳ· ἐκεῖ Ἀφροδίτη. Ἐπειδὴ δὲ δοκεῖ πολλὴ περὶ τὴν γένεσιν ὑπάρχειν **, καὶ ἐπὶ ἑτέρας γενέσεως ἐκθήσομαι. Ἀδριανοῦ δʹ Ἀθὺρ λʹ, τὰ ἀπὸ Αὐ‐
5γούστου γίνονται ρμηʹ· ἃ ἐμέρισα παρὰ τὸν ηʹ, λοιπὰ δʹ, αἳ ση‐ μαίνουσιν ἐποχὴν Παϋνὶ κβʹ Λέοντι. ἐπεὶ οὖν οὐ χρηματίζει αὕτη ἡ ἐποχὴ διὰ τὸ ὑπὲρ τὴν γένεσιν εὑρεθῆναι, ἀνατρέχω εἰς τὴν ἀνωτέραν, ἥτις ἐστὶ τρίτη Φαωθὶ ιʹ Τοξότῃ. λαμβάνω τὰς λοι‐ πὰς κʹ τοῦ Φαωφὶ καὶ ἀπὸ Ἀθὺρ ἕως Μεσωρὶ τʹ καὶ ἐπαγομέ‐
10νων εʹ· γίνονται τκεʹ τοῦ προεληλυθότος ἔτους καὶ αὐτοῦ τοῦ κα‐ ταγομένου ἔτους ἀπὸ Θὼθ ἕως λʹ Ἀθὺρ Ϟʹ, γίνονται αἱ πᾶσαι υιεʹ. ἐκ τούτων ἀφαιρῶ τοῦ στηριγμοῦ καὶ τοῦ ζῳδίου Τοξότου ρκʹ, λοι‐ παὶ σϞʹ εʹ. ταύτας ἀπὸ Αἰγοκέρωτος ἀνὰ κεʹ, καταλήγει Τοξότῃ κʹ· ἐκεῖ ὁ ἀστήρ. —
15 Ἄλλως. Ἀδριανοῦ δʹ Μεχὶρ ιγʹ, ἀπὸ Αὐγούστου ρμθʹ. παρὰ τὸν ηʹ, λοιπαὶ εʹ, αἳ οὔτε ἐποχὴν οὔτε στηριγμὸν σημαίνουσιν· ἀνατρέχω εἰς τὴν ἐπάνω ἐποχήν, ἥτις ἐστὶ Παϋνὶ κβʹ Λέοντι· ἀνα‐ λαμβάνω τὰς λοιπὰς ηʹ τοῦ Παϋνὶ καὶ Ἐπιφὶ καὶ Μεσωρὶ καὶ ἐπαγομένας εʹ, γίνονται ογʹ· καὶ τοῦ καταγομένου ἔτους ἀπὸ Θὼθ
20ἕως Μεχὶρ ιγʹ, γίνονται ρξγʹ· γίνονται σλϛʹ. ἐκ τούτων ἀφαιρῶ στηριγμοῦ καὶ ζῳδίου Λέοντος ρκʹ, λοιπαὶ ριϛʹ· ταύτας ἀπὸ Παρ‐ θένου ἀνὰ κεʹ, καταλήγουσιν Αἰγοκέρωτι μοίραις ιϛʹ. ἐκεῖ ἡ Ἀφροδίτη. Ὁμοίως ἐπὶ τῆς αὐτῆς γενέσεως καὶ τὸν Ἑρμῆν οὕτως ἐψή‐
25φισα· ἔλαβον τὰς ἀπὸ Θὼθ ἕως τῆς ιγʹ τοῦ Μεχὶρ ρξγʹ καὶ ἔξω‐ θεν προσέθηκα ρξβʹ, ὁμοῦ τκεʹ· ταύτας ἀπέλυσα ἀπὸ Κριοῦ ἀνὰ λʹ, κατέληξεν κεʹ Ὑδροχόου· ἔνθα ὁ ἀστήρ.
29Ἡλίου τὸ μὲν δεύτερον καὶ τὸ ϛʹ καὶ τὸ ιβʹ καλόν, τὸ δὲ ζʹ
30καὶ δʹ σαπρόν. Σελήνης τὸ γʹ καὶ τὸ ηʹ καὶ τὸ θʹ σαπρόν, τὸ δὲ εʹ καὶ ιαʹ καὶ ιβʹ καλόν. Κρόνου τὸ δʹ καὶ τὸ ιʹ σαπρόν, τὸ δὲ ϛʹ καὶ ηʹ καὶ ιβʹ καλόν. Διὸς τὸ γʹ τὸ θʹ τὸ ιʹ καὶ τὸ ιαʹ καλόν,
τὸ δὲ δʹ καὶ ζʹ σαπρόν. Ἄρεως τὸ γʹ τὸ δʹ καὶ τὸ θʹ καλόν, τὸ36

37

δὲ ζʹ καὶ ιʹ σαπρόν. Ἀφροδίτης τὸ γʹ καὶ ζʹ καὶ ηʹ καλόν, τὸ εʹ σαπρόν. Ἑρμοῦ τὸ βʹ τὸ εʹ τὸ ιαʹ σαπρόν, τὸ δὲ ζʹ καὶ ηʹ καὶ θʹ καλόν. Τὰ δὲ λοιπὰ ἑκάστου ἀστέρος ἀνώμαλα. Γινόμενοι ἐν τούτοις τοῖς προειρημένοις τόποις οἱ ἀστέρες
5κατὰ τὰς ἐμβάσεις καὶ μάλιστα τῶν χρόνων δεσπόζοντες ἐν χρη‐ ματιστικοῖς τόποις καὶ ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυρού‐ μενοι ἔσονται ἀγαθῶν ἢ κακῶν δοτῆρες, καθὼς ἐὰν πλεονάσωσιν· ἐὰν δὲ ὁμοῦ, ἀναμεμιγμένα τά τε φαῦλα καὶ τὰ ἀγαθὰ γενήσεται κατὰ τὴν ἑκάστου γένεσιν. ὅθεν παρατηρεῖν ἀεὶ κατὰ τὰς παρό‐
10δους ἀναγκαῖον τοὺς τόπους πρὸς τὰς ἐπιδιακρίσεις τῶν χρόνων. 〈καʹ. Περὶ συμπαρουσίας καὶ συγκράσεωσ. Ὑποτάξωμεν δὲ καὶ τὰς συμπαρουσίας καὶ συγκράσεις ἑκάστου ἀστέρος. Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι
15πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἱ‐ κονομικούς, φιλολόγους. Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέ‐ σεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας
20ἐπάγουσι, δόλους καὶ ἐπιβουλὰς καὶ κακοποιΐας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἢ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ἀγαθο‐ ποιῶν μαρτυρηθέντες ἐπισήμους καὶ λαμπρὰς γενέσεις κατασκευά‐ σωσιν· ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύ‐ νους ἢ προδοσίας.
25 Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολὰς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γρα‐ πτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέ‐ τους, πολυπείρους καὶ πολυΐστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς τὸ θεῖον, δυσσυ‐
30νειδήτους.
Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις,37

38

εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς, συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ’ ἐπί τινας χρόνους· εἶθ’ οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκὰς ποιουμένους καὶ
5βλάβαις ἢ κρίσεσι περιπίπτοντας. Κρόνος μὲν οὖν καὶ Σελήνη ὠφέλιμοι, περιποιητικοὶ κτημά‐ των θεμελίων ναυκληρίας καὶ ἐκ θανατικῶν εὐεργετικοί, μάλιστα ἐπὰν ἡ Σελήνη τὸν ἐξ ἀνατολῆς δρόμον ποιουμένη τύχῃ καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται· μειζόνων γὰρ συστάσεις καὶ δωρεὰς καὶ
10ἐχθρῶν καθαιρέσεις ἀποτελεῖ. πλὴν ἀβεβαίους τῇ κτήσει, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἐπιλύπους διά τινας χω‐ ρισμοὺς καὶ μίση καὶ πένθη. ἐπάγουσι δὲ καὶ σωματικὰ πάθη καὶ καταπτώσεις αἰφνιδίους καὶ ἡγεμονικῶν τόπων ἢ νεύρων ἀλ‐ γήσεις καὶ ἀναγκαίων προσώπων θανάτους.
15 Κρόνος μὲν οὖν καὶ Ἥλιος ἀσύμφωνοι, μετὰ φθόνων τὰς κτήσεις καὶ τὰς φιλίας παρεχόμενοι καὶ ἀφαιρούμενοι· ὅθεν 〈οἱ〉 ὑπὸ τὴν τοιαύτην στάσιν γεννηθέντες ἔχθρας λαθραίας πρὸς μεί‐ ζονα πρόσωπα 〈καὶ〉 ἀπειλὰς ὑπομένοντες καὶ ὑπό τινων ἐπιβου‐ λεύονται καὶ ἐπιφθόνως μέχρι τέλους τὸν βίον διάξουσιν. ὑπο‐
20κριτικῶς δὲ φερόμενοι τῶν πλείστων περιγίνονται, πλὴν οὐκ ἄπο‐ ροι καθίστανται, ἐπιτάραχοι δὲ καὶ ἀνεξίκακοι, ἐγκρατεῖς περὶ τὰς τῶν αἰτίων ἐπιφοράς. Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦ‐ σιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμω‐
25μένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἐν ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύ‐ σιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπερ‐ γάζεται.
30 Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἢ τέκνων εὐεργετουμένους καὶ δωρεῶν [ἢ] καὶ τιμῶν καταξιουμένους, χρηματοφύλακας ἢ πολλὰ δανειστικοὺς ἢ πιστευομένους καὶ θη‐
35σαυρῶν εὑρετάς, εὐχρηματίστους.38

39

Ζεὺς 〈καὶ〉 Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασι‐ λέων φίλους, στρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, ἐν δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ
5τῶν κτηθέντων ἀποβολὰς ποιουμένους. Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμου σωμάτων δε‐ σποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμμα‐ τηφορίας χρυσοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους,
10ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι. Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰ‐ κονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειρισμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ ἐν παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψω‐
15νίων καταξιουμένους. ἐὰν δέ πως καὶ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφε‐ λουμένους δανειστικούς. Ἀφροδίτη καὶ Ἥλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δο‐ τῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ
20καταγραφάς, καὶ περὶ τὰς ἐπιβολὰς εὐεπιτεύκτους· ἔσθ’ ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δύ‐ σιν τύχῃ ὁ ἀστήρ.
25 Ἀφροδίτη καὶ Σελήνη ἀγαθοὶ μὲν περὶ τὰς δόξας καὶ τὰς περικτήσεις καὶ περὶ τὰς τῶν πραγμάτων ἀφορμάς, περὶ δὲ τὰς συμβιώσεις καὶ φιλίας καὶ συναρμογὰς ἄστατοι, ἀντιζηλίας καὶ ἔχθρας ἐπιφέροντες καὶ συγγενικῶν ἢ φίλων κακουργίας ἢ ταραχάς· ὁμοίως δὲ καὶ εἰς τὸν περὶ τέκνων ἢ σωμάτων τόπον οὐκ ἀγα‐
30θοὶ ἀπαραμόνους τε τὰς κτήσεις παρεχόμενοι καὶ ψυχικὰς ἀνίας ἐπάγοντες. Ἀφροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφί‐ λους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαφόρους ταῖς
35μίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπι‐ βόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, [οὔτε]
περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους39

40

ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυ‐ κῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας. Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς
5ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σω‐ φροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ ἐν μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους
10περὶ τὰς συμβολάς. Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποι‐ κίλους δὲ καὶ ἐγκρατεῖς καὶ ἐν δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυ‐ ΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυ‐
15δείλους, γενναίως τὰ καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ἐν ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπό‐ ρους, ἀναβιβάζοντας δὲ κατὰ 〈τὴν〉 τῆς γενέσεως ὑπόστασιν. Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρε‐ νικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύ‐
20ναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμό‐ νους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς τὸ μέλλον ** γενναίους πρὸς τὰ φαῦλα, ἀνωμάλους δὲ [καὶ] περὶ τὸν βίον.
25 Ἑρμῆς καὶ Ἄρης οὐκ ἀγαθοί, ἔχθρας κρίσεις ἐναντιώματα κα‐ κοτροπίας προδοσίας ἀποτελοῦντες ἀπό τε κρειττόνων ἢ ὑποτακ‐ τικῶν ἀδικουμένους· τινὰς μὲν οὖν ἀθλητικοὺς στρατιωτικοὺς ἢ καθηγεμόνας εὐεργετικοὺς περιέργους ποικίλως τὸν βίον περιερχο‐ μένους· γίνονται δὲ ἐν πλαστογραφίαις νοσφισμῶν ἁρπαγῆς συλή‐
30σεως χάριν, ἐγγύαις τε καὶ δάνεσι περιπίπτοντες περιβοησίας ἢ κρυβὰς ἀναδέχονται. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, ἐν αἰτίαις γενόμενοι ἢ συνοχαῖς τῶν κτηθέντων ἀποβολὰς ἢ ἀφαιρέσεις ὑπο‐ μένουσιν. Ἥλιος καὶ Σελήνη ἀγαθοί· συστάσεις γὰρ μειζόνων καὶ δόξας
35περιποιοῦσι κτήσεις τε θεμελίων καὶ κτημάτων καὶ χρημάτων καὶ
κόσμου καὶ πρὸς τὰς ἐπιβολὰς τῶν πραγμάτων εὐεπιτεύκτους καὶ40

41

ἐπωφελεῖς. ἐὰν δὲ 〈ἡ〉 ὑπόστασις μεγάλη εὑρεθῇ, γίνονται ἀρχι‐ κοὶ πόλεων, πραγμάτων προϊστάμενοι, ὄχλων προεστῶτες, εὐφαν‐ τασιώτατοι δωρηματικοὶ ἡγεμονικοὶ τυραννικοὶ ἀνυπότακτοι βασι‐ λικὸν σχῆμα κεκτημένοι ἢ ἀπὸ μετρίας τύχης ἀναβιβαζόμενοι καὶ
5εὐδαίμονες γινόμενοι μακαρίζονται· πλὴν ἀνεπίμονον τὸ ἀγαθὸν τοῖς τοιούτοις ὑπάρχει διὰ τὸ τῆς Σελήνης μειωτικὸν σχῆμα. 〈κβʹ. Περὶ σχηματισμῶν κατὰ πλείους.〉 Κρόνος Ζεὺς καὶ Ἥλιος ἀνώμαλοι καὶ ἀβέβαιοι εἴς τε τὰς περικτήσεις καὶ τὰς φιλίας καὶ τὰς λοιπὰς τῶν πραγμάτων ἐπι‐
10βολάς· τῶν γὰρ περικτηθέντων ἀποβολὰς ποιοῦσι καὶ ἐπιφθόνοις αἰτίαις περιπίπτοντας, καὶ ἐξ ἀδοκήτων ἢ νεκρικῶν ὠφελείας ἐν‐ δειξάμενοι καὶ τῇ δόξῃ προσαυξήσαντες καθαιρέσεις ἢ αἰτίας ἀπεργάζονται αἰφνιδίους τε κινδύνους καὶ ἐπιβουλάς· ἀποτελοῦσι δὲ καὶ προστασίας ἢ ἐπιτροπὰς ἀλλοτρίων πραγμάτων φορολογίας
15τε ἢ μισθώσεις, ὧν χάριν ἢ ταραχὰς ἢ κρίσεις ὑφίστανται, καὶ τὴν ὑπόστασιν ἀνώμαλον ἢ ἐπίφοβον κατασκευάζουσι. Κρόνος Ζεὺς Σελήνη σύμφωνοι, δόξας καὶ ὠφελείας περι‐ ποιοῦντες καὶ συστάσεις μειζόνων καὶ δωρεάς· γίνονται δὲ ἐν ξενι‐ τείαις καὶ ἐπὶ ξένης ἢ ἀπὸ ξένων τὰς τῶν πράξεων κατορθώσεις
20ποιοῦνται οὐ μόνον ἰδίων ἀλλὰ καὶ ἀλλοτρίων πραγμάτων· εὐεργε‐
τοῦνται δὲ καὶ ἀπὸ θηλυκῶν καὶ ἐν περικτήσει γενόμενοι θεμε‐41

42

λίων καὶ χωρῶν δεσπόζουσι· τινὲς μὲν οὖν καὶ ναύκληροι γενό‐ μενοι τῷ βίῳ προσηύξησαν, ἢ ὅσα δι’ ὑγρῶν συνίστανται μεταχειρι‐ σάμενοι διῳκονόμησαν τὸν βίον. Κρόνος Ζεὺς Ἄρης συγκράσεις ἀγαθῶν ἀποτελοῦσι· τινὰς
5μὲν οὖν ἐνδόξους, ἀρχιερατικούς, ἡγεμονικούς, ἐπιτροπικούς, ὄχλων καὶ χωρῶν προεστῶτας ἢ στρατιωτικῶν πραγμάτων, κελεύοντας καὶ ἐνακουομένους, οὐ τοσοῦτον τῇ περὶ τὸν βίον φαντασίᾳ κε‐ κοσμημένους, ἐναντιώμασι δὲ καὶ κατηγορίαις καὶ βιαίοις πράγμασι περικυλιομένους καὶ ἐπιφόβως διάγοντας. τινὰς δὲ καὶ τῇ περὶ
10τὸν βίον ὑπάρξει κεκοσμημένους καὶ κτημάτων καὶ θεμελίων δεσπό‐ ζοντας καὶ ἀπὸ νεκρικῶν ὠφελουμένους, περὶ δὲ τὴν δόξαν ἥττο‐ νας· ὅθεν παρὰ τὰς τοποθεσίας καὶ τὰς τῶν ζῳδίων ἐνεργείας τὰ πράγματα κριθήσεται. Κρόνος Ζεὺς Ἀφροδίτη ἀγαθοὶ καὶ ὠφέλιμοι περὶ τὰς
15πράξεις, περικτητικοί, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἀποτε‐ λοῦντες, καὶ φιλίας καὶ προβιβασμοὺς ἀπό τε νεκρῶν εὐεργεσίας, περὶ δὲ τὰς συνηθείας ἐπιψόγους καὶ ἐπιφθόνους καὶ ἀνωμάλους περὶ συναρμογάς, ψύξεις κατὰ καιρὸν ὑπομένοντας καὶ ἔχθρας ἢ κρίσεις. πλὴν φιλοσυνήθεις καὶ εὐσυμβιώτους, καινοτέραις καὶ
20πολλαῖς ἡδομένους φιλίαις, εἰς δὲ τὸν περὶ τέκνων λόγον καὶ σω‐ μάτων οὐ διὰ παντὸς εὐσταθοῦντας οὐδὲ ἀλύπως ὑπομένοντας. Κρόνος Ζεὺς Ἑρμῆς συσχηματιζόμενοι πρακτικοὺς ἀπο‐ τελοῦσιν, οἰκονομικούς, πιστούς, προεστῶτας ὄχλων, κελεύοντας καὶ ἐνακουομένους, χρημάτων χειριστὰς καὶ λόγων ἢ ψήφων διευθυν‐
25τάς. οἱ δὲ τοιοῦτοι τὸ ἐλευθέριον καὶ ὑποκριτικὸν ἦθος κεκτη‐ μένοι ὅτε μὲν κακοῦργοι καὶ πανοῦργοι φαίνονται, ὅτε δὲ ἀγαθοὶ καὶ καλοί· ἀλλοτρίων ἐπιθυμηταὶ γενήσονται καὶ [παραινέκται ἢ] πλεονέκται, ὧν χάριν ταραχὰς ἢ κρίσεις ὑπομενοῦσιν καὶ χρεωστίας καὶ περιβοησίας ὀχλικάς. ὅτε δὲ τῇ περὶ τὴν πρᾶξιν εὐημερίᾳ καὶ
30πίστει φερόμενοι ὠφελείας μὲν ἀναδέξονται καὶ ἀπὸ μειζόνων δω‐ ρεῶν καὶ τιμῶν καταξιωθέντες καὶ εὐμετάδοτον σχῆμα κτησάμενοι ἰδίους καὶ ἀλλοτρίους εὐεργετήσουσι, μυστηρίων δὲ καὶ ἀλλοτρίων πραγμάτων μεθέξουσι καὶ τὰ λοιπὰ περίεργοι ἐννοηματικοὶ ἔσον‐
ται εἰς ἀφέλειαν τὸν τρόπον ἐμφαίνοντες.42

43

Κρόνος Ἄρης καὶ Ἥλιος βιαίων καὶ ἀλλοτρίων καὶ ἐπι‐ κινδύνων πραγμάτων δηλωτικοί· θρασεῖς γὰρ καὶ ἁδρεπιβόλους περὶ τὰς πράξεις ἀποτελοῦσι, κακούργους ἀθέους, προδότας, ἀνυ‐ ποτάκτους, μισοϊδίους, τῆς ἰδίας χωριζομένους μετὰ δὲ ἀλλοφύλων
5ἀναστρεφομένους, ἐν ἐπηρείαις καὶ κινδύνοις γινομένους, ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις ὑπομένοντας ἢ ἐμπρησμῶν φόβους, ἐπιμόχθους περὶ τὰς ἐγχειρήσεις, μὴ φυλάσσοντας τὰ περικτώ‐ μενα, ἀλλοτρίων ἐπιθυμητάς, ἐκ κακῶν πορίζοντας, ἐκτὸς εἰ μὴ στρατιωτικὸν ἢ ἀθλητικὸν τὸ σχῆμα τύχῃ· καὶ οὕτω μὲν ἐπίμο‐
10χθον, πλὴν οὐκ ἄπρακτον. Κρόνος καὶ Ἄρης καὶ Σελήνη παραβόλους μὲν εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ γενναίους ἀποτελοῦσι, δυσεπιτεύκτους δὲ περὶ τὰς πράξεις καὶ ἐναντιώμασι περιτρεπομένους καὶ βιαίοις πράγμασι. γίνονται γὰρ βίαιοι, φιλέρημοι, κακοῦργοι, ἅρπαγες,
15τρόπον λῃστρικὸν ἔχοντες, ἔν τε ἀπολογίαις ἢ κρίσεσι περιπίπτον‐ τες, συνοχῶν δὲ καὶ καταιτιασμῶν πεῖραν λαμβάνοντες, εἰ μή πως φιλοπάλαιστρος ἢ φίλοπλος ἡ γένεσις τύχοι, ἵνα διὰ τῆς κατοχῆς ταύτης τὸ τῆς συνοχῆς σχῆμα πληροφορηθῇ· τινὲς μὲν οὖν καὶ ἐπισινεῖς ἢ ἐμπαθεῖς γενόμενοι βίαιον τὸ τέλος ἐφέξουσι.
20 Κρόνος Ἄρης Ἀφροδίτη περὶ μὲν τὰς πράξεις καὶ τὰς φιλίας ἢ συναλλαγὰς κατ’ ἀρχάς εἰσιν ἐπιτήδειοι, ὠφελείας δόξας καὶ συστάσεις ἀποτελοῦντες· ἐξ ὑστέρου δὲ ἐπιτάραχοι καὶ ἐπί‐ δικοι καθίστανται διά τινας ἀντιζηλίας καὶ προδοσίας, ὧν χάριν καταιτιασμοὺς μὲν ποιοῦνται καὶ ἔχθρας πρός τε ἀρρενικὰ καὶ
25θηλυκὰ πρόσωπα ὑπομένουσι καὶ ψόγοις ἐπαίσχροις ἢ μοιχείαις περιτρέπονται καὶ περιβοησίας καὶ δειγματισμοὺς ἀναδέχονται· τινὲς μὲν οὖν ἀθεμίτοις μίξεσι καὶ ἀδιαφόροις ἀνεπιστρεπτοῦσι, συνίστορες δὲ ἢ ἐπίβολοι κακουργιῶν ἢ φαρμακειῶν γινόμενοι φόβον οὐ τὸν τυχόντα ὑπομενοῦσιν.
30 Κρόνος Ἄρης Ἑρμῆς κακουργίας καὶ δόλους ἀποτελοῦσι κρίσεις τε καὶ ταραχάς, γραπτῶν ἢ μυστικῶν χάριν πραγμάτων ἐγγύαις τε ἢ δάνεσι περιτραπέντες ἀγῶνας οὐ τοὺς τυχόντα ὑπομένουσι καὶ καθαιρέσεις. ἄλλως τε δριμεῖς καὶ εὐσυνέτους
περὶ τὰς πράξεις ἀποτελοῦσι, ποικίλως τὸν βίον διερχομένους καὶ43

44

ὑπό τινων κακολογουμένους διά τινας βιαίους ἢ παρανόμους πρά‐ ξεις· ἔσθ’ ὅτε μὲν οὖν καὶ πράξεων ἐπιμόχθων ἢ ἐπικινδύνων ἐντὸς γινομένοι καὶ ἐνδείαις περιπίπτοντες τὴν ἰδίαν μέμφονται τύχην καὶ εἰς θεοὺς βλασφημοῦσιν ἢ ἐπίορκοι καὶ ἄθεοι καθίσταν‐
5ται. ἐὰν δὲ καὶ ἀνοικείως πέσωσιν οἱ ἀστέρες, καὶ καταιτιασμοὺς καὶ συνοχὰς ποιοῦσιν. ἐὰν δὲ ἐν χρηματιστικοῖς τόποις ἢ ἰδίοις τύχωσι, τοὺς ὑπὲρ ἑτέρων ἀγῶνας ἀναδεχόμενοι τῶν πλείστων καθυπερτερήσουσιν ἢ καὶ ἀπὸ λόγων ἢ ψήφων ἢ στρατειῶν ὠφε‐ ληθέντες τῷ βίῳ προσαυξήσουσι.
10 Κρόνος Ἀφροδίτη Ἥλιος συστάσεων μεγάλων καὶ τιμῶν καὶ πράξεων δηλωτικοί, δόξης τε καὶ προφανείας καὶ προστασίας ὀχλικῆς αἴτιοι· ἀπαράμονοι δὲ πρός τε τὴν κτῆσιν καὶ πρὸς τὰ λοιπὰ ὑπάρχουσιν καὶ εἰς ἀνωμαλίας περιτρέπουσι καὶ τὰς φιλίας διαλύουσιν καὶ τοῦ βίου μειώσεις ἀπεργάζονται καὶ δειγματισμοὺς
15ἢ ζημίας ἕνεκεν θηλυκῶν προσώπων, μυστικῶν τε πραγμάτων προδοσίας, περὶ δὲ τὰς μίξεις καὶ τὰς συνουσίας ἀστάτους καὶ ἀδιαφόρους. Κρόνος Ἀφροδίτη Σελήνη ἀνωμαλίας καὶ ἀστασίας βίου ἐπάγουσι καὶ μάλιστα εἰς τὸν περὶ γυναικὸς καὶ μητρὸς καὶ τέκνων
20τόπον. κακοηθείας γὰρ καὶ ἀχαριστίας ἐπιφέρουσι, ἔτι δὲ ἀντι‐ ζηλίας καὶ στάσεις, χωρισμούς, ψόγους, δειγματισμούς, ἀθεμίτους μίξεις· περὶ δὲ τὰς πράξεις οὐκ ἀπόρους, εὐεπινοήτους δὲ καὶ ἐν περικτήσει γινομένους, ἀπὸ νεκρικῶν ὠφελουμένους, πλὴν οὐ φυ‐ λάσσοντας, ἐπιβουλευομένους δὲ ὑπὸ πολλῶν ἢ καὶ αὐτοὺς συνί‐
25στορας κακουργίας ἢ φαρμακείας, παραινέτας δὲ γυναικῶν. Κρόνος Ἀφροδίτη Ἑρμῆς συνετούς, νοεροὺς καὶ περὶ τὰς τῶν πράξεων ἀφορμὰς εὐφυεῖς καὶ εὐεπιβόλους ἀποτελοῦσιν, ἀπαραμόνους δὲ καὶ ψύχοντας τὰς πρώτας πράξεις καὶ ἑτέρων ἐπιθυμητάς, πολυΐστορας, περιέργους, ποικίλους, ἰατρικούς, ἡδο‐
30μένους τῇ καινότητι καὶ μεταβολῇ καὶ ξενιτείᾳ. ἐὰν δὲ τούτων οὕτως ὄντων τὸ σχῆμα κακωθῇ ἢ καὶ ἐπιθεωρήσῃ Ἄρης, ἕνεκεν φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἢ θανατικῶν προφάσεων τα‐ ραχαῖς καὶ κρίσεσι περιπίπτουσιν ἢ καὶ ἐκ γυναικῶν ὑπομείναντες ἀδικίας μείωσιν βίου καὶ κακωτικὰς αἰτίας ἀναδέχονται. καθόλου
35εἰς τὸν περὶ γυναικὸς τόπον καὶ τέκνων καὶ σωμάτων ἀβέβαιοι καὶ ἐπίλυποι γενήσονται.
Ζεὺς Ἥλιος Σελήνη ἐνδόξους, λαμπρούς, πολυγνώστους44

45

ἀποτελοῦσι, δημοσίων πολιτικῶν βασιλικῶν πραγμάτων προεστῶ‐ τας, ἡγεμονικούς, στραταρχικούς, ἀνυποτάκτους, τυράννους, ἐπιφθό‐ νους δὲ καὶ κακολογουμένους καὶ ὑπό τινων προδιδομένους, μισοϊ‐ δίους, εὐμετανοήτους, ποικίλους καὶ ἀστάτους ταῖς γνώμαις, ὑψαύ‐
5χενας, ὑπὲρ ἑαυτοὺς φρονοῦντας καὶ ἐν ὑψοταπεινώμασι γινομένους, τῇ δὲ περὶ τὸν βίον φαντασίᾳ συγκεκοσμημένους, οὐ μέντοι μέχρι τέλους ταῖς εὐδαιμονίαις ἐπιμένοντας, σφαλλομένους δὲ ἔν τισιν ἢ καὶ τὸ τέλος ὀδυνηρὸν ἔχοντας. Ζεὺς Ἄρης Ἥλιος ἐπιταράχους καὶ ἐπικινδύνους δηλοῦσι,
10θερμοτέρους δὲ καὶ εὐεπιτεύκτους εἰς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ δόξης μετέχοντας, στρατιωτικοὺς ἡγεμονικούς, δημοσίων πραγ‐ μάτων προεστῶτας, ἐπισφαλεῖς διὰ τὸ ἐπακολουθεῖν φθόνους μει‐ ζόνων, ἀπειλάς, προδοσίας, οἰκείων ἐπιβουλάς, καταιτιασμούς. ἔνιοι μὲν γὰρ καὶ τῇ τῶν μειζόνων [τύχη] προαγωγῇ ἀπὸ μετρίας
15τύχης ἀναβιβασθέντες τῷ βίῳ καθῃρέθησαν. Ζεὺς Ἄρης Σελήνη εὐεπιβόλους, θρασεῖς, δημοσίους, πολυφίλους, ἐν προβιβασμοῖς γινομένους καὶ ἀπὸ μικρᾶς τύχης ὑψουμένους καὶ πίστεως καταξιουμένους, στρατιωτικούς, ἀθλητι‐ κούς, ἐνδόξους, ἡγεμονικούς, ὄχλων καὶ τόπων προεστῶτας, τιμῶν
20καὶ ὀψωνίων μεταλαμβάνοντας ἢ ἱερωσύνης, ἐναντιώμασι δὲ καὶ κατηγορίαις περιπίπτοντας καὶ προδιδομένους ὑπὸ ἰδίων ἢ θηλυ‐ κῶν προσώπων καὶ τῶν περικτηθέντων μείωσιν ὑπομένοντας καὶ ἐξ ὑστέρου περικτωμένους ἀπὸ μυστικῶν ἢ ἀπροσδοκήτων πραγ‐ μάτων.
25 Ζεὺς Ἄρης Ἑρμῆς πρακτικούς, θερμούς, κεκινημένους ἀποτελοῦσιν, ἐν δημοσίοις τόποις ἢ στρατιωτικοῖς τάγμασιν ὀψω‐ νίων μεταλαμβάνοντας ἢ βασιλικὰ ἢ πολιτικὰ πράσσοντας, ἀνω‐ μάλους δὲ περὶ τὸν βίον καὶ τῶν περικτωμένων ἀναλωτάς, εὐνοή‐ τους καὶ εὐπίστους οἰκονόμους, ῥᾳδίως τὰ ἁμαρτήματα διορθοῦν‐
30τας καὶ τὰς αὑτῶν αἰτίας ἑτέροις ἐπιφέροντας, κακολογουμένους δὲ καὶ ἐναντιώμασι περιπίπτοντας. τινὰς μὲν οὖν ἀθλητικούς, στεφηφόρους ἢ καὶ ἀσκητὰς σωμάτων, πολυΐστορας, φιλεκδημητὰς ἢ ἐπὶ ξένης πορίζοντας, τῶν δὲ ἰδίων ἀστοχοῦντας. Ζεὺς Ἄρης Ἀφροδίτη πολυφίλους μὲν καὶ φιλοσυνήθεις
35ἀποτελοῦσι, συστάσεών τε μειζόνων καὶ ὠφελειῶν καταξιουμένους, ἐν προκοπαῖς γινομένους, ὑπὸ γυναικῶν προβιβαζομένους· τινὰς
μὲν οὖν ἀρχιερατικούς, στεφηφόρους, ἀθλητικοὺς ἢ ἱερῶν προεστῶ‐45

46

τας, ὄχλων ἡδοναῖς ἐξυπηρετουμένους καὶ κατὰ καιρὸν ἀστάτως καὶ ἀνωμάλως διάγοντας, ἐπιψόγους δὲ καὶ ἀδιαφόρους περὶ τὰς συνελεύσεις, δειγματισμοὺς προδοσίας ὑπομένοντας, εἴς τε τὸν περὶ τέκνων καὶ σωμάτων τόπον λυπουμένους, καινοτέραις ἐπι‐
5πλοκαῖς ἡδομένους, χωρισμούς τε γυναικῶν ὑπομένοντας. Ζεὺς Ἑρμῆς Ἥλιος πρὸς μὲν τὰς ἐπιβολὰς τῶν πράξεων εὐκατορθώτους καὶ πολυφίλους ἀποτελοῦσι, πίστεων, τιμῶν, οἱ‐ κονομιῶν καταξιουμένους συστάσεών τε μειζόνων καὶ προκοπῶν ἢ ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους καὶ συγκοσμουμένους, πρὸς
10δὲ τὰς περικτήσεις ἀπαραμόνους καὶ εὐαλώτους ἢ ἐνδεεῖς κατά τινας χρόνους γινομένους καὶ μυστικῶς πολλὰ διαπρασσομένους· οὐκ ἀβίους δὲ ἀλλ’ ἐξ ἀδοκήτων καὶ μειζόνων ὠφελουμένους. Ζεὺς Ἑρμῆς Σελήνη ἀγαθοὺς περικτητικοὺς καὶ εἰς τὰς πράξεις εὐεπιβόλους, συλλεκτικοὺς δωρεῶν καὶ πίστεων μεταλαμ‐
15βάνοντας, μυστικούς, συνετούς, λογικούς, κτημάτων παραθηκῶν φύλακας, ἀπὸ λόγων καὶ ψήφων ἀναγομένους, δανειστικούς, φορο‐ λόγους, μισθωτάς, πολυφίλους, πολυγνώστους, ἐπιτροπικούς, διοι‐ κητὰς πραγμάτων, εὐμεταδότους· τινὰς μὲν οὖν ἀθλητικούς, στε‐ φηφόρους, τιμῶν εἰκόνων ἀνδριάντων καταξιουμένους. ἐὰν δέ πως
20καὶ ἐν χρηματιστικοῖς τόποις τύχωσι, θησαυρῶν εὑρετὰς καὶ ναῶν, ἱερῶν ἐπιστάτας ποιοῦσιν, ἀνακτίσουσί τε καὶ καταφυτεύσουσι καὶ τόπους συγκοσμήσαντες ἀειμνήστου φήμης τεύξονται. Ζεὺς Ἑρμῆς Ἀφροδίτη ἀγαθοί, περίκτησιν βίου καὶ εὐ‐ ημερίας πράξεων ἀποτελοῦντες· γίνονται δὲ συνετοί, ἁπλοῖ, εὐ‐
25μετάδοτοι, ἡδεῖς, φιλοσυμβίωτοι, εὐφραντικοί, παιδείας καὶ μουσι‐ κῆς μέτοχοι, καθάριοι, εὐπρεπεῖς, τιμῆς καὶ δόξης καταξιούμενοι, μετὰ μειζόνων ἀναστρεφόμενοι καὶ πίστεων καὶ οἰκονομιῶν μετα‐ λαμβάνοντες, συγκοσμούμενοι τῷ βίῳ, φιλοτρόφοι τε καὶ φιλασκη‐ ταὶ ὄντες, σωμάτων κυριεύουσι καὶ ἐν τέκνων μοίραις ἀνατρέφουσί
30τινας καὶ εὐεργετοῦσι καὶ ἀπὸ θεῶν τὰ μέλλοντα προγινώσκουσι φιλόθεοι ὑπάρχοντες, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον
ἄστατοι ἢ ἐπίλυποι γενήσονται.46

47

Ζεὺς Ἀφροδίτη Ἥλιος εὐφαντασιώτους μὲν καὶ ἐπι‐ δόξους ποιήσουσι, μικρολόγους δὲ καὶ ἀνωμάλους ταῖς γνώμαις, ὑψαύχενας, ὅτε μὲν παρεκτικοὺς καὶ εὐεργετικούς, εὐμετανοήτους δέ, ὅτε δὲ ταῖς ἑτέρων δόξαις καὶ περικτήσεσιν ἐπαιρομένους καὶ
5ἀπὸ μικρᾶς τύχης ἀναβιβαζομένους. γίνονται δὲ καὶ ἀρχιερεῖς, στεφηφόροι, ἀρχικοί, ἡγεμονικοί, δημοσίων πραγμάτων προεστῶ‐ τες καὶ ὄχλων ἀφηγούμενοι, τιμῶν ἢ δωρεῶν καταξιοῦνται καὶ τῷ βίῳ συγκοσμοῦνται, περὶ δὲ τὰς συνελεύσεις ἀθέμιτοι ἢ ἐπίψογοι γενήσονται. ἐὰν δέ πως ἀνατολικοὶ ἢ ἐν χρηματιστικοῖς τόποις
10τύχωσι, καὶ ἐπὶ γυναικὶ καὶ τέκνοις εὐφρανθήσονται. Ζεὺς Ἀφροδίτη Σελήνη πρακτικοὺς ἐνδόξους ἀποτελοῦ‐ σιν, ἀρχιερατικούς, στεφηφόρους, ἱερῶν καὶ ναῶν προεστῶτας, δωρηματικοὺς φιλοδόξους, ὄχλων ἡδοναῖς ἐξυπηρετοῦντας, πόλεών τε ἢ χωρῶν, πίστεις ἀναδεχομένους καὶ τιμῶν καταξιουμένους καὶ
15εὐφημουμένους καὶ ἀντιζηλουμένους ἀπό τε οἰκείων καὶ φιλικῶν προσώπων, ἔχθρας καὶ ἀντικαταστάσεις ὑπομένοντας, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ συνηθείας τόπον ἀστάτους καὶ φιλονείκους, μετὰ ζηλοτυπιῶν καὶ χωρισμῶν καὶ ἀνάγκης διάγοντας, μετεώρους· ἔσθ’ ὅτε μὲν οὖν καὶ συγγενέσι συνέρχονται καὶ οὐδὲ οὕτως ἀτάραχον
20τὴν συνοίκησιν διαφυλάσσουσιν· ἐν μετουσίαις γινομένους· τὴν μέντοι περὶ τὸν βίον οὐσίαν εὐφαντασίωτοι γενήσονται, οὐ τοσοῦ‐ τον ἀληθείας ἀνάμεστοι ὅσον πλάνης. Ἀφροδίτη Ἥλιος Σελήνη ἐνδόξους μὲν καὶ πρακτικοὺς ἀποτελοῦσιν, ἐν φαντασίαις γινομένους, κακοήθεις δὲ καὶ ἐπιψό‐
25γους, ὑπὸ τῶν πλείστων διαβαλλομένους καὶ φθονουμένους ὑπὸ μειζόνων καὶ φιλικῶν προσώπων, ἐν προκοπῇ δὲ καὶ κτήσει γινο‐ μένους καὶ τῇ τύχῃ ὑψουμένους, ἀνωμάλους δὲ εἰς τὸν περὶ γυ‐ ναικὸς καὶ τέκνων λόγον· ἄλλως δὲ φιλόφιλοι, ἐν ξενιτείαις γινό‐ μενοι καὶ ἐπὶ ξένης εὐτυχοῦντες.
30 Ἀφροδίτη Ἄρης Σελήνη οὐκ ἀπόρους μὲν οὐδὲ ἀπρά‐ κτους ποιοῦσι, ποικίλους δὲ καὶ ἀστάτους ταῖς γνώμαις, μεγαλο‐ ψύχους, ἀκρίτως ἀναλίσκοντας καὶ μὴ ἐπιτιθέντας τέλος τοῖς πράγμασι, ἁδρεπιβόλους, καταφρονητάς, πλανήτας, θρασεῖς, δη‐ μοσίους, στρατιωτικούς, ἀδιαφόρους ταῖς χρήσεσιν ἐπί τε ἀρρενι‐
35κῶν καὶ θηλυκῶν, κακολογουμένους δὲ καὶ ἐν ἐπηρείαις καὶ κρίσεσι γινομένους καὶ τὰς φιλίας εἰς ἔχθρας μετατιθέντας διὰ τὰς τῶν
πανούργων ἀφορμάς, τῷ δὲ βίῳ σφαλλομένους.47

48

Ἑρμῆς Ἥλιος Σελήνη σεμνούς, καθαρίους, εὐυποκρίτους, οἰκονομικούς, πίστεων ἢ τάξεων μεταλαμβάνοντας, εὐεργετικούς, μυστηρίων μετόχους, κατορθωτὰς πραγμάτων, πλείστην φαντασίαν τῆς ὑπάρξεως κεκτημένους· γίνονται δὲ καὶ σωματοφύλακες, εἰσαγ‐
5γελεῖς, ἐπάνω χρημάτων γραμμάτων ψήφων τεταγμένοι· τῶν δὲ τοιούτων καὶ ὁ λόγος ἐπισχύσει πρὸς συμβουλίαν ἢ διδαχήν. Ἑρμῆς Ἥλιος Ἀφροδίτη πολυμαθεῖς, πολυπείρους, ἀγα‐ θούς, τεχνῶν καὶ ἐπιστημῶν προηγουμένους καὶ πίστεων καὶ τά‐ ξεων καταξιουμένους, εὐμετανοήτους ἐν τοῖς διαπρασσομένοις, κατὰ
10καιρὸν ἀνωμαλοῦντας, πολυκινήτους δὲ ἢ ἐν ταῖς καινοποιΐαις τῶν πράξεων ἡδομένους, πολυφίλους, πολυγνώστους, καὶ ἀπὸ μειζόνων ἐν προκοπῇ γινομένους καὶ τῷ βίῳ καὶ τῇ δόξῃ συγκοσμουμένους, ἐπιψόγους δέ. Ἑρμῆς Σελήνη Ἀφροδίτη ἀγαθούς, εὐσυμβιώτους, ἁπλοῦς,
15μεταδοτικούς, φιλογέλωτας, πολιτικούς, παιδείας ἢ ῥυθμῶν με‐ τόχους, μηχανικούς, πολυπείρους, κοσμίους, καθαρίους, εὐφυεῖς, μυστικῶν πραγμάτων συνίστορας, ὑπηρετικούς, ζηλουμένους καὶ φθονουμένους, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ ἀδιαφόρους περὶ τὰς τῶν γυναικῶν καὶ ἀνδρῶν ἐπιμιξίας, εὐπόρους δὲ καὶ συλλε‐
20κτικούς. Ἑρμῆς Ἄρης Ἀφροδίτη συσχηματιζόμενοι ὠφελείας καὶ δόξας καὶ πράξεις ἀποτελοῦσι, περί τε τὰς δόσεις καὶ λήψεις καὶ τὰς λοιπὰς ἐγχειρήσεις εὐεπιβόλους καὶ οἰκονομικούς, πανούργους δὲ καὶ πολυπείρους, ἀπὸ γραμμάτων ἢ ἀσκήσεων ἀναγομένους·
25ἐπιψόγους, πολυαναλώτους, εὐμεταδότους, ἐγγύαις καὶ δάνεσι περικυλιομένους καὶ ἀδικοῦντας, νοσφιστὰς χρημάτων ἀλλοτρίων, παραινέτας ἐπιχαρίτως διαψευδομένους, εὐπόρους δὲ καὶ βασκά‐ νους, εὐμετανοήτους ἐν τοῖς διαπρασσομένοις. Ἄρης Ἥλιος Σελήνη θρασεῖς, ἐπάνδρους, τολμηρούς,
30πρακτικοὺς ἀποτελοῦσι· γίνονται γὰρ ἀθλητικοὶ καὶ στρατιωτικοί, ἀρχικοὶ ἡγεμονικοί, ἀπὸ βιαίων πραγμάτων καὶ ἐπιφθόνων πορί‐ ζοντες καὶ ἐπιμόχθων τεχνῶν ἢ σκληρουργίας, ἐναντιώμασι δὲ καὶ ἐπικινδύνοις πράγμασι περιτρεπόμενοι καὶ ἐν μειζόνων ἔχθραις καὶ αἰτίαις γίνονται, ἐκτὸς εἰ μή πως ἀγαθοποιοὶ συσχηματισθέν‐
35τες ἀκαθαίρετον τὴν ὑπόστασιν φυλάξωσιν.
Ἄρης Ἥλιος Ἀφροδίτη πολυφίλους καὶ πολυγνώστους48

49

ἀποτελοῦσι, συστάσεων καὶ τιμῶν καταξιουμένους, εὐπόρους φιλο‐ συνήθεις ἐπιψόγους καὶ πολυθρυλλήτους, ἀνεπιμόνους δὲ ταῖς φιλίαις καὶ ἀστάτους ταῖς πράξεσι, πολλῶν ἐπιθυμητάς, πολυ‐ δαπάνους, κακωτὰς γυναικῶν, εὐεπηρεάστους, ἐναντιώμασι καὶ ἔχ‐
5θραις περιτρεπομένους διά τινας τοῦ λογισμοῦ ἀκρισίας. Ἄρης Ἥλιος Ἑρμῆς πολυπείρους, ἐπινοηματικοὺς περὶ τὰς τῶν πράξεων ἀφορμὰς ἀποτελοῦσι, πολυμερίμνους δὲ καὶ δυσ‐ επιτεύκτους πρὸς τὰς τῶν λογισμῶν ἐπιθυμίας, ἀπροσδοκήτως δὲ περιγινομένους· ὅθεν οἱ τοιοῦτοι ἀνώμαλοι ταῖς γνώμαις γί‐
10νονται, τολμηροί, πρακτικοί, ὀξύθυμοι, πρὸς τοὺς ἐχθροὺς φερό‐ μενοι, αἰτίας δὲ κακωτικὰς αὐτοῖς ἢ βλάβας ἐπεισάγοντες μετα‐ νοοῦσι· ἔσθ’ ὅτε δὲ δειλὸν καὶ εὐκαταφρόνητον ἦθος ἀναλαμβά‐ νοντες, ἐγκρατεῖς καὶ ὑποκριτικοὶ καὶ ἥττονες πρὸς οὓς οὐκ ἐχρῆν καθίστανται, ἀνωμάλως δὲ περὶ τὰ πλεῖστα τοῦ βίου διάγοντες
15καὶ ὑποχείριοι γινόμενοι τὴν ἰδίαν μέμψονται τύχην. Ἄρης Σελήνη Ἑρμῆς ἐντρεχεῖς μηχανικούς, ῥᾳδίως περὶ τὰς πράξεις ὁρμωμένους καὶ πολυκινήτους, μετὰ τάχους πράττειν θέλοντας, περιέργους, ἀποκρύφων μύστας καὶ ἀπορρήτων συνί‐ στορας πραγμάτων, κακωτάς, βιαίους, ἀνυποτάκτους, ἀλλοτρίων
20ἐπιθυμητάς, αἰτίαις καὶ βλάβαις περιπίπτοντας κρίσεσί τε καὶ ἐπικινδύνοις πράγμασι, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχὰς ὑπομένοντας, πλὴν εὐποροῦντας καὶ πολυδαπάνους ἀποτελοῦσι, τῷ δὲ βίῳ ἀστοχοῦντας. Καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς διαστολὰς καὶ καθολικὰς
25προεθέμεθα. συνεπικιρναμένων δὲ καὶ ἑτέρων συγκράσεων ἤτοι κατὰ παρουσίαν ἢ κατὰ συμμαρτυρίαν κατὰ τὴν τοῦ ἀστέρος φύ‐ σιν καὶ τοπικὴν διάγνωσιν ἐναλλοιωθήσεται καὶ ἡ τῶν πραγμά‐ των δύναμις. οὐκ ἠβουλήθην γὰρ ἐπὶ πολὺ καὶ πολυμερῶς τὰς συγκράσεις συγγράφειν διὰ τὸ καὶ τοὺς παλαιοὺς περὶ τούτων
30προτεταχέναι· εὐσύνοπτος οὖν ὁ τρόπος κριθήσεται τοῖς γε νοῦν ἔχουσιν ἐκ τῆς ἑκάστου ἀστέρος καὶ ζῳδίου φυσικῆς ἐνεργείας· πρόκειται δὲ ἐν τῷδε τῷ συντάγματι, ὅθεν συγκρίνειν δεήσει τοῦ ἀστέρος τὴν τοποθεσίαν ὅπως ἐσχημάτισται, ἤτοι ἐπίκεντρος, ἢ ἀνατολικός, κλήρου, ὡροσκόπου, τριγώνου κύριος· ὁμοίως δὲ καὶ
35τὰ ζῴδια ἐν οἷς τετεύχασιν, ἤτοι οἰκεῖα ἢ ἰδίας αἱρέσεως, ὑπὸ49

50

τίνων δὲ μαρτυρούμενοι· οὕτως γὰρ βέβαια τὰ ἀποτελέσματα ἀπο‐ φαίνεται· ἐὰν δὲ ἐν ἀχρηματίστοις τόποις καὶ ζῳδίοις ἀνοικείοις ἐκπέσωσιν καὶ παρ’ αἵρεσιν, ἥττονα καὶ τὰ τῆς πράξεως καὶ τὰ τῆς τύχης γενήσεται.
5〈κγʹ. Περὶ σπορᾶς.〉 Τούτων οὕτως ἐχόντων λεκτέον καὶ περὶ τῆς σπορᾶς, παρέν‐ τας τὴν πλοκὴν καὶ τὸν φθόνον θεμένους. τριῶν ὅρων ὑπαρχόν‐ των, ἐλαχίστου τε καὶ μέσου καὶ μεγίστου, ἡ ἑκάστου ὑπεροχή ἐστι μοιρῶν ιεʹ· ἃς ἐὰν προσθῶμεν ἢ ἀφέλωμεν ἑκάστου ὅρου, ὁ
10ἕτερος ἔσται καταληπτός· καὶ ὁ μὲν 〈ἐλάχιστόσ〉 ἐστιν ἡμερῶν σν〈ηʹ〉, ὃς ἀποδειχθήσεται μετὰ τὴν δυτικὴν μοῖραν, τουτέστιν ἐν τῇ ἐπικαταδύσει τῆς Σελήνης οὔσης, ὁ δὲ μέσος σογʹ, ὃς πρόδη‐ λός ἐστιν ἐν τῷ ὡροσκόπῳ τῆς Σελήνης οὔσης, ὁ δὲ μέγιστος σπηʹ, ὃς πρόδηλός ἐστι τῆς Σελήνης οὔσης ἐν τῇ δύσει. τὰς γὰρ ιεʹ
15μοίρας τῆς ὑπεροχῆς ἐὰν μετρήσωμεν εἰς τὸ ἡμισφαίριον, ὅ ἐστιν ἀπὸ ὡροσκόπου ἐπὶ δύσιν, εὑρίσκομεν ἑκάστου ζῳδίου ἐπιβαλλού‐ σας μοίρας βʹ ἥμισυ. ἔστω οὖν ὡροσκοπεῖν Καρκίνον, δύνειν δὲ Αἰγόκερων· ἐὰν εὑρεθῇ ἡ Σελήνη ὑπὲρ τὸ τῆς δύσεως κέντρον, ἔσται ἡ σπόρα σν〈ηʹ〉· ἐὰν δὲ Ὑδροχόῳ, σξʹ ἥμισυ· ἐὰν δὲ Ἰχθύσι,
20διακοσίων ξγʹ· ἐὰν δὲ ἐν Κριῷ, σξεʹ ἥμισυ· ἐὰν δὲ ἐν Ταύρῳ, σξηʹ· ἐὰν δὲ ἐν Διδύμοις, σοʹ ἥμισυ· ἐὰν δὲ Καρκίνῳ ἐν τῷ ὡροσκόπῳ, σογʹ· ἐὰν δὲ Λέοντι, σοεʹ ἥμισυ· ἐὰν δὲ ἐν Παρθένῳ, σοηʹ· ἐὰν δὲ ἐν Ζυγῷ, σπʹ ἥμισυ· ἐὰν δὲ Σκορπίῳ, σπγʹ· ἐὰν δὲ Τοξότῃ, σμεʹ ἥμισυ· ἐὰν δὲ Αἰγόκερῳ, σπηʹ.
25 Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτους ηʹ Νέρωνος Μεσορὶ ϛʹ εἰς τὴν ζʹ ὥρα ιαʹ, Σελήνη Ζυγῷ, ὡροσκόπος Καρκίνῳ. ἐπεὶ οὖν ἡ Σελήνη ἐν τῷ κέντρῳ εὑρέθη, ἐξετράπη ἡ γένεσις δι’ ἡμερῶν σπʹ καὶ ὡρῶν ιβʹ. ταύτας οὖν ἀφαιρεῖν δεήσει ἀπὸ τῶν τοῦ ἐνιαυτοῦ τξεʹ δʹ ἡμερῶν, λοιπαὶ πδʹ ὧραι ιβʹ· τὰς οὖν πδʹ ἐὰν προσθῶμεν
30τῇ τοῦ Μεσορὶ ϛʹ, ἔσται Φαωφὶ κ〈ζʹ〉 ὥραι κγʹ, ἥτις ἔσται ἡ σποριμὴ ἡμέρα. καὶ πάλιν ἀπὸ τῆς κζʹ τοῦ Φαωφὶ ἐὰν λάβωμεν
ἕως Μεσορὶ ϛʹ, ἔσονται σπʹ. ὑποδείξομεν δὲ καὶ διὰ πολλῶν μὲν50

51

αἱρέσεων, εἰς μίαν δὲ ὁδὸν εὐθεῖαν φερουσῶν. προτεθείσης γε‐ νέσεως ἐπιγνῶμεν, διὰ πόσων ἡμερῶν ἐξετράπη· ἐὰν ἡ Σελήνη εὑρεθῇ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, λογισάμενος τὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἕως τῆς Σεληνιακῆς καὶ ἑκάστης τριακοντάδος ἀνα‐
5λαβὼν ἀνὰ βʹ 𐅵ʹ ἡμέρας ταύτας πρόσθες τῷ ἐλαχίστῳ ὅρῳ ταῖς σν〈ηʹ〉 καὶ τοσούτων ἡμερῶν εὑρήσεις τὴν σποράν· ἃς ἀναποδίσας ἀπὸ τῆς γεννητικῆς εἰς τὴν καταλήγουσαν εὑρήσεις τὴν σπορίμην ἡμέραν. εἰ δὲ ἄλλως θέλεις, ἀπὸ τῆς Σεληνιακῆς μοίρας ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος λογισάμενος ἀνὰ
10βʹ 𐅵ʹ ἡμέρας ταύτας ἀφαίρει ἀπὸ τοῦ μέσου ὅρου τῶν σογʹ· καὶ τοσούτων ἔσται ἡ σπορά. ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ὑπὸ γῆν ἡμι‐ σφαιρίῳ εὑρεθῇ ἡ Σελήνη, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας λογισά‐ μενος ἕως τῆς Σεληνιακῆς καὶ ἐκκρούσας ἑκάστης τριακοντάδος βʹ 𐅵ʹ ἡμέρας καὶ συγκεφαλαιώσας πρόσθες τῷ μέσῳ ὅρῳ ταῖς σογʹ·
15καὶ τοσούτων ἔσται ἡ σπορά. ἀπὸ δὲ τῆς Σεληνιακῆς λαβὼν ἕως τῆς δυτικῆς καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, πρὸς τὴν ποσότητα [ἐκ] τῶν ἐκκρουσθεισῶν τριακοντάδων βʹ 𐅵ʹ ἡμέρας ἀφαί‐ ρει ἐκ τῶν σπηʹ· καὶ τοσούτων ἔσται ἡ σπορά. Ἔστω δὲ πάλιν ἐπὶ ὑποδείγματος, ἵνα σαφέστερον οἱ ἐντυγ‐
20χάνοντες τὴν ἐπίγνωσιν λαμβάνωσιν, Ἀδριανοῦ ἔτος ιʹ Μεχὶρ ιγʹ εἰς τὴν ιδʹ ἡμέρας ὥρα αʹ· Σελήνη Σκορπίῳ μοίρᾳ ζʹ, ὡροσκόπος Παρθένῳ μοίρᾳ ζʹ· ἐπεὶ ἡ Σελήνη εὑρέθη ἐν τῷ ὑπὸ γῆν ἡμι‐ σφαιρίῳ, λαμβάνω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς σελη‐ νιακῆς μοίρας [ζʹ]· γίνονται ξʹ· ἑκάστης δὲ τριακοντάδος ἀνὰ βʹ 𐅵ʹ
25λογίζομαι· γίνονται εʹ· καὶ ταύτας προστίθημι τῷ μέσῳ ὅρῳ ταῖς σογʹ· γίνονται σοηʹ· τοσούτων ἡ σπορά. ἀναποδίζω οὖν τὰς σπηʹ ἀπὸ [𐅵ʹ] τῆς γεννητικῆς ὥρας· καταλήγει ἡ σπορίμη ἡμέρα εἰς Παχὼν ιαʹ. ἢ πάλιν τὰς τοῦ διαστήματος ἡμέρας εʹ ἀφαιρῶ ἐκ τῶν Ϟβʹ· λοιπὰ πζʹ· ἐπεὶ γὰρ ὁ μέσος σογʹ, λοιπαὶ ἐκ τῶν τξεʹ
30ἡμερῶν Ϟβʹ. τὰς οὖν πζʹ ἐὰν προσθῶμεν τῇ τοῦ Μεχὶρ ιδʹ καὶ ἀπολύσωμεν ἀπὸ τῆς γεννη[μα]τικῆς ὥρας, καταλήξει εἰς τὸν Παχὼν ιαʹ. ἐὰν δὲ ἀπὸ τῆς σεληνιακῆς μοίρας ἕως τῆς δυτικῆς [𐅵ʹ] τουτέστιν Ἰχθύων μοίρας ζʹ λογίσῃ, συνάγονται ρκʹ· ἑκάστου τριακονταμοιρίου βʹ 𐅵ʹ ἡμέρας λαμβάνοντες γίνονται ἡμέραι ιʹ·
35ταύτας ἐὰν ἀφέλω ἀπὸ τοῦ μεγίστου ὅρου τῶν σπηʹ, λοιπαὶ σοηʹ· ταύτας ἀναδραμὼν ἀπὸ τῆς γεννη[μα]τικῆς ὥρας ψηφίσας τὴν
Σελήνην εὑρήσεις ἐπὶ τοῦ κατὰ ἐκτροπὴν ὡροσκόπου.51

52

Ἐὰν δὲ ἐν τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ βʹ 𐅵ʹ καὶ ἐπιγνούς, πό‐ σαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς Ϟβʹ προσθεῖναι
5καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννη[μα]τικῆς ὥρας κατὰ τὸ ἑξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννη[μα]τικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς
10ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι βʹ 𐅵ʹ ἡμέρας ἀπονέμεις· ταύ‐ τας ἄφελε ἀπὸ τῶν Ϟβʹ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπο‐ ρίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογʹ ἀναπόδιζε ἀπὸ τῆς
15γενεσιακῆς ὥρας. Ἔστω δὲ καὶ ἐπὶ ἑτέρου ὑποδείγματος ἔτους ιζʹ Τραϊανοῦ Μεσορὶ βʹ ὥρα ἡμέρας ιαʹ 𐅵ʹ. Ἥλιος Λέοντι μοίραις εʹ, Σελήνη Ζυγῷ 〈ιηʹ〉, ὡροσκόπος Αἰγόκερῳ κδʹ. ἐπεὶ οὖν ἡ Σελήνη ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ εὑρέθη, λαμβάνω ἀπὸ [τῆς] αὐτῆς ἕως τῆς
20ὡροσκοπούσης μοίρας· γίνονται Ϟϛʹ ἔγγιστα· ἑκάστου τριακοντα‐ μοίρου ἀνὰ βʹ 𐅵ʹ λαμβάνω καὶ γίνονται ἡμέραι ζʹ 𐅵ʹ· ταύτας προστιθῶ ταῖς Ϟβʹ· γίνονται ἡμέραι Ϟθʹ 𐅵ʹ. ἀπολύω ἀπὸ τῆς γενεσιακῆς ἡμέρας κατὰ τὸ ἑξῆς ταύτας· καταλήγει εἰς τὴν τοῦ Ἀθὺρ ϛʹ. πάλιν ἀπὸ τῆς ϛʹ τοῦ Ἀθὺρ ἕως τῶν γενεσίων κατὰ
25τὸ ἑξῆς· συνάγονται ἡμέραι σξϛʹ· τούτων ἦν ἡ σπορά. ἐὰν δὲ μὴ θέλω ταῖς Ϟβʹ προσθεῖναι τὰς ζʹ, ἀφαιρῶ αὐτὰς ἐκ τῶν σογʹ· καὶ λοιπαὶ ἔσονται διακόσιαι ἑξήκοντα ἕξ· ταύτας ἀναποδίσας ἀπὸ τῆς γενεσιακῆς ἡμέρας καὶ ψηφίσας τὸν Ἥλιον εὗρον ἐν τῷ ὡρο‐ σκόπῳ Αἰγόκερῳ.
30 〈Τ〉ὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθ’ οὗ ζῴου τέτευχεν. ὅσαι δ’ ἂν ὦσι μοῖραι τῆς κατ’ ἐκτροπὴν Σε‐ λήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννη[μα]τικὰς ὥρας διπλασιάσαντες λογίζονται † τῷ ὡροσκόπῳ καὶ
πάλιν † μὲν τοῦ κατ’ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δʹ κἀκείνου τὸ52

53

προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητή‐ σαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφ’ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι.
5〈κδʹ〉. Περὶ ἑπταμήνων. Ὑποτάξομεν δὲ καὶ ἄλλως, πότερον πλήρη τίς χρόνον διέμεινεν ἐν τῇ γαστρὶ ἤτοι ἐλάσσονα, ὅπως τε οἱ ἀφανισμοὶ καὶ τὰ ἐκ‐ τρώματα γίνονται καὶ δυστοκίαι καὶ νεκρώσεις ἥ τε τῶν ἑπτα‐ μηνιαίων γέννα. ἔστι δὲ ἡ εὕρεσις οὕτως.
10 Λαμβάνω πάντοτε τὸν πρὸ τῆς γενέσεως ἐνιαυτὸν καὶ τὸν μῆνα τὸν γεννητικὸν καὶ τὴν ἡμέραν, καὶ ψηφίζω τὴν Σελήνην· καὶ ἐπιγνούς, ἐν ποίῳ ζῳδίῳ εὑρέθη, σημειοῦμαι. ὁμοίως καὶ μετὰ τὸν γεννητικὸν τοῦ δευτέρου ἐνιαυτοῦ λαβὼν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν [καὶ] ψηφίζω πάλιν τὴν Σελήνην καὶ εὑρὼν συγκρίνω
15τῷ πρώτῳ ἔτει. καὶ ἐὰν μὲν εὕρω ἐν ἀμφοτέροις τοῖς ἔτεσι τὴν Σελήνην κατὰ τὸ τρίγωνον τῆς κατὰ γένεσιν Σελήνης, ἀποφαίνο‐ μαι τελείαν εἶναι τὴν σποράν· ἐὰν δ’ ἐν τοῖς δύο ἔτεσιν εὑρε‐ θῶσιν αἱ Σελῆναι κατὰ τετράγωνον πρὸς τὴν κατὰ γένεσιν, τῆς ἐλαχίστης σπορᾶς ἐφέξει τὸν χρόνον ὁ γεννώμενος, τουτέστιν ἐντὸς
20σνηʹ. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου ἔτους Σελήνη τρίγωνος εὑρεθῇ, ἡ δὲ τοῦ δευτέρου τετράγωνος, ἐντὸς σξθʹ ἔχει τῆς γαστρὸς τοὺς χρόνους. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον, καὶ αὐτὸς σξθʹ ἡμερῶν ἔχει χρόνον. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου ἀπό‐
25στροφος, ἔσται ἄτροφον. ἐὰν δέ πως ἐν τοῖς δυσὶ χρόνοις αἱ Σελῆναι εὑρεθῶσιν ἀσύνδετοι πρὸς τὴν τῆς γενέσεως Σελήνην, νεκρὸν ἔσται ἐν τῇ γαστρὶ ἢ ἐμβρυοτομηθήσεται καὶ τῇ μητρὶ κίνδυνον ἐπάξει. ἐὰν δὲ καὶ ἐκ τοῦ διαμέτρου εὑρεθῶσιν αἱ τῶν
δύο ἐτῶν Σελῆναι σύμφωνοι, ἔσται ἑπταμηνιαῖον. ἐὰν δέ πως ἡ53

54

μὲν τοῦ πρώτου ἔτους κατὰ διάμετρον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον ἤτοι τοῦ ὡροσκόπου ἢ αὐτῆς, ἑπταμηνιαῖον ἔσται· τὸ δ’ αὐτὸ ἔσται, καὶ ἐὰν τετράγωνος εὑρεθῇ. καὶ ἐὰν ἡ μὲν τοῦ πρώ‐ του ἐν τετραγώνῳ, ἡ δὲ τοῦ δευτέρου ἐν διαμέτρῳ, ἑπταμηνιαῖον
5ἔσται. τὸ δ’ ὅμοιον καὶ ὁ Ἥλιος ἀποτελεῖ διαμετρήσας τὸ ζῴ‐ διον, ἐν ᾧ ἡ σύνοδος ἐγένετο. Τοῦτον τὸν τόπον οἱ παλαιοὶ μυστικῶς καὶ σκοτεινῶς διέ‐
γραψαν, ἡμεῖς δὲ τηλαυγέστερον.54

55

(1t)

Liber II.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν
3tβιβλίον δεύτερον.
4Περὶ μὲν οὖν προτρεπτικῶν καὶ διδασκαλικῶν λόγων ἐν τῷ
5πρώτῳ συντάγματι ἐδηλώσαμεν καὶ περὶ συγκρατικῆς ἀποτελεσμα‐ τογραφίας, οὐ τοσοῦτον τῇ περὶ τὸν λόγον κακοζηλίᾳ ἐνεχθέντες, ὅσον τῇ περὶ τὴν ἐμπειρίαν ἐνεργείᾳ. νυνὶ δὲ ἀκολούθως περὶ καθολικῶν ὑποστάσεων καὶ διαφορᾶς τόπων ὑποτάξομεν. 〈αʹ.〉 Περὶ τριγώνων.
10 Τοῦ ζῳδιακοῦ κύκλου κατὰ διαφορὰν καὶ οἰκειότητα τεταγ‐ μένου εὕρομεν αἱρέσεις δύο, Ἡλίου τε καὶ Σελήνης, ἡμερινὴν καὶ νυκτερινήν. ὁ μὲν γὰρ Ἥλιος πυρώδης ὑπάρχων προσῳκειώθη Κριῷ Λέοντι Τοξότῃ, ὅπερ αὐτοῦ τρίγωνον προσωνομάσθη ἡμε‐ ρινόν· ἔστι δὲ καὶ αὐτὸ φύσει πυρῶδες. Δία δὲ καὶ Κρόνον τῇ
15ἰδίᾳ αἱρέσει προσηρμόσατο συνεργοὺς καὶ φύλακας τῶν ὑπ’ αὐ‐ τοῦ τελουμένων, τὸν μὲν Δία ἀντίμιμον ἑαυτοῦ καὶ διάδοχον τῆς βασιλείας ἀγαθῶν αἱρέτην καὶ δόξης τε καὶ ζωῆς δοτῆρα, τὸν δὲ Κρόνον ὑπουργὸν κακίας καὶ ἐναντιωμάτων καὶ χρόνων ἀφαιρέτην. ἔστι μὲν οὖν τοῦ προκειμένου τριγώνου ἡμέρας μὲν δεσπότης
20Ἥλιος, νυκτὸς δὲ κατὰ διαδοχὴν ὁ τοῦ Διός, ἀμφοτέροις δὲ Κρό‐ νος συνεργεῖ. Ἑξῆς δὲ τοῦ ἑπομένου τριγώνου γεώδους ὑπάρχοντος Ταύρου Παρθένου Αἰγόκερω Σελήνη περίγειος οὖσα τὴν οἰκοδεσποτείαν ἐκληρώσατο. ἔσχε δὲ συναιρετιστὰς Ἀφροδίτην καὶ Ἄρεα, Ἀφρο‐
25δίτην μὲν εἰκότως εἰς τὸ εὐεργετεῖν καὶ δόξας καὶ χρόνους μερί‐55

56

ζειν, Ἄρεα δὲ εἰς τὸ παραβλάπτειν τὰς γενέσεις. ὅθεν ἐπὶ μὲν νυκτὸς ἔσχεν τὴν προστασίαν ἡ Σελήνη, δευτέρῳ δὲ τόπῳ Ἀφρο‐ δίτη, τρίτῳ δὲ Ἄρης· ἐπὶ δὲ τῶν ἡμερινῶν προηγήσεται Ἀφρο‐ δίτη, συνεργήσει δευτέρῳ τόπῳ ἡ Σελήνη, τρίτῳ Ἄρης.
5 Ἑξῆς δὲ Διδύμων Ζυγοῦ Ὑδροχόου τριγώνου ἀερώδους δεσπόσει ἡμέρας Κρόνος, συνεργήσει δὲ δευτέρῳ τόπῳ Ἑρμῆς, τρίτῳ Ζεύς· νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ προηγήσεται καὶ δευτέρῳ τόπῳ ὁ τοῦ Κρόνου καὶ τρίτῳ ὁ τοῦ Διός. Ἑξῆς ὁμοίως Καρκίνου Σκορπίου Ἰχθύων τριγώνου ὑδατώδους
10ὁ τοῦ Ἄρεως τὴν οἰκοδεσποτίαν νυκτὸς ἐφέξει καὶ δευτέρῳ τόπῳ Ἀφροδίτη καὶ τρίτῳ Σελήνη· ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης προη‐ γήσεται, μεθ’ ἣν ὁ τοῦ Ἄρεως καὶ τρίτη Σελήνη. —Ὁ μέντοι Ἑρμῆς κοινὸς ὑπάρχων ἐξαιρέτως ταῖς δυσὶν αἱρέσεσιν ἐξυπηρετεῖ πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον καὶ πρὸς τὴν οἰκειότητα καὶ σχη‐
15ματογραφίαν ἑκάστου ἀστέρος. 〈βʹ.〉 Τριγώνων διακρίσεις καὶ οἰκοδεσποτῶν καὶ συνερ‐ γῶν καὶ αἱρέσεων Ἡλίου Σελήνης ἡμέρας καὶ νυκτός. Τὴν δὲ τῶν προκειμένων τριγώνων διαίρεσιν καὶ εὐδαιμονίαν ἢ μετριότητα πρὸς τὴν ἑκάστου γένεσιν ὁρῶν δηλώσεις. ἐπὶ μὲν
20γὰρ τῶν ἡμέρας γεννωμένων σκοπεῖν δεήσει τὸν Ἥλιον, ἐν ποίῳ τριγώνῳ ὑπάρχει, καὶ τὸν καθ’ ὑπεροχὴν τούτου οἰκοδεσπότην καὶ τὸν τούτου συνεργόν, πότερόν ποτε ἐπίκεντρος ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, ἀνατολικὸς ἢ δυτικός, ἢ ἐν οἰκείοις ζῳδίοις καὶ ὑπὸ τίνων μαρτυρεῖται, ἀγαθοποιῶν ἢ κακοποιῶν· καὶ οὕτως τὰς
25ἀποφάσεις ποιεῖσθαι. ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ἢ καὶ ἐπί τινος ἑτέρου τῶν χρηματιστικῶν ζῳδίων τύχῃ, εὐτυχεῖς καὶ λαμ‐ πρὰς τὰς γενέσεις προδηλοῦσιν· ἐὰν δὲ ἐν ταῖς ἐπαναφοραῖς, μέ‐ σας· ἐν δὲ τοῖς ἀποκλίμασι ταπεινὰς καὶ δυστυχεῖς. χρὴ δὲ καὶ αὐτὸν τὸν Ἥλιον προσβλέπειν, ὅπως τέτευχε καὶ ὑπὸ τίνων μαρ‐
30τυρεῖται. Ἐπὶ δὲ τῶν νυκτὸς γεννωμένων τὴν Σελήνην ὁμοίως σκοπεῖν δεήσει καὶ τὸν καθ’ ὑπεροχὴν τοῦ τριγώνου οἰκοδεσπότην καὶ τὸν
τούτου ἐπίκοινον ὅπως ἐσχημάτισται, καθὼς πρόκειται.56

57

Ἐὰν μὲν γὰρ ὁ καθ’ ὑπεροχὴν οἰκοδεσπότης † ἐπὶ τῶν καλῶν κειμένων ἡμέρας ἢ νυκτὸς παραπέσῃ, ὁ δὲ κατὰ διαδοχὴν ἐπίκεν‐ τρος ἢ καλῶς σχηματιζόμενος ὑπάρχῃ, ὁ γεννώμενος ἐν πρώτοις χρόνοις ἀνωμαλίσας ἕως τῆς ἀναφορᾶς τοῦ ζῳδίου ἢ τῆς τοῦ χρό‐
5νου κυκλικῆς ἀποκαταστάσεως ἐξ ὑστέρου ἔμπρακτος ἔσται, πλὴν ἄστατος καὶ ἐπίφοβος διάξει. ἐὰν δὲ ὁ προηγούμενος οἰκοδεσπό‐ της καλῶς πέσῃ, ὁ δὲ ἑπόμενος κακῶς, τοῖς πρώτοις καλῶς ἐ‐ νεχθεὶς ἐξ ὑστέρου καθαιρεθήσεται ἐπὶ τοῦ τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνου, ἐν ᾧ ὁ ἑπόμενος οἰκοδεσπότης παρέπεσεν. ἀκρι‐
10βέστερον μὲν οὖν περὶ τῆς διακρίσεως τῶν χρόνων ἐν δέοντι καιρῷ δηλώσομεν. ἐὰν δ’ ἀμφότεροι καλῶς πέσωσι, τὰ τῆς εὐτυχίας παραμενεῖ καὶ ἔνδοξα γενήσεται, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐναντιωθῇ ἢ καθυπερτερήσῃ † οὐδὲ μετατρέψει τὰ τῆς γενέσεως πράγματα. πᾶς δὲ ἀστὴρ οἰκοδεσποτήσας καὶ ἐν ἀποκλίσει ὑπάρχων ἐναντίος
15γενήσεται καὶ παραιρέτης· ἑτέροις γὰρ ὑποτασσομένους ποιεῖ, ἀνωμαλοῦντας ἢ δόξης καθαιρουμένους, σίνεσι καὶ πάθεσι καὶ καταιτιασμοῖς περιπίπτοντας ἢ ἐνδεεῖς τῷ βίῳ. Ἐὰν οὖν ἐπὶ τῶν ἡμέρας γεννωμένων εὑρεθῇ ὁ Ἥλιος Κριῷ Λέοντι Τοξότῃ, βέλτιον μὲν αὐτὸν ἐπίκεντρον εἶναι. εἰ δὲ ἐπὶ
20τῶν ἐπαναφορῶν καὶ τοὺς τούτου συναιρετιστὰς ὁμοίως ** Ἄρεος μὴ ἐναντιουμένου ἢ τετραγωνίζοντος, εὐτυχίας προδήλως ὁ τόπος κριθήσεται. ἐὰν δὲ ὦσιν ἐναλλάξ, τἀναντία γενήσεται. ἐὰν δὲ Ταύρῳ Παρθένῳ Αἰγόκερῳ εὑρεθῇ ὁ Ἥλιος ἡμέρας, ζητεῖν δεήσει πρώτῳ τόπῳ τὸν τῆς Ἀφροδίτης καὶ ἐκ δευτέρου τὴν Σελήνην καὶ
25ἐκ τοῦ τρίτου Ἄρεα πῶς σχηματίζονται καὶ ὑπὸ τίνων μαρτυροῦν‐ ται. ὁμοίως καὶ ἐν τῷ ἑπομένῳ τριγώνῳ Διδύμοις Ζυγῷ Ὑδροχόῳ τοῦ Ἡλίου εὑρεθέντος ἡμέρας προσβλέπειν τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ καὶ τὸν τοῦ Διός. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Καρ‐ κίνου Σκορπίου Ἰχθύων ἡμέρας Ἡλίου ἐπόντος τὸν τῆς Ἀφροδίτης
30καὶ τὸν τοῦ Ἄρεος προσβλέπειν καὶ τὸν τὴν Σελήνην εἰ ἔγκεντροι, καὶ οὕτως διακρίνοντας ἀποφαίνεσθαι. τῷ δ’ αὐτῷ λόγῳ καὶ
νυκτὸς τὴν Σελήνην χρὴ προσβλέπειν.57

58

Βέλτιον μὲν οὖν τοὺς ἡμερινοὺς ἐν ἰδίοις τριγώνοις ἐπικέν‐ τρους ἢ ἐν χρηματιστικοῖς τόποις εὑρίσκεσθαι καὶ τοὺς νυκτερι‐ νοὺς ὁμοίως· ἐὰν δὲ ἐν ἀλλοτρίοις τριγώνοις ἢ παρ’ αἵρεσιν, ἥττονα τὰ τῆς εὐδαιμονίας καὶ ἐπὶ φόβοις γενήσεται. τῶν οἰκο‐
5δεσποτῶν καὶ τῶν συνεργῶν παραπεπτωκότων σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου οἰκοδεσπότην. ἐὰν γὰρ ἐπίκεν‐ τροι καὶ ἐπαναφερόμενοι εὑρεθῶσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρού‐ μενοι, εὐτυχίας καὶ δόξης μέρος ἕξει ὁ γεννώμενος, ἀνωμαλίας δὲ κατὰ καιρὸν καὶ ἐναντιώματα ὑπομένων· πλὴν οὐκ ἀπορήσει. ἐὰν
10δὲ καὶ οὗτοι κακῶς πέσωσι, μέτρια καὶ σκληρότατα 〈τὰ〉 πράγματα κριθήσεται· δυσεπίτευκτοι γὰρ εἰς τὰς ἐπιβολάς, ἐνδεεῖς, κατά‐ χρεοι, εἰς τὰ θεῖα βλασφημοῦντες. ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐπίμοχθοι ἀλῆται αἰχμάλωτοι ὑποτακτικοὶ κακόβιοι ἐπισινεῖς ἐπικίνδυνοι. ἐὰν δέ πως τοῦ τε κλήρου καὶ τοῦ οἰκο‐
15δεσπότου κακῶς πεπτωκότων ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσιν, ἐλεού‐ μενοι διαζῶσιν ἢ ὑπὸ ἑτέρων προσλαμβανόμενοι κοσμίως κατά τινα χρόνον διανύουσιν ἢ πράξεων ἢ πίστεων ἢ δωρεῶν μεταλαμβά‐ νοντες· πλὴν οὐκ ἀταράχως οὐδὲ ἀμέμπτως τὸν βίον διάξουσιν. Παντὸς οὖν οἰκοδεσπότου προσβλέπειν δεήσει τὰς μαρτυρίας
20καὶ τῶν σχηματισμῶν τὰς διαθέσεις, ἤτοι οἰκεῖαι ἢ καὶ ἐναντίαι ὑπάρχουσιν. ἐὰν γάρ πως ἐπὶ τῶν νυκτὸς γεννωμένων εὑρεθῇ ὁ τοῦ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν, ἐναντιώματα καὶ καθαιρέσεις κινδύνους τε καὶ σίνη καὶ πάθη ἀποτελεῖ καὶ νωθροὺς περὶ τὰς ἐπιβολάς. ἐπὶ δὲ τῶν ἡμέρας ὁ τοῦ Ἄρεος
25θερμοὺς παραβόλους ἐπισφαλεῖς τοῖς πράγμασι καὶ τῷ βίῳ· γί‐ νονται γὰρ ἐν συνοχῇ κρίσεσιν ἐπηρείαις τομαῖς καύσεσιν αἱ‐ μαγμοῖς πτώσεσιν. οἰκείως δὲ σχηματισθέντες καὶ ἰδίᾳ αἱρέσει πρακτικοὶ τυγχάνουσιν· ὅθεν οὐ πάντοτε κακοποιοὶ κριθήσονται, ἀλλὰ καὶ ἀγαθῶν δοτῆρες· καὶ μάλιστα [ὅταν] ὁ Κρόνος ἡμέρας
30λόγον ἔχων πρὸς τὴν οἰκοδεσποτίαν καλῶς τυχὼν ὑπὸ Διὸς καὶ Ἡλίου μαρτυρούμενος πολυκτήμονας ἐνδόξους ἀποτελεῖ, ἐκ θανα‐ τικῶν εὐεργετουμένους, θεμελίων σωμάτων κυρίους, ἐπιτρόπους
ἀλλοτρίων πραγμάτων προεστῶτας. νυκτὸς δὲ καλῶς σχηματι‐58

59

σθεὶς καὶ λόγον ἔχων οἰκοδεσποτίας παρεκτικὸς τῶν προκειμένων γενήσεται, τῶν δὲ περικτηθέντων ἀποβολὴ καὶ δόξης καθαίρεσις ἢ ἀτιμία γενήσεται. τὸ δ’ ὅμοιον καὶ ἐπὶ τοῦ Ἄρεος νοείσθω· νυκτὸς γὰρ ἡγεμονίας ἢ στρατηγίας καὶ δημοσίων τάξεις ὀχλικὰς
5ἐπιτρέπει, ἡμέρας δὲ τοῖς χρηματιστικοῖς τόποις ὑπάρχων τὰ μὲν προκείμενα ἀποτελεῖ, ἐναντιώμασι δὲ καὶ φόβοις καὶ ἀντιλογίαις περιτρέπει καὶ τὰς ἡγεμονίας † εἰς στασιώδεις καὶ ἐμφόβους· ἐπάγει γὰρ πολεμίων ἐφόδους πολλῶν καὶ ὄχλων ἐπαναστάσεις, λοιμὸν καὶ λιμὸν ἐπὶ πόλεων καὶ ἐπιφορὰς ἐμπρησμοὺς ἐπικιν‐
10δύνους αἰτίας. Ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ κακοποιῶν τρόπον ἐφέξουσιν, ἐπὰν οἰκοδεσποτοῦντες κακῶς πέσωσιν. ἐὰν δὲ καὶ ἐπίκεντροι τύχωσι τοῦ οἰκοδεσπότου ἀποκεκλικότος, ἐξασθενήσουσιν ἐν τῷ ἀγαθόν τι παρασχεῖν. ἐπὶ παντὸς εἴδους σκοπεῖν δεήσει τὸν οἰ‐
15κοδεσπότην τοῦ οἰκοδεσπότου, ὅπως ἔτυχε καὶ ὑπὸ τίνων μαρτυρεῖ‐ ται. ἐὰν γὰρ καὶ ὁ καθολικὸς οἰκοδεσπότης παραπέσῃ, ὁ δὲ τού‐ του κύριος καλῶς σχηματισθῇ, ἕξει βοήθειαν ὁ γεννώμενος καὶ ὑπόστασιν βίου καὶ δόξης κατὰ τὴν τοῦ ἀστέρος τοποθεσίαν. 〈γʹ〉. Περὶ κλήρου τύχης καὶ οἰκοδεσπότου.
20 Ἀκριβέστερον δὲ βουλόμενος τὸν περὶ εὐδαιμονίας τόπον βε‐ βαιῶσαι ἐπάνειμι εἰς τὸν κλῆρον τῆς τύχης ὄντα ἀναγκαιότατον καὶ δυναστικὸν τόπον, καθὼς καὶ ὁ βασιλεὺς ἐναρχόμενος ἐν τῇ ιγʹ βίβλῳ μυστικῶς ἐδήλωσε λέγων· εἶτ’ ἐχομένως δεήσει τοῖς ἡμέρας γεννωμένοις σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου
25ἐπὶ Σελήνην, ἔμπαλιν δὲ ἀφ’ ὡροσκόπου ἰσότητα τάσ‐ σειν καὶ τὸν ἀποβάντα τόπον συνορᾶν, οὕτινος τέτευχεν ἀστέρος καὶ τίς ἢ τίνες ἐπὶ τούτου πρόσεισι, τά τε τετράγωνα ἢ τρίγωνα παντάπασιν ὡς κατηστέρηται. ἐκ γὰρ τῆσδε τῆς τῶν τόπων συγγνώσεως πρόδηλα
30κρινεῖς τῶν γεννωμένων τὰ πράγματα. ὁμοίως δὲ καὶ ὁ59

60

Πετόσιρις ἐν τοῖς ὅροις ἐδήλωσε τὸν τόπον, ἄλλοι δ’ ἄλλως διαλαμβάνουσιν, ὃν καὶ ἡμεῖς ἐκθησόμεθα ἐν δέοντι καιρῷ καὶ ἄλλας ἀγωγὰς δηλούσας εἰς τὸν περὶ εὐδαιμονίας λόγον. νυνὶ δὲ περὶ τοῦ προκειμένου λεκτέον.
5〈δʹ〉. Περὶ τοῦ λαχόντος τὴν ὥραν ἢ τὸν κλῆρον ἀστέρος. Κρόνος τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον οἰκοδεσποτήσας μὴ ἐναντιουμένου τοῦ Ἄρεως· ὁ τοιοῦτος εὐδαιμονήσει περὶ τῆς ὑπὸ Κρόνου μεριζομένης πράξεως· ἐὰν δὲ ὑπὸ Διὸς μαρτυρηθῇ, δι‐ πλασίονα· ἐὰν δὲ Ἀφροδίτης, διὰ γυναικὸς ἢ ἀσπέρμου· ἐὰν δὲ
10ὁ τοῦ Ἄρεως αὐτῷ συνῇ ἢ ἐναντιωθῇ, ὁ τοιοῦτος ἐν ταραχαῖς καὶ ἐναντιώμασιν ἔσται· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ αὐτῷ συνωροσκοπήσῃ, ὁ τοιοῦτος ταῖς ἀκοαῖς παραποδισθήσεται. Ζεὺς τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπήσας εὐτυχεῖς ἄγαν ἀπὸ νεότητος ἀποτελεῖ· ἐὰν δὲ Ἄρης παρῇ ἢ ὁμόκεντρος ἢ τρίγωνος, ἐν λαμπραῖς στρατείαις
15προκόψει καὶ βίου περίκτησιν οἴσει· ἐὰν δὲ καὶ Κρόνος προσγέ‐ νηται, ἐν ὑπεροχαῖς γίνονται· εἰ δὲ καὶ Ἀφροδίτη, ἔτι μᾶλλον· ἐὰν δὲ καὶ Ἑρμῆς, ἐν λήψεσι καὶ δόσεσι γίνονται. Ἄρης λαχὼν τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπῶν ποιεῖ ὅρμησιν ἐπὶ στρατείαν· ἐὰν δὲ καὶ Ζεὺς μαρτυρήσῃ, ἐν ἀξίᾳ προκόψει· ἐὰν δὲ καὶ Ἀφρο‐
20δίτη, ἐν ἀξίαις οὐ ταῖς τυχούσαις γίνονται· ἐὰν δὲ καὶ Ἑρμῆς συμπαρῇ, μόνος παρακαταθήκην λαβὼν ἀρνήσεται· ἐὰν δὲ καὶ Ζεύς, ἀπὸ πολλῶν πολλὰ περικτήσεται, μετὰ δὲ τὸν θάνατον εἰς βασιλικὰ χωρήσει. Ἀφροδίτη τὴν ὥραν ἢ τὸν κλῆρον λαχοῦσα μεγάλα ἀγαθὰ σημαίνει καὶ μεγαλοδόξους ποιεῖ· ἐὰν δὲ συμπαρῇ
25Ἑρμῆς, μουσικοὺς ποιεῖ· τούτων οὕτως ἐχόντων Κρόνος διαμετρή‐ σας αὐτοὺς ἢ καθυπερτερήσας ἐστέρησε τῶν ὑπαρχόντων. Ἑρμῆς τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον ὡροσκοπήσας ποιεῖ εὐτυχεῖς· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπροσγένηται ἢ τετραγωνίσῃ, κριτηρίων καὶ πόλεων ἀρχὰς ἕξουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου τοῖσδε συμ‐
30προσγένηται, διπλασίονας τάς τε ἀρχὰς καὶ τιμὰς καὶ τὰ ἀγαθὰ60

61

καὶ τὰς προκοπάς. Ἥλιος κληρωσάμενος τὴν ὥραν ἢ τὴν τύχην ὡροσκοπήσας, ἐὰν συμπαρῇ καὶ ὁ τοῦ Διὸς ἢ μαρτυρήσῃ τετρά‐ γωνος, ὁ γεννώμενος εὐτυχὴς ἔσται. ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ αὐτῷ, διὰ λόγων προκόψει· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως
5συμπαρῇ ἢ τετραγωνίσῃ σὺν τῷ τοῦ Διός, μέγας ἔσται καὶ κυριεύ‐ σει ζωῆς καὶ θανάτου. εἰ δὲ τούτων οὕτως ἐχόντων Κρόνος τε‐ τραγωνίσῃ ἢ διαμετρήσῃ, ἐν συμπτώμασι καὶ ζημίαις περιπεσοῦν‐ ται. Σελήνη κληρωσαμένη τὴν ὥραν ἢ τὸν κλῆρον τῆς τύχης μεγάλους ποιεῖ, μάλιστα δὲ ἐν ἰδίῳ τριγώνῳ· ἐὰν δὲ καὶ ὁ τῆς
10Ἀφροδίτης συνῇ ἢ τετράγωνος τύχῃ, τιμῆς μεγάλης καταξιωθή‐ σεται· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως σὺν τῇ Σελήνῃ τύχῃ, ζωῆς καὶ θανάτου κυριεύσει· ἐὰν δὲ ὁ τοῦ Κρόνου, πολλῶν χωρῶν ἡγήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπαρῇ ἢ τετραγωνίσῃ, βασιλεῖς μεγάλοι ἔσονται· εἰ δὲ τούτων ἀπόντων ὁ τοῦ Ἑρμοῦ σὺν Σελήνῃ σχημα‐
15τισθῇ, ἀπὸ λόγων καὶ ἐντρεχείας αἱ προκοπαὶ ἔσονται· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως συμπροσγένηται ἢ τετραγωνίσῃ, τυράννους με‐ γιστᾶνας ποιεῖ· ἐὰν δὲ διαμετρήσῃ ὁ Ἄρης τὴν Σελήνην ἐκτὸς τῶν ἀγαθοποιῶν, ἐκθέσιμα ποιεῖ· ἐὰν δὲ τῷ Ἄρει ἀγαθοποιὸς συμ‐ παρῇ, ἐκτεθέντα τραφήσεται. τὸ δὲ ὅμοιον κἂν τετράγωνος φανῇ
20ἢ καὶ καθυπερτερῶν εὑρεθῇ, ἐν πλάναις ἢ ἀπαγωγαῖς ἢ καὶ ἀνω‐ μαλίαις περιβάλλει· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης τετραγωνίσῃ κατὰ κέντρον, ἀδικοῦνται ὑπὸ γυναικῶν. ἐὰν δὲ Κρόνος συμπαρῇ ἐν ἀσελγεῖ ζῳδίῳ, καὶ πορνοβοσκήσουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως αὐτοῖς συμμαρτυρήσῃ, ἑτέροις τὰς γυναῖκας αὐτῶν μισθώσουσιν.
25ἐὰν δὲ ὁ τοῦ Κρόνου τὴν Σελήνην τετραγωνίσῃ ἢ διαμετρήσῃ κατ’ ἰσόγραμμον στάσιν τῷ τοῦ Κρόνου, ἀντίληψιν ἕξει τὸ γεννώμενον τῆς τροφῆς 〈καὶ〉 ἔκβλητον τῶν γονέων ἔσται. ἐὰν δὲ ὁ τοῦ Ἑρ‐ μοῦ τετράγωνος ἢ διάμετρος γένηται τῇ Σελήνῃ, ἐναντιόβουλοι καὶ ἐναντιογνώμονες γίνονται ἔν τε διαβολαῖς καὶ κατηγορίαις ἀπὸ
30ὑπερέχοντος γενήσονται. ἐὰν δὲ καὶ κακοποιὸς συμμαρτυρήσῃ ἢ συσχηματισθῇ, ἐν ἀσχημοσύναις καὶ κατακρίσεσι ποιήσει. ὁ δὲ
τοῦ Διὸς ἀντικείμενος κατὰ μέρος τῇ Σελήνῃ στέρησιν τέκνων61

62

ποιεῖ καὶ ἐναντιώσεις ὑπερεχόντων. καθόλου δὲ οἱ κακοποιοὶ ἐφορῶντες τὰ φῶτα καὶ τὸν ὡροσκόπον χωρὶς ἀγαθοποιῶν ὀλιγο‐ χρονίους ποιοῦσιν. ὁ κύριος τοῦ ὡροσκόπου ἐπιτόπως κείμενος ἢ ἰδίας αἱρέσεως μεριστὴς χρόνων ζωῆς γίνεται· εἰ δέ πως συσχη‐
5ματίζηται τῷ δεσπότῃ τοῦ κλήρου, πολύγηρος γίνεται καὶ εὐτυχής· εἰ δὲ ὑπὸ δύσιν τύχῃ, ὀλιγοχρόνιος· εἰ δὲ κακοποιὸς συμπαρῇ ἢ καθυπερτερήσῃ τὴν Σελήνην, ἄχρηστα τὰ βρέφη ἔσονται. 〈εʹ.〉 Κακοδαίμονος τόπος· πολλὰ σχήματα. Ἐν τούτῳ τῷ τόπῳ ἐὰν οἱ κακοποιοὶ τύχωσι, μεγάλα σίνη καὶ
10πτώσεις ἀπεργάζονται, μάλιστα δὲ ἐὰν ἰδιοπροσωπῶσιν· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπῇ καὶ κυριεύσῃ τις αὐτοῦ, οὐδέποτε οὐδὲ ἐν ταῖς παρόδοις ὠφέλειά τις ἔσται· ἐχθροὶ γὰρ ἐγένοντο ἐξ ἀρ‐ χῆς ἐκ τῆς ἐκτροπῆς· ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὅταν δὲ ἐν τούτῳ τῷ ζῳ‐
15δίῳ πέσωσιν οἱ τρεῖς ἀστέρες, ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου καὶ τοῦ δαίμονος, ἀτυχεῖς καὶ ἀσχήμονας ποιοῦσι καὶ ἐν‐ δεεῖς τῆς ἐφημέρου τροφῆς· πολλοὶ δὲ καὶ τὰς χεῖρας ὑφέξουσιν. 〈ϛʹ.〉 Ἀγαθοῦ δαίμονος τόπος· πολλὰ σχήματα. ζητητέον καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ζῳδίων.
20 Ἐὰν ἐπὶ τοῦ ἀγαθοδαιμονοῦντος ζῳδίου ὦσιν οἱ ἀγαθοποιοὶ ἐπιτόπως κείμενοι ἢ ἐν ἰδίοις προσώποις, ἐπιφανεῖς καὶ πλου‐ σίους ἐκ νεότητος ποιοῦσι· πλείω δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐπιθεωρήσαντες ἐν τριγώνῳ μέρει καὶ τὸν ὡροσκόπον καθ’ ἑξά‐ γωνον· ἐν τῷ ἀκούοντι ἢ βλέποντι ζῳδίῳ πλεῖστα καὶ μείζονα
25ἀγαθὰ παρέχονται. εἰ δὲ καί τις τῶν ἀγαθοποιῶν διάμετρος τῷ ἀγαθῷ δαίμονι φανῇ παρόντος τοῦ οἰκοδεσπότου, μεγάλα καὶ μεί‐
ζονα ἀγαθὰ καὶ προκοπὰς ἀποτελοῦσιν· εἰ δὲ κακοποιοὶ συμπαρῶσι62

63

τῷ ἀγαθῷ δαίμονι, οὐκ ἰσχύουσι κακόν τι δρᾶσαι. ἀναγκαιότερον δέ ἐστιν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου καὶ τοῦ δαίμονος ἐπ’ ἀνατολῆς τύχωσιν ἢ πλείστων ἀστέρων αὐτοῖς ἐπιπαρόντων ἢ μαρτυρούντων ἐν χρηματιστικοῖς ζῳδίοις· ἐνδόξους
5γὰρ καὶ πλουσίους ὑπεράγαν ἀποτελοῦσιν. Ἐν τούτῳ τῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ χαί‐ ρουσι μάλιστα κληρωσάμενοι τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἢ τὸν δαίμονα· καὶ ἐὰν πέσῃ ἐν τούτῳ ἑκάτερος τῶν ἀστέρων ἀνατολι‐ κὸς ὢν ἢ καὶ τὴν συναφὴν τῆς Σελήνης ἔχων, τύραννοι ἢ βασιλεῖς
10γίνονται ἡγούμενοι χωρῶν καὶ εἰς πολλοὺς τόπους ὀνομασθήσον‐ ται. ὁ κύριος τοῦ τόπου τούτου καλῶς κείμενος πρακτικοὺς ποιεῖ, ἀτόπως δὲ κείμενος ἀπράκτους· εἰ δὲ ἐπὶ δύσεως τυγχάνει καὶ κακοποιὸς ἐπὶ τοῦ τόπου συμπαρῇ ἢ διαμετρῇ, κακοπράγμονας ἢ στειρώδεις ἢ ἀτέκνους ποιεῖ.
15〈ζʹ.〉 Θεοῦ Ἡλίου τόπος τὸ προμεσουράνημα, θʹ ἀπὸ ὡροσκόπου· πολλὰ ἔχει σχήματα. Ἐὰν οἱ ἀγαθοποιοὶ τύχωσιν ἐπὶ τοῦδε τοῦ τόπου καὶ κληρώ‐ σωνται τὸν ὡροσκόπον ἢ τὴν τύχην, ὁ γεννώμενος ἔσται μακάριος εὐσεβής, προφήτης μεγάλου θεοῦ καὶ ἐπακουσθήσεται ὡς θεός.
20ἀπόντων δὲ τούτων, μόνου δὲ Ἑρμοῦ μαρτυροῦντος, ἐν χρηματι‐ σμοῖς γίνονται καὶ τὴν αὐτῶν ἐμπειρίαν ὄχλοις ἐξηγοῦνται καὶ βα‐ σιλικοὶ γραμματεῖς γίνονται ἀπὸ μέσης ἡλικίας· τῶν δὲ κακοποιῶν παρόντων καὶ κυριευόντων τῶν προειρημένων τόπων ἢ ἐπιθεω‐ ρούντων τὸν κλῆρον ὁ γεννώμενος τοῦ τε ὡροσκόπου καὶ τῆς τύχης
25τύραννος ἔσται· κτίσει πόλεις, ἑτέρας δὲ διαρπάξει καὶ πολλῶν πολλὰ παραιρήσεται ἀσεβῶς. ἐὰν δὲ τύχῃ ὁ δαίμων ἢ ἡ τύχη ἐν τῷ κακοδαιμονοῦντι ζῳδίῳ, ἐν δὲ τούτῳ τῷ τόπῳ ὦσιν οἱ οἰκο‐ δεσποτήσαντες τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, ἐπὶ πλείστοις κακοῖς καὶ ξενιτείαις ἔσται καὶ ὅσα ἂν κτήσηται ἀποβαλεῖ· ἢ ἐγκάτοχοι
30ἐν ἱεροῖς γίνονται παθῶν ἢ ἡδονῶν ἕνεκα.63

64

〈ηʹ.〉 Ὄγδοος τόπος θανάτου· παντοῖαι θεωρίαι. Οἱ ἀγαθοποιοὶ παρόντες τούτῳ τῷ τόπῳ ἄπρακτοι καὶ ἀσθε‐ νεῖς καὶ ἀμέριστοι τῶν ἰδίων ἀγαθῶν· εἰ δὲ καὶ τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου κυριεύσωσι, πολλῷ μᾶλλον ἀπρακτότεροι ἢ καὶ
5ἀνώμαλοι τυγχάνουσιν· ἐὰν δὲ οἱ κακοποιοὶ συμπαρῶσιν κυριεύ‐ σαντες τὸν κλῆρον, οἱ γεννώμενοι πλάνητες καὶ εἴ τι ἂν κτήσων‐ ται ἀποβαλοῦσιν. ἐὰν δὲ ὁ κλῆρος ἐν τούτῳ ἐμπέσῃ παρόντων τῶν κακοποιῶν καὶ οἰκοδεσποτούντων τὸν κλῆρον, ὁ γεννώμενος ἐνδεὴς μὴ δυνάμενος ἑαυτὸν ἀμφιάσαι. εἰ δὲ καὶ τοῦ ὡροσκόπου
10κυριεύσωσιν, ἀσχημονήσει δι’ ὅλης τῆς ζωῆς· εἰ δὲ καὶ ὑπὸ τὰς αὐγὰς τύχῃ τοῦ Ἡλίου ὁ οἰκοδεσπότης τοῦ κλήρου ἢ τῆς ὥρας, ὁ γεννώμενος τὰς χεῖρας ὑφέξει καὶ προσαιτήσει. εἰ δὲ ὁ τοῦ Ἑρ‐ μοῦ μόνος ἐπιπαρῇ τῷ ζῳδίῳ καὶ κυριεύσῃ τῆς φρονήσεως, ὃς καλεῖται δαίμων, μωροὺς καὶ ἀνοήτους καὶ τῷ λόγῳ ἐμποδιζομέ‐
15νους καὶ ἀγραμμάτους ποιεῖ· ἐὰν δὲ ὁ τῆς τύχης, σὺν τῷ ἀνοήτῳ καὶ ἄφρων καὶ πένης ἔσται, μάλιστα ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυχών. εἰ δὲ τούτων οὕτως ἐχόντων οἱ κακοποιοὶ συμπαρῶσιν, ἄφωνος καὶ κωφὸς ἔσται. μόνη δὲ ἡ Σελήνη ἐν προσθέσει τοῦ φωτὸς δοκεῖ χαίρειν ἐν τούτῳ τῷ ζῳδίῳ· ἐὰν δὲ ὁ τοῦ Διὸς ἀγα‐
20θοδαιμονῇ, εὐτυχὴς καὶ εὐπόριστος καὶ πολύτεκνος ἔσται· εἰ δὲ καὶ κύριος ᾖ τοῦ κλήρου τῆς τύχης, πλούσιος καὶ εὐδαίμων· ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαραγένηται αὐτῷ, καὶ διοικηταὶ βασι‐ λέων καὶ εὐφρανθήσονται ἐπὶ τέκνοις. 〈θʹ.〉 Δεύτερος τόπος.
25 Οἱ ἀγαθοποιοὶ ἐπιπαρόντες καὶ οἰκοδεσποτοῦντες τὸν ὡροσκό‐ πον ἢ τὸν κλῆρον ἀγαθὰ σημαίνουσι τοῖς γεννωμένοις, οἷον κληρο‐
νομίας καὶ ἄλλων ὑπαρχόντων αἰφνιδίους κτήσεις καὶ ἐκ θανάτου64

65

σημαίνουσι τὸ ἀγαθόν· εἰ δὲ ἐν ἀλλοτρίοις τόποις εἶεν, ἧττον εὐποροῦσιν, οὐκ ἀποροῦσι μέντοι. εἰ δὲ Ἑρμῆς ἐπιπαρῇ μόνος ἰδιοπροσωπῶν, ἐν τῷ γήρει κέρδη ἕξει καὶ πιστευθήσεται πόλεις καὶ βασιλέων πράγματα· εἰ δὲ κακοποιοὶ παρῶσιν ἐν τούτῳ τῷ τόπῳ
5καὶ κυριεύσωσι τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου ἰδιοπροσωποῦντες, ἀνωμαλήσει τῷ βίῳ, μάλιστα ἐπὶ τὸ γῆρας, οὐκ ἀπορήσει μέντοι· ἐξ ὀνειδισμῶν γὰρ καὶ κακῶν τὰ ποριζόμενα ἀναλώσουσιν. εἰ δὲ καὶ ἀλλοιοπροσωποῦντες καὶ παρ’ αἵρεσιν ὄντες οἰκοδεσποτῶσιν τῶν κλήρων, ὁ γεννώμενος κακῶς τὸ γῆρας διάξει, ἔνιοι δὲ καὶ ἐν
10φυλακαῖς γίνονται χρόνον καὶ ἐν ἀρρωστίαις καὶ νόσοις. ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ, ἐν ἱεροῖς ἕνεκεν ἀρρωστίας γίνονται, ἐνοχλοῦνται δὲ καὶ αἱμορροΐσι καὶ περὶ αἰδοίων ἢ δακτύλων πά‐ θος ἰσχάνουσιν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῷ τοῦ Ἄρεως ἐπὶ τὸ δυτικὸν τύχῃ ζῴδιον, λῃστὰς καὶ φόνου συνίστορας· διὸ κακῷ θα‐
15νάτῳ ἀπολοῦνται ὕστερον. οἱ κακοποιοὶ δύνοντες ἐν ἀλλοτρίῳ ζῳδίῳ βιαιοθανάτους ποιοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ πολυπείρους καὶ ἐπὶ τὸ γῆρας εὐτυχεῖς. 〈ιʹ.〉 Ἕκτος τόπος Ἄρεως. Οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ ἐὰν τύχωσιν ἐπιπαρόντες,
20ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσ‐
25κοπτικὸς καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δη‐ μοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρό‐
διτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη65

66

κατὰ τὸ μέλος ἀποτελεῖ τοῦ ζῳδίου, ποιεῖ δὲ καὶ γυμνῆτας ἐπαί‐ τας κακῶς τὸν βίον καταστρέφοντας. ὁ δὲ τοῦ Ἑρμοῦ κυριεύσας τοῦ κλήρου ἢ τῆς ὥρας ποιεῖ κακοβούλους κλέπτας κακολόγους καὶ ἐν ὄχλοις κακολογουμένους· ἐὰν δὲ καὶ Σελήνη ἐπιπαρῇ, δοῦλος
5ἔσται καὶ ἀδύνατος, ἐάνπερ 〈μὴ〉 καὶ τὰ λοιπὰ συμπαρῇ τῇ Σε‐ λήνῃ· δύνανται γὰρ τῶν ἄλλων ἀστέρων καλῶς ἐχόντων τῆς Σελή‐ νης κακοτυχούσης ἐλεύθεροι καὶ εὐσχήμονες γενέσθαι. 〈ιαʹ.〉 Πέμπτος τόπος· πολλαὶ θεωρίαι. Ἐὰν ἀγαθοποιοὶ τύχωσι τὸν κλῆρον ἢ τὴν ὥραν λαχόντες, ὁ
10γεννώμενος μέγας ἔσται καὶ ὄχλων ἡγήσεται καὶ νόμους θήσεται. Ἀφροδίτη τὰ μέγιστα χαρίζεται κυριεύουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου, μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίῳ τόπῳ οὖσα εὐκτήμονας ἐντίμους ἀποτελεῖ. τὸ αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀστέρων· ἐὰν γὰρ κρατῶσιν τῆς ὥρας ἢ τῆς τύχης, ποιήσουσι τὰ ἀγαθὰ κατὰ
15τὸ ἐπιβάλλον τῇ ἰδίᾳ φύσει καὶ τὸ τῆς ἀγαθῆς τύχης ἴδιον. ἐὰν δὲ ὁ τοῦ Ἄρεως τύχῃ καθὸ πρόκειται, ἄρξουσι παντοδαπῶν τό‐ πων· γίνονται γὰρ ἢ στρατηγοὶ ἢ τύραννοι [μάλιστα ἰδιοπροσω‐ ποῦσα ἢ ἰδίων τόπων] καὶ ζωῆς καὶ θανάτου κυριεύσουσιν οὐ μόνον ἐλαχίστων ἀλλὰ καὶ ἀξιολόγων ἀνθρώπων· ἐὰν δὲ ὁ τοῦ
20Κρόνου ἐπιπαρῇ τῷ τόπῳ, πολυκτήμονας ἐγγαίων καὶ τετραπό‐ δων δεσπότας, κτίζοντας κώμας καὶ τόπους. εἰ δὲ ὁ Ἥλιος ἐπι‐ παρῇ, μεγιστάνων φίλους, ἐγγὺς βασιλέων, ἱερῶν ἄρχοντας· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ, τὰς διὰ λόγων προκοπὰς καὶ χρημάτων πλείστων καταξιουμένους. εἰ δὲ ἡ Σελήνη καλῶς σχηματιζομένη κληρώση‐
25ται τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἐπὶ τοῦ ζῳδίου τυχοῦσα σὺν τῷ οἰκοδεσπότῃ αὐτῆς, πολυχρόνιοι γίνονται καὶ συγγηράσκουσιν ἐν εὐδαιμονίᾳ. οἱ οὖν ἀγαθοποιοὶ ἐπὶ παρόδων μεγάλα ὠφελοῦσιν,
οἱ δὲ κακοποιοὶ οὐκ ἰσχύουσι βλάπτειν.66

67

〈ιβʹ.〉 Τέταρτον ὑπόγειον. Ἐὰν οἱ ἀγαθοποιοὶ κυριεύσωσι τοῦ ὡροσκόπου ἢ τῆς τύχης 〈ἢ〉 καὶ παρῶσιν, ἐν ἱεροῖς τὸν βίον ἕξουσιν· ἐὰν δὲ καὶ τὸν ἀρχέ‐ τυπον κλῆρον κληρώσωνται οἰκοδεσποτοῦντες ὄντες ἐν τῷ ὑπὸ
5γῆν, ὑπὸ δαιμονίων καὶ φαντασίας εἰδώλων χρηματισθήσονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τούτοις κληρωσάμενος τὴν τύχην ἢ τὸν ὡροσκόπον, διὰ κακῶν ἕξει τὸν βίον ἀσχημονῶν καὶ εἰς περίστασιν περιπεσεῖται σὺν ἑτέροις κακουργήσας καὶ βιαιοθανα‐ τήσει. παρατηρητέον 〈ὅτι〉 ὁ τόπος οὗτος μετὰ θάνατον εὐφημίας
10ποιεῖ καὶ καταλείψεις ἰδίοις· ἐν τούτῳ κακοποιοὶ τυχόντες τῷ τόπῳ οἷς ἂν θέλωσι τὰ αὑτῶν καταλείπουσιν. 〈ιγʹ.〉 Τρίτος τόπος θεᾶς Σελήνης. Ἐν τούτῳ τῷ ζῳδίῳ ἐὰν τύχῃ ἡ Σελήνη κληρωσαμένη τὸν ὡροσκόπον ἢ τὸν κλῆρον ἰδιοπροσωποῦσα, ὁ γεννώμενος μέγας
15ἔσται καὶ πολλῶν ἀγαθῶν κυριεύσει· ἄρξει πόλεως καὶ πολλοῖς ἐπιτάξει καὶ ἐπακουσθήσεται καὶ θησαυρῶν κυριεύσει. εἰ δὲ συμ‐ παρείη ταύτῃ ὁ Ἥλιος καὶ εἴη πεποιημένη τὴν ἀνατολήν, ἱερεὺς θεᾶς μεγίστης ἢ ἱέρεια καὶ ἕξει βίον ἀκαθυστέρητον. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνῃ, θεοχόλωτος ζημιωτικὸς πολλά‐
20κις ἐπὶ κριτὰς ἐρχόμενος καὶ πολλὰ βλασφημήσει θεοὺς ἕνεκεν τῶν συμβαινόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ ὁ τοῦ Διὸς συμπαρῇ αὐτῇ, ἔσται προφήτης εὐτυχὴς πλούσιος ἔνδοξος, πολλῶν ἀγαθῶν κυριεύσει. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τῇ Σελήνῃ, πρακτικὸς μὲν ἀλλὰ ἀσεβής, καὶ παραθήκας ἀποστερήσει, ὅθεν ἀπ’ ἀλλο‐
25τρίων ἢ φόνων ἢ λῃστῶν τὸν βίον συνάξει, ξενιτεύσει δὲ πολλά. εἰ δὲ οἰκείως τύχῃ ἐν ἰδίοις προσώποις, ἀκολούθως τῇ διαιρέσει τῆς γενέσεως στρατηγὸς ἔσται χωρῶν καὶ πόλεων, ἄδικος ἐπίορκος
ἀλλοτρίων ἐπιθυμητής, καὶ αἰφνιδίως ἀπολεῖται χόλῳ ἐξουσίας.67

68

ἐὰν δὲ Ἀφροδίτη ἐν ἰδίοις τόποις ἐπικρατήσῃ τοῦ τῆς θεᾶς τό‐ που καὶ τοῦ κλήρου τῆς τύχης ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα, ἔσται ὁ γεννώμενος πλούσιος καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται· τινὲς δὲ βασιλικοὶ ἄρχοντες πόλεων διοικηταὶ διὰ τὸ τὴν θεὰν ἐν
5τῷ τῆς θεᾶς οἴκῳ συγκεκληρῶσθαι τὴν τύχην. ἐὰν δὲ ὁ τοῦ Ἑρ‐ μοῦ συμπαρῇ τῇ Σελήνῃ ἐν τῷ τῆς θεᾶς ζῳδίῳ καὶ τοῦ κλήρου τῆς τύχης κυριεύσῃ ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἐρεῖ τὰ μέλ‐ λοντα πᾶσι καὶ μυστηρίων θεῶν μεθέξει. 〈ιδʹ.〉 Δεύτερος τόπος καλεῖται Ἅιδου πύλη.
10 Τὸ δὲ ἐπαναφερόμενον τοῦ ὡροσκόπου, ἐν τούτῳ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέ‐ λους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γί‐
15νονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκα‐ νὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων
20μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι δόσιν, ἀλλ’ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζη‐ μιωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ
25ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρό‐ νου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως
30χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ68

69

τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ ζῳδίῳ καὶ οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, δημοσίας καὶ ἐπονειδίστους ἐργασίας ἀποτελέ‐ σει, ἐάνπερ ἐπ’ ἀνατολῆς ἑῴας τύχῃ· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τύχῃ, ἀνοήτους καὶ
5ἀγραμμάτους ἀποτελεῖ· ἐὰν δὲ καὶ κύριος τῆς δευτέρας τύχης γέ‐ νηται, ὃ προσαγορεύεται δαίμων, κωφοὺς ἢ ἀφώνους ποιεῖ· ἐὰν δὲ ἀνατολικὸς ᾖ, περίεργοι γίνονται ἃ οὐκ ἔμαθον ἐπιχειροῦντες, ἐπιτευκτικοὶ δὲ ἐν τοῖς μαθήμασιν. εἰ δὲ ἡ Σελήνη παρῇ ἐπὶ τοῦ ζῳδίου Κρόνου ὡροσκοποῦντος, τὸ ἐναλλὰξ γίνεται· ὑποχυθήσον‐
10ται τὴν ὅρασιν ἢ ἀπογλαυκωθήσονται τοὺς ὀφθαλμούς. 〈ιεʹ.〉 Τόπων ὀνομασίαι ἐννέα. Ὁ μὲν θεὸς σημαίνει περὶ πατρός, ἡ δὲ θεὰ περὶ μητρός, ἀγαθὸς δαίμων περὶ τέκνων, ἀγαθὴ τύχη περὶ γάμου, κακὸς δαί‐ μων περὶ παθῶν, κακὴ τύχη περὶ σινῶν, κλῆρος τύχης καὶ ὡρο‐
15σκόπος περὶ ζωῆς καὶ βίου, ὁ δαίμων περὶ φρονήσεως, μεσουρά‐ νημα περὶ πράξεως, ἔρως περὶ ἐπιθυμίας, ἀνάγκη περὶ ἐχθρῶν. 〈ιϛʹ.〉 Τριγωνικαὶ ἀστέρων διακρίσεις πρὸς εὐδαιμονίαν ἢ δυστυχίαν· τριγωνικὰ καὶ ἐξαγωνικὰ καὶ διαμετρικὰ σχήματα.
20 Ζεὺς Ἡλίῳ τρίγωνος μεγάλους καὶ ἐπιδόξους σημαίνει. εἰ δὲ ὡροσκοπεῖ ὁ Ἥλιος, καὶ τῷ πατρὶ καὶ τῇ γενέσει· εἰ δὲ ἐπίκεν‐ τρος ᾖ, τῷ πατρί· ἔνδοξον γὰρ σημαίνει, ἔλαττον δὲ παρὰ τὸ πρότερον· πρὸς δὲ τὴν γένεσιν οὐδὲν ἀξιόλογον, εἰ μὴ ἄλλη τις αἰτία διορθώσῃ· εἰ δὲ ὁ Κρόνος ἐκ τοῦ εὐωνύμου τρίγωνος Ἡλίῳ
25ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπροσγένηται τῷ τοῦ Διός, καὶ τυράννους δηλοῖ τὸ σχῆμα· μάλιστα τοῦ Ἡλίου ὡροσκοποῦντος πολλῶν χωρῶν καὶ στρατο‐ πέδων ἐπικρατοῦσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου, μέγας μὲν ὁ πατὴρ
30καὶ ὅπλων καὶ στρατοπέδων ἄρχων, ἐάνπερ καὶ τὰ λοιπὰ συνεργῇ69

70

πρὸς τὸ μεγαλεῖον, οὐ μέντοι τύραννος οὐδὲ πολεμικὸς καὶ ἐπί‐ φοβος. εἰ δὲ Ἄρης τὸν Ἥλιον διαμετρήσῃ τοῦ Διὸς καὶ τοῦ Κρό‐ νου δεξιῶν τῷ Ἡλίῳ τριγώνων ὄντων, ὁ γεννώμενος ἐν [ταῖς] μεγαλειότησι καὶ δόξαις ὄχλων γενήσεται. εἰ δὲ ὁ τοῦ Κρόνου
5διαμετρήσῃ τὸν Ἥλιον καθὰ προείρηται, ὑπὸ ἰδίων καὶ φίλων ἐναντιωθήσεται, ἀλλὰ περικρατήσει καὶ ὑποτάξει. εἰ δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Ἄρεως τρίγωνοι γένωνται τῷ Ἡλίῳ τοῦ Διὸς διαμετροῦντος ἐν ἰδίαις μοίραις. ἢ ζῳδίοις, ἀρχοντικὸν καὶ εὐσχή‐ μονα ποιεῖ. εἰ δὲ ἐπὶ ἑξαγώνου τύχῃ τὸ τοιοῦτον σχῆμα, ἐλάτ‐
10τονά ἐστιν. Ἀφροδίτη Ἡλίῳ ἑξάγωνος ἑῴα οὖσα ἐπαφρόδιτον καὶ ἐπίσημον τὸν πατέρα καὶ τὸν γεννώμενον σημαίνει· εἰ δὲ ἐπ’ ἀγαθοῦ δαί‐ μονος ἢ ἐπ’ ἀγαθῆς τύχης τὸ σχῆμα γένηται, ὑπὸ γυναικὸς πορ‐ φύρας καὶ χρυσοφορίας καταξιωθήσεται.
15 Κρόνος Ἡλίῳ τετράγωνος εὐώνυμος τὸν πατρικὸν βίον βλάπτει ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περι‐ βάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δε‐ ξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανή‐
20ματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. Ἄρης Ἡλίῳ τετρά‐ γωνος, κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ· ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ᾖ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ. ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ᾖ, χεῖρον γενήσεται· πρὸς γὰρ καὶ ταῖς
25διανοίαις ἐκστήσονται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. διά‐ μετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ
30ὑπ’ αὐτοῦ ἀγαθά, ἀλλ’ ἐξ ὑπερεχόντων ὀργὰς καὶ ὄχλων ἐναντιώ‐ σεις ἕξουσιν. αἱ οὖν κατ’ ἰσόμοιρον στάσεις τῶν τετραγώνων καὶ διαμέτρων χαλεπαί.
Ἄρης Ἡλίῳ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα ἐν70

71

θηλυκοῖς ζῳδίοις δεξιὸς ὢν μεγάλους ἐπιδόξους σημαίνει ζωῆς καὶ θανάτου κυριεύοντας, ἐάνπερ καὶ τὰ λοιπὰ σχήματα τῇ γενέ‐ σει ὁμογνωμονήσῃ· πρὸς ἐπὶ τούτοις δὲ καὶ Ζεὺς δεξιῷ τριγώνῳ μεγάλους δυνάστας, πόλεων προστάτας καὶ ὄχλων ἡγουμένους ἀπο‐
5τελεῖ. ἐὰν δὲ θηλυκὴ ᾖ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασι‐ λεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναν‐ τία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ
10ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξά‐ γωνοι δὲ ἀτονώτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον. Εἰ δὲ τετράγωνος Ἄρης Σελήνῃ γένοιτο ἐπὶ τὸ εὐώνυμον
15μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις 〈ἐφ’〉 ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώ‐ σεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρα‐ τιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δε‐
20σπότου ἢ συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, αἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν. εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι.
25πολλὴ δὲ διαφορὰ τετραγώνου καὶ διαμέτρου. ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέσ‐ ματα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι γί‐
30νονται. Ἀφροδίτη Σελήνῃ τρίγωνος ἐπὶ νυκτερινῆς γενέσεως καὶ ἐν
θηλυκοῖς ζῳδίοις ἐπιχαρεῖς εὐδαίμονας· ἔνιοι δὲ καὶ ὄχλων ἡγοῦν‐71

72

ται καὶ πορφύρας 〈καὶ〉 χρυσοφορίας καταξιοῦνται κατὰ τὸ μέγε‐ θος τῆς γενέσεως· γίνονται γὰρ καὶ φιλόσοφοι καὶ μουσικοὶ καὶ φιλολόγοι καὶ βασιλικῆς φιλίας ἐντὸς γινόμενοι. εἰ δὲ καὶ ἐξ ἀμφοτέρων βασιλικὴ δηλοῦται ἡ γένεσις τῷ εἶναι τὸν μὲν οἰκο‐
5δεσποτοῦντα τὸν δὲ δεσπόζοντα τῆς γενέσεως, τυραννικὸν γίνεται τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν
10τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ. Ἀφροδίτη τετράγωνος τῇ Σελήνῃ εὐπράκτους καὶ ἐπιχαρεῖς καὶ πλουσίους καὶ πάντα ὅσα ἐπὶ τριγώνου παρέχει, ἐὰν μάλιστα ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ παρῇ, ἀλλὰ μετὰ ἀνωμαλίας· εὐμετάπτωτα γὰρ γίνεται ἃ παρέχουσιν. εἰ δὲ ἐν ἀλλοτρίοις ζῳδίοις ἢ παρ’
15αἵρεσιν ἢ μοίραις ἐναντίαις, ὕβρεων καὶ ἀστασίας καὶ δειγμα‐ τισμῶν διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστή‐ κασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες. Σελήνῃ Ἑρμῆς τρίγωνος ἐπὶ ἡμερινῆς γενέσεως ἑῴου ὄντος ἐπινοήμονας εὐπράκτους εὐφυεῖς κεκινημένους· εἰ δὲ ἐνδοξοτέρα
20εἴη ἡ γένεσις, γραμματεῖς βασιλέων ποιεῖ ἢ πόλεων ἢ χωρῶν ἄρ‐ χοντας, φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους καʹ μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι
25προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικο‐ δεσποτήσας ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι 〈καὶ〉 συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ. ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γι‐ νώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων,
30τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος κα‐ θέστηκε τῶν προειρημένων. εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχί‐
νους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γὰρ72

73

κακοήθεις διάβολοι, τὰς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχον‐ τες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ βλάπτονται ἀπὸ τῶν συμβαινόντων αὐτοῖς.
5 Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα 〈ἐὰν〉 ἐν ἰδίοις τύχωσι τρι‐ γώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκλη‐ ριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γί‐ νονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς
10καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἄρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμ‐ πόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴ‐
15κοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάν‐ τως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τὰς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμα‐
20θεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δι’ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ’ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγό‐
25μενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες. Ἑρμῆς Δία τριγωνίζων μεγάλων πράξεων δηλωτικός, μάλιστα ἀνατολικὸς ἑῷος· τῶν γὰρ βασιλέων ἢ πόλεων ἢ ὄχλων γραμματεῖς ἢ διοικηταὶ γίνονται. διόλου δὲ ἐὰν τύχῃ ἐν ταῖς πράξεσιν ὁ τοῦ Ἑρμοῦ καὶ παρέχῃ τὸ πράσσειν, δόξαν καὶ περίκτησιν βίου ποιή‐
30σονται, μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ73

74

αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ἐὰν δὲ τετράγωνοι ὦσι κα‐ λῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. εἰ δὲ διάμετροι
5τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιό‐ βουλοι γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστά‐ σεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελφοὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν.
10 Ἑρμῆς Ἄρεϊ τρίγωνος ἢ δεξιὸς ἑξάγωνος ποικίλων πράξεων δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεω‐ μέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις,
15ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώ‐ σκοντας τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γὰρ μάγους πλάνους θύτας ἰατροὺς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παρα‐ χαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ
20δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπί‐ ορκοι καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀπο‐ στερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμ‐ βάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις
25τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμ‐ φότεροι ἢ ἐὰν ὃς μὲν δύνῃ, ὃς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτε‐ λοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τε‐ λευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι
30γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται,
ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν74

75

δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν. ἐὰν δὲ ὃς μὲν οἰκοδεσποτῇ, ὃς δὲ δεσπόζῃ 〈καὶ〉 Ἑρμῆς
5ἑξάγωνος Ἀφροδίτῃ 〈ᾖ〉 ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ᾖ, μουσικοὶ γίνονται, πολύ‐
10κοιτοι, τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί. Ἀφροδίτη Κρόνῳ τρίγωνος αὐστηροὺς ἀγελάστους ἐπισκύνιον ἔχοντας, πρὸς δὲ τὰ ἀφροδίσια σκληροτέρους, οὐ πολυκοίτους, ἀνα‐ ξίαις μέντοι γε ἢ ἀργυρωνήτοις ἢ πρεσβυτέραις ἐπιμίσγονται· οἱ δὲ καὶ ταῖς τῶν ἀδελφῶν ἢ ἐπιστατῶν ἢ ταῖς τῶν πατέρων ἢ
15καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φί‐ λοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλ‐ λαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε
20μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελ‐ γεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται
25τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέ‐
πουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται,75

76

πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἑῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπη‐ λιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ
5σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερί‐ σκονται. Κρόνος Διὶ τρίγωνος ἀγαθὸν δηλοῖ τὸ σχῆμα· πολυκτήμονας
10ἐγγαίων, κυρίους σιτικῶν καὶ ἀμπελικῶν, σιτογεωργοὺς ἀποτελεῖ καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπι‐ σκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεω‐ ρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας ἢ
15τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς
20καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις. Κρόνος δὲ Διὶ τετράγωνος ἀμβλύνει τὸ ἀγαθὸν τοῦ ἀστέρος, μάλιστα εἰ καὶ δεξιώτερος καὶ ἀνατολικώτερος εἴη ὁ τοῦ Κρόνου· γίνονται γὰρ δυσπρόκοποι ζημιώδεις μετὰ κόπου καὶ πόνου περι‐
25ποιούμενοι, βλάπτονται δὲ καὶ περὶ τέκνων· οἱ μὲν γὰρ ἄτεκνοι γίνονται, οἱ δὲ θάνατον τέκνων θεωροῦσι. βλαβερὸς δὲ αὐτοῖς καὶ ὁ περὶ ἀδελφῶν τόπος· τοὺς μὲν γὰρ εὐνουστέρους καὶ φι‐ λοστοργοτέρους θανάτῳ χωρίζουσι, τοὺς δὲ λοιποὺς ἐχθροὺς καὶ ἐπισινεῖς ποιοῦσι· μάλιστα δὲ ἔξω τῶν κέντρων γενόμενοι. διά‐
30μετροι δὲ πρὸς ἀλλήλους χαλεπώτεροι μετὰ ταλαιπωρίας καὶ
ἐναντιώσεως.76

77

Κρόνος Ἄρεϊ τρίγωνος ἐπισφαλεῖς μὲν τῷ βίῳ καὶ ἀφερε‐ πόνους σημαίνει, ταῖς δὲ πράξεσι νωθροὺς καὶ βιαίους ἀποτελεῖ, ἤτοι σπανοτέκνους ἢ τὰ γεννώμενα διαφθείροντας, ἔτι δὲ αἰχμα‐ λωτίζονται ἢ σινοῦνται. τετράγωνοι δὲ πολὺ χείρονες· ἀναιροῦν‐
5ται γὰρ τὰ τέκνα αὐτῶν, ὁμοίως δὲ καὶ τὰ τῶν ἀδελφῶν, ἢ χωρί‐ ζονται ἀπ’ ἀλλήλων ἔχθραις ἢ δυσεπανόρθωτοι γίνονται ἢ σινοῦν‐ ται· προσκοπτικοὶ δὲ γίνονται ἐν ταῖς πράξεσιν ἁπάσαις, ἔχθραις μεγάλων ἀνδρῶν περικυλιόμενοι καὶ ἐπιβουλευόμενοι, καὶ κινδύνοις μεγάλοις τὸ σχῆμα περιπίπτει· ἤτοι γὰρ λῃστῶν ἢ πολεμίων ἐπι‐
10δρομαῖς ἢ ναυαγίῳ περιπεσόντες βιαιοθανατοῦσιν, ἔνιοι δὲ καὶ αἰχμαλωσίαις περιτρέπονται, πολλάκις δὲ καὶ ἀπὸ πυρὸς ἢ σιδήρου κινδυνεύουσι. διάμετροι δὲ ἀλλήλων γενόμενοι ἰσχυρότερα τὰ προειρημένα ἀποτελοῦσι· πρὸς ἐπὶ τούτοις γίνονται πένητες ἐπί‐ μοχθοι ἀτυχεῖς, ἔνιοι δὲ νωτοφοροῦσιν ὡς κτήνη τάς τε ἐργασίας
15ἐπιμόχθους καὶ ἐπονειδίστους ἔχουσι. πολλὴ δὲ καὶ ἐπὶ τῶν σχημάτων τούτων διαφορὰ οὐ μόνον παρὰ τὴν τῶν ζῳδίων καὶ μοιρῶν ἰδιότητα, ἀλλὰ καὶ παρὰ τὰ μεγέθη τῶν γενέσεων. εἰ μὲν γὰρ ἀθεώρητον ὑπὸ Διὸς γένηται τὸ σχῆμα καὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, ἄδοξον τὴν γένεσιν ποιήσουσιν· εἰ δὲ ἐπιθεωρήσουσι
20καὶ τύχῃ ὁ μὲν ἕτερος αὐτῶν δεσπότης ὁ δὲ ἕτερος συνοικοδεσπό‐ της, καὶ τηνικαῦτα τὰ προειρημένα γίνεται. χαλεπώτερα δὲ ἐπὶ τοῦ θεοῦ καὶ τῆς θεᾶς, ἀμβλύτερα δὲ καὶ σκιᾷ παραπλήσια ἐπὶ τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης, χείρονα δὲ καὶ ἀδιά‐ λυτα ἐπὶ τοῦ κακοῦ δαίμονος καὶ τῆς κακῆς τύχης ἀργοῦ τε καὶ
25κατασκίου. ἐνδόξου δὲ τῆς γενέσεως οὔσης καὶ τυραννικῆς ***. Ζεὺς Ἄρεϊ τρίγωνος ὁποτέρου αὐτῶν οἰκοδεσποτοῦντος τοῦ δὲ ἑτέρου δεσπόζοντος μεγάλους ἄνδρας σημαίνει καὶ ἡγεμονικοὺς καὶ τυραννικούς, μάλιστα ἐν ἰδίοις ζῳδίοις ἢ τριγώνοις ἢ μοίραις καὶ ἐπὶ τῶν χρηματιζόντων ζῳδίων ἢ ἐνηλλαχότες τὰ οἰκητήρια
30ἢ τὰ ὅρια, μάλιστα κυριεύοντες τοῦ κλήρου ἢ τοῦ οἰκοδεσπότου. μεγάλας γὰρ πράξεις ποιοῦσιν· ἤτοι γὰρ βασιλεῖς ἢ στρατοπέδων
προήκοντας ναυτικῶν τε καὶ πεζικῶν, πόλεις ἀνορθοῦντας καὶ77

78

καταστρέφοντας· ἑξάγωνοι δὲ ἧττον σθένουσι, καθάπερ καὶ ἐπὶ τῶν προτέρων σχημάτων, ἐκτὸς εἰ μὴ ἐπίκεντροι γενόμενοι σημαί‐ νουσι μὴ κάτοπτα τοῖς γενομένοις τὰ εἰρημένα κακὰ γίνεσθαι ἀλλὰ τοῖς ἄλλοις. αὐτοσχεδιασταὶ πολέμων πεζικῶν καὶ ναυμαχιῶν· γί‐
5νονται δὲ ἀρχιλῃσταὶ καὶ ἡγεμόνες βίαιοι βασανιστικοὶ ἡδέως κολάζοντες αἱμοπόται· εἰ δὲ ἀγοραίου γένεσις ᾖ, οἷον νομικοῦ ἢ δικολόγου, γίνονται κατηγορικοί. εἰ δὲ καὶ τὸν τοῦ Ἑρμοῦ συλ‐ λάβῃ τῆς Σελήνης προτέρου Ἄρεως τὴν συναφὴν ἔχοντος, χαλε‐ πώτερον τὸ σχῆμα γίνεται· γίνονται γὰρ οἱ τοιοῦτοι θηρίου παν‐
10τὸς χείρονες. Ζεὺς Ἄρεϊ τετράγωνος, ἐὰν ὁ μὲν ὡροσκοπῇ ὁ δὲ μεσουρανῇ ἢ ἀγαθοδαιμονῇ, ἰσχυρόν· ἰσχυρότερον γὰρ τοῦ τριγώνου τὸ σχῆμα τοῦτο γενήσεται, μάλιστα εἰ μέσον τροπικὸν εἴη. ἐν δὲ τῷ αὐτῷ ζῳδίῳ παρόντες ἰσχυρότερα σθένουσι· τῷ γὰρ τριγώνῳ τὰ αὐτὰ
15καὶ τετράγωνοι ἀποτελοῦσιν, ἀλλὰ μετὰ κινδύνων καὶ ἐναντιώσεων. διάμετροι δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις χαλεπώτεροι γίνονται· ἐὰν γὰρ ἐπί τινα ἡγεμονίαν τὰ λοιπὰ τῆς γενέσεως πράγματα τὸν γεννώμενον ἄγῃ, μεγάλοις περιπεσεῖται κινδύνοις καὶ ὑπὸ ἰδίων καὶ ὑπὸ ἐχθρῶν προδοθήσεται. εἰ δὲ μήτε οἰκοδεσποτῇ ἀστὴρ
20μήτε δεσπόζῃ τις αὐτῶν ἢ συνοικοδεσποτῇ, μέτριος ἡ τῶν τριγώ‐ νων στάσις· γίνονται γὰρ στρατιωτικοί· εἰ δὲ καὶ ἐκ τῶν ἄλλων ἀστέρων μέγεθος ἀξιώματος ὑποφαίνηται συνεργὸν αὐτοῖς ἢ παρα‐ συνεργὸν ἐχόντων δύναμιν, προσθήσουσι τῇ δόξῃ· ποιοῦσι γὰρ ἄρχοντας πόλεων καὶ ἐπὶ δικαστηρίου καθεζομένους· εἰ δὲ καὶ τὸ
25διάθεμα στρατιωτικὸν ᾖ ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ Κρόνου, δεκαδάρχας ἢ ἑκατοντάρχας τινὸς βραχέος στρατεύματος καὶ πό‐ λεως· εἰ δὲ ταπεινὸν εἴη τὸ διάθεμα ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἢ τρίγωνοι αὐτῶν ὅ τε τοῦ Ἄρεως καὶ
ὁ τοῦ Διός, ταπεινοὺς ἀποτελεῖ τοὺς γεννωμένους, δούλους στρα‐78

79

τευομένων ὑποτεταγμένους ἢ καὶ ἡγεμονευόντων, πολλάκις δὲ κυ‐ νηγοὺς ἢ μονομάχους ἢ ὁπλοποιούς· ταῦτα δὲ σημαίνει παρὰ τὰς τῶν ζῳδίων ἐναλλαγάς· ἐπὶ μὲν γὰρ τῶν κέντρων μεγάλους ἀπὸ νεότητος ἀποτελοῦσιν, ἐπὶ δὲ τῶν ἐπαναφορῶν ἀπὸ μέσης ἡλι‐
5κίας ἀναγομένους, ἐπὶ 〈δὲ〉 τῶν ἀποκλιμάτων ἥττονας καὶ τα‐ πεινούς. 〈ιζʹ.〉 Περὶ ὡροσκόπου τοῦ τῆς τύχης κλήρου. Περὶ δὲ τριγωνικῆς τάξεως ἐκθέμενος μεταβήσομαι πάλιν εἰς τὸν περὶ εὐδαιμονίας καὶ τύχης κλῆρον καὶ δαίμονος. πρὸ πάν‐
10των οὖν δεῖ ἀκριβῶς στῆσαι τὸν κλῆρον τῆς τύχης καὶ σκοπεῖν, εἰς ποῖον μέρος τοῦ κόσμου ἐξέπεσε, πότερον ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλίσεων· ὁμοίως δὲ καὶ τὸν τούτου κύριον ζήτει. ἐὰν γὰρ ὡροσκοπῇ ἡμερινὸς ἢ καὶ ἐπί τινος ἑτέρου χρηματιστικοῦ ζῳδίου τύχῃ, ὑπὸ Ἡλίου καὶ Σελήνης καὶ τῶν ἀγα‐
15θοποιῶν μαρτυρούμενος, λαμπρὸν ἐπίσημον εὐτυχῆ τὸν γεννώμε‐ νον ποιήσει· ἐπὶ δὲ τῶν λοιπῶν κέντρων ἢ τῶν ἐπαναφορῶν μετριώτερος· ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἐκπτώσεως † ὁ τρόπος ἐν‐ νοείσθω· οὗτοι γάρ εἰσι ἑτερογνώμονες τόποι αἰτίας ἐπάγοντες καὶ καθαιρέσεις. ἄλλως τε ἐπιγνοὺς τὸν κεκληρωμένον τόπον τῆς
20τύχης σκόπει καὶ τὰ τούτου τετράγωνα καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐπὶ τῶν γενεθλιακῶν κέντρων. ἐφέξει γὰρ αὐτὸς ὁ κλῆρος δύναμιν ὡροσκόπου καὶ ζωῆς, τὸ δὲ τούτου δέκατον μεσουρανήματος καὶ δόξης, τὸ δὲ ζʹ δυτικοῦ, τὸ δὲ δʹ ὑπογείου· καὶ οἱ λοιποὶ δὲ τό‐ ποι τὴν δύναμιν τῶν ιβʹ τοποθεσιῶν ἐφέξουσιν. ὑφίστανται γάρ
25τινες μυστικῶς τὸν μὲν καθολικὸν ὡροσκόπον καὶ τὰ τούτου τε‐ τράγωνα κοσμικὰ κέντρα, τὸν δὲ κλῆρον καὶ τὰ τούτου τετράγωνα γενεθλιαλογικὰ κέντρα. ὅθεν καὶ ἐν τοῖς συντάγμασι προδηλοῦσι
λέγοντες· ἐν δὲ ἑτεροτρόποις σχήμασι τῶν κέντρων ἢ79

80

κλήρου τὴν δυναστείαν λαχόντες *** καὶ οὔτε μὴν διὰ παντὸς τὰ τροπικὰ οὔτε τὰ στερεὰ οὔτε τὰ δίσωμα τὴν αὐτὴν δύναμιν ἐφέξει· δεῖ οὖν καὶ τὰς μαρτυρίας τῶν ἀστέρων ἢ συμπαρουσίας θεωρεῖν τὰς πρὸς τὸν κλῆρον,
5ν’ εἰ μὲν ἀγαθοποιὸς ἐπὶ τούτῳ ἐπείη ἢ καὶ τῷδε μαρτυρήσ, προδηλωτικὸς ἀγαθῶν καὶ δοτὴρ ὑπαρχόν‐ των γένηται· εἰ δὲ φθοροποιός, ἀποβολῆς ὑπαρχόντων καὶ φθίσεως σώματος αἴτιος γενήσεται. 〈ιηʹ.〉 Περὶ ὑψώματος Ἡλίου καὶ Σελήνης πρὸς
10εὐδαιμονίαν. Μυστικὸν δέ τινα τόπον εὕρομεν καὶ αὐτοὶ ἐκ πείρας, λαμ‐ βάνειν ἡμέρας μὲν ἀπὸ Ἡλίου τοῦ κατὰ γένεσιν ἐπὶ Κριόν, ὅ ἐστιν ὕψωμα αὐτοῦ, καὶ νυκτὸς ἀπὸ Σελήνης ἐπὶ Ταῦρον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν τόν τε τό‐
15πον καὶ τὸν τούτου κύριον. ἐὰν γὰρ εὑρεθῇ ὡροσκοπῶν ἢ με‐ σουρανῶν μάλιστα 〈ἢ〉 καὶ κατὰ 〈τοῦ〉 τοῦ κλήρου κέντρου, βασιλι‐ κὸν τὸ σχῆμα προδηλοῖ, τῶν λοιπῶν ἀστέρων καὶ αἱρέσεων τὴν ὑπόστασιν τῆς γενέσεως μεγάλην ἀποδεικνυόντων. ἄλλως δὲ τῆς γενέσεως ἐνδόξου οὔσης καὶ τοῦ ὑψώματος ἢ τοῦ οἰκοδεσπότου
20καλῶς πεπτωκότος ἀπὸ ἡγεμονίας ἢ ἀρχῆς πολιτικῆς ἢ βασιλικῆς ἢ καὶ ἑτέρας τινὸς ἐνδόξου πίστεως ὁ γεννώμενος ὑψωθήσεται. ἐὰν δὲ τῆς ὑποστάσεως μετρίας οὔσης ὁ κύριος τοῦ ὑψώματος ἢ ὁ τόπος καλῶς τύχῃ, κατ’ ἐκεῖνο τὸ μέρος εὐημερήσει ὁ γεννώ‐ μενος, ἐν ᾧ τετύχηκε πράσσων ἤτοι τέχνην ἢ ἐπιστήμην ἢ ἐπιτή‐
25δευμα. καὶ αὐτὸς δὲ ὁ οἰκοδεσπότης καὶ τὸ ζῴδιον τὸ εἶδος τῆς εὐτυχίας προδηλώσει ἐκ τῆς ἰδίας φύσεως ἢ οὗ ἔπεστι ζῳδίου· πολλάκις γάρ τινες ἐν τοῖς πρότερον χρόνοις ἄλλα πράξαντες κα‐ κοπαθήσαντες καὶ παραπεσόντες ἐξ ὑστέρου δι’ ἑτέρων εὐτύχησαν
πραγμάτων.80

81

〈ιθʹ.〉 Περὶ κλήρου τύχης καὶ δαίμονος πρὸς εὐδαιμονίαν καὶ ἀποτροπὴν πράξεων. Ὅθεν περὶ τὰς ἐπιβολὰς τῶν πράξεων καὶ μετατροπὰς ὅ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων πολλὴν δύναμιν ἐφέξει· ἡ μὲν
5γὰρ τὰ περὶ τὸ σῶμα καὶ τὰς διὰ χειρῶν τέχνας δηλοῖ, ὁ δὲ δαί‐ μων καὶ ὁ κύριος τὰ περὶ ψυχὴν καὶ διάνοιαν καὶ τὰς διὰ λόγων καὶ δόσεων καὶ λήψεων πράξεις. προσβλέπειν οὖν δεήσει τοὺς τόπους καὶ τοὺς τούτων οἰκοδεσπότας, ἐν ποίοις ζῳδίοις εἰσί, καὶ τὰς τούτων φύσεις συναρμόζειν εἰς τὸν περὶ πράξεως καὶ
10τύχης λόγον καὶ εἰς τὸ εἶδος τῆς πράξεως. λαμπραὶ μὲν οὖν καὶ ἐπίδοξοι καὶ πρακτικαὶ νοηθήσονται γενέσεις ἔκ τε Ἡλίου καὶ Σελή‐ νης τῶν ἀγαθοποιῶν ἐπόντων ἢ προσνευόντων τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις, μέτριαι δὲ καὶ ἄδοξοι καὶ καθαιρετικαὶ καὶ ἐναν‐ τίαι 〈αἱ〉 γινόμεναι ἔκ τε Κρόνου καὶ Ἄρεος. βέλτιον μὲν οὖν
15καὶ τὸν κύριον τοῦ δαίμονος εὑρεῖν ἐπὶ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ τούτου δεκάτου [ἵνα μεσουρανῇ τῷ κλήρῳ· ὅτι τὸ ἰδιοτοπεῖν καὶ τὸ ἐπίκεντρον ὡς ὅμοια καὶ ἴσα ἀντιδιέστειλε νῦν, καὶ ἐκ τοῦ ἐναντίου τὸ μὴ ἰδιοτοπεῖν καὶ τὸ ἀποκεκλιμένον ὡς ἴσα παρέθετο καὶ τὴν τῶν κακοποιῶν δὲ μαρτυρίαν ἢ ἀποστροφὴν ὡσαύτως ὡς
20εἶναι καὶ σχέσεις. ἢ καὶ ηʹ] ὅπερ ἐστὶ μεσουράνημα· καὶ οὕτως γὰρ λαμπραὶ καὶ ἐπίσημοι γενέσεις γίνονται. ἐὰν δὲ ἰδιοτοπῇ ἢ καὶ ἐπίκεντρος ἄλλως τύχῃ, πρακτικαὶ 〈καὶ〉 ἔνδοξοι κατὰ ποσὸν γενήσονται. ἐὰν δέ πως ἀπόστροφος τύχῃ ἰδίου τόπου ἢ καὶ ἄλλως ἀποκεκλικὼς ὑπὸ κακοποιῶν μαρτυρούμενος, φυγάδας ση‐
25μαίνει καὶ ἐπὶ ξένης ἀσχημονοῦντας. καὶ ἐὰν μὲν ἀγαθοποιῷ συνυπάρχῃ ἢ ὑπὸ ἀγαθῶν μαρτυρηθῇ, ἐπὶ ξένης τὸν πολὺν χρό‐
νον διανύσουσι, ποικίλως καὶ ἀνωμάλως τὸν βίον διάγοντες· ἐὰν81

82

δὲ κακοποιῷ, [καὶ] αἰτίας καὶ συνοχῆς πεῖραν λαβόντες ἐνδεεῖς καὶ κακόβιοι γενήσονται. ὁμοίως καὶ ἐὰν ** ἐναντιωθῇ τῷ τόπῳ, ἐπὶ ξένης ἀναστρεφομένους καὶ ἐν ταραχαῖς γινομένους προδηλοῖ. πολλάκις δὲ οἱ τοιοῦτοι ὑπὸ μὲν ἰδίων οὐ κληρονομοῦνται, ὑπὸ δὲ
5ἀλλοτρίων κληρονομοῦνται. 〈κʹ.〉 Περὶ 〈τοῦ ιαʹ〉 τόπου τῆς τύχης πρὸς εὐδαιμονίαν. Εὕραμεν δὲ καὶ τὸν ιαʹ τόπον τῆς τύχης περιποιητικόν, ὑπαρ‐ χόντων καὶ ἀγαθῶν δοτῆρα, καὶ μάλιστα ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Ἀφροδίτη παρέχουσι
10χρυσὸν ἄργυρον καὶ κόσμον καὶ πλείστην ὕπαρξιν καὶ ἀπὸ μειζό‐ νων τε καὶ βασιλέων δωρεὰς καὶ εὐπροαιρέτους ἐξοδιασμοὺς εἰς ὄχλους καὶ πολλῶν εὐεργέτας καθιστῶσι. Σελήνη δὲ καὶ Ἑρμῆς αὐξομείωσιν τοῦ βίου καὶ ἀνωμαλίαν καὶ ὁτὲ μὲν ἑτέροις παρεκτι‐ κοὺς καὶ εὐμεταδότους, ὁτὲ δὲ ἐνδεεῖς ἢ δανείοις περιτρεπομέ‐
15νους διὰ τὸ τὴν μὲν Σελήνην αὐξομείωσιν τοῦ φωτὸς ἔχειν, τὸν δὲ Ἑρμῆν ἐπίκοινον εἶναι ἀγαθῶν τε καὶ κακῶν. Ἄρης τὰ μὲν διδόμενα ἢ ἐπικτώμενα ἀφαιρεῖται ἀποτελῶν μειώσεις ἁρπαγὰς ἐμπρησμοὺς κρίσεις, εἰς δημόσια ἢ εἰς βασιλικὰ πράγματα ἀνα‐ λίσκοντας ἢ αὐτεξουσίους γινομένους καὶ καταιτιωμένους, ἐκτὸς εἰ
20μὴ στρατιωτικὴ ἢ ἔνδοξος ἡ γένεσις τύχῃ· οὕτω γὰρ ἐκ τῆς τοι‐ αύτης ἀφορμῆς καὶ βιαίων ἢ ἐπικινδύνων πραγμάτων καὶ κλοπῆς ἐν περιποιήσει γενήσονται, ἐάνπερ οἰκείως 〈ὁ〉 ἀστὴρ τύχῃ· πλὴν καὶ οὕτως ἐπιφόβως ἀνύσει καὶ μείωσιν ὑποίσει. Κρόνος δὲ [ἔτι] ἐπιτόπως σχηματισθεὶς θεμελίων κτημάτων κυρίους καθίστησιν,
25ἀτόπως δὲ ἢ παρ’ αἵρεσιν ἐκπτώσεις ἀφαιρέσεις ναυάγια ἐνδείας χρεωστίας ἀποτελεῖ. Κρόνος σὺν Ἑρμῇ καὶ Ἄρεϊ διά τινας κρίσεων ἐπιφορὰς καὶ κακούργων ἢ μυστικῶν καὶ βιαίων πραγμάτων χάριν ἐπηρεαζομέ‐ νους. Κρόνος Ἑρμῆς Ἄρης Ἀφροδίτη διὰ φαρμακειῶν ἢ θηλυκῶν
30προσώπων ἀδικουμένους καὶ ἐν αἰτίαις γινομένους. Κρόνος Ἄρης Ἑρμῆς Ἀφροδίτη Ζεὺς Σελήνη ὑπὸ νεκρικῶν ὠφελουμένους καὶ 〈ἐκ〉
ναυκληριῶν καὶ ξενιτειῶν ἢ καθύγρων πραγμάτων περικτωμένους.82

83

Καθολικῶς μὲν οὖν Κρόνος καὶ Ἄρης μεσουρανοῦντες ἢ ἐπανα‐ φερόμενοι τῷ μεσουρανήματι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ κυριεύσαντες ἐκπτώσεως δηλωτικοί. Ἑκάστου οὖν ἀστέρος δεῖ τὰς φύσεις προορᾶν καὶ κατὰ τὴν ἰδίαν σύγκρισιν καὶ οἰκειότητα
5τὴν πρὸς ἑκάτερον ἀποφαίνεσθαι. οὐ μόνον δὲ οἱ ἀστέρες 〈οἱ〉 ἐπόντες τῷ περιποιητικῷ τόπῳ τὰ προκείμενα δηλώσουσιν, ἀλλὰ καὶ αὐτὸ τὸ ζῴδιον ἐνεργήσει πρός τε τὴν τοῦ ἀστέρος καὶ τὴν ἰδίαν φύσιν. 〈καʹ.〉 Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα.
10 Εἰς δὲ τὴν τῶν προκειμένων διάγνωσιν ὑποδείγμασι χρησό‐ μεθα προτάξαντες ἐπίσημον γένεσιν. ἔστω Ἥλιον εἶναι Σκορπίῳ, Σελήνην Καρκίνῳ, Κρόνον Ὑδροχόῳ, Δία Τοξότῃ, Ἄρεα Σκορπίῳ, Ἀφροδίτην Ζυγῷ, Ἑρμῆν Σκορπίῳ, ὡροσκόπον Ζυγῷ. ἐπεὶ οὖν νυκτερινὴ ἡ γένεσις, ζητῶ Σελήνην· αὕτη δὲ τυγχάνει Καρκίνῳ
15τρίγωνος Ἄρεϊ. τὸν δὲ τοῦ Ἄρεος εὕρομεν ἐπαναφερόμενον ἰδίῳ οἴκῳ καὶ τριγώνῳ καὶ αἱρέσει ἰδίᾳ· εἶτα τὴν ἐπίκοινον τούτῳ Ἀφροδίτην ὡροσκοποῦσαν ἰδίῳ οἴκῳ, τρίτην Σελήνην μεσουρανοῦ‐ σαν ἰδίῳ οἴκῳ. πρόδηλον οὖν, ὅτι ἔνδοξος ἡ γένεσις, ἐπιτόπως ἐσχη‐ ματισμένων τῶν οἰκοδεσποτῶν. ζητήσας δὲ καὶ τὸν κλῆρον εὗρον
20Ὑδροχόῳ· τούτῳ ἔπεστι Κρόνος ὁ κύριος ἀγαθοτυχῶν ἰδίῳ οἴκῳ καὶ τριγώνῳ. ὁμοίως καὶ τὸ ιαʹ τοῦ κλήρου τῆς τύχης τουτέστι τὸ περιποιητικὸν ζῴδιον Ζεὺς 〈ἔχει〉. ἔλαβον δὲ καὶ τὸ ὕψωμα τῆς γενέσεως, ὃ ἀπὸ Σελήνης ἐπὶ Ταῦρον γίνεται ιαʹ καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου Ζυγοῦ· κατέληξεν Λέοντι ἐν τῷ ἀγαθῷ δαίμονι·
25τούτου κύριος ὁ Ἥλιος, 〈ὃσ〉 εὑρέθη μεσουρανῶν τῷ κλήρῳ τῆς τύχης, ἐποίησε λαμπροτέραν καὶ ἐνδοξοτέραν τὴν γένεσιν. Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Κριῷ, Κρόνος Ἄρης Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεὺς Παρθένῳ, κλῆρος τύχης καὶ ὕψωμα γενέσεως Διδύμοις. ἀπὸ μετριότητος ἀναβεβίβασται καὶ
30γέγονεν ἡγεμονικὴ καὶ στρατηγική. ἡμερινῆς γὰρ οὔσης τῆς γενέ‐ σεως εὗρον τὸν Ἥλιον τριγώνῳ τῆς Σελήνης, τὴν δὲ Σελήνην καὶ
τοὺς αὐτῆς ἐπικοίνους Ἀφροδίτην καὶ Ἄρεα ἐπικέντρους, τὸν δὲ83

84

κλῆρον τῆς τύχης καὶ τὸ ὕψωμα Διδύμοις ἐν ἀποκλίσει (ἔνθεν ἦν καὶ τὰ πρῶτα μέτρια), τὸν δὲ κύριον ἀγαθοδαιμονοῦντα. Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ, Κρόνος Κριῷ, ὡροσκόπος Λέοντι. καὶ αὕτη ἡ γένεσις
5ἐκ ταπεινῆς καὶ μετρίας τύχης εἰς ἡγεμονικὴν καὶ ἐξουσιαστικὴν τύχην κατήντησεν. ἡμερινῆς γὰρ οὔσης τῆς γενέσεως εὕρομεν τὸν Ἥλιον τριγώνῳ τοῦ Κρόνου, τὸν δὲ Κρόνον ἐν τῷ ἀποκλίματι, ὅθεν τὰ μὲν πρῶτα μέτρια, τὸν δὲ τούτου ἐπίκοινον Ἑρμῆν ἐπί‐ κεντρον. εὕρομεν δὲ καὶ τὸν κλῆρον τῆς τύχης Ταύρῳ καὶ τὸ
10ὕψωμα Ζυγῷ καὶ τὴν κυρίαν μεσουρανοῦσαν μὲν τῷ κλήρῳ, ἐπί‐ κεντρον δ’ ἄλλως. Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφρο‐ δίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι. τὸν μὲν οὖν Ἥλιον εὕρομεν τριγώνῳ Ἀφροδίτης καὶ Σελήνης, τὴν
15δὲ Ἀφροδίτην ἐν ἀποκλίματι. γέγονεν μὲν οὖν τὰ πρῶτα ἐπί‐ μοχθος καὶ ταπεινή, τῆς δὲ Σελήνης ἐπικέντρου εὑρεθείσης ὕστε‐ ρον γέγονεν ἐν στρατιωτικαῖς καὶ προκοπτικαῖς τάξεσιν. ὁμοίως δὲ καὶ ὁ κλῆρος τῆς τύχης εὑρέθη Ταύρῳ, τὸ δὲ ὕψωμα Καρκίνῳ· τούτου κυρία Σελήνη εὑρέθη μεσουρανοῦσα τῷ κλήρῳ, ὅθεν καὶ
20εἰς μεγίστην τύχην καὶ ἡγεμονικὴν κατῆλθεν. ἐν δὲ τῷ περιποι‐ ητικῷ τόπῳ εὑρέθη Ἄρης ** ὕπαρξιν ἐξ ἁρπαγῆς καὶ νοσφισμῶν καὶ βίας, ἃ μετὰ θάνατον αὐτοῦ κακῶς διηρπάχθη. Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Ζεὺς Τοξότῃ, Σελήνη Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ. νυκτερινῆς οὔσης
25τῆς γενέσεως εὕρομεν τὴν Σελήνην τριγώνῳ Ἄρεος, αὐτὸν δὲ τὸν Ἄρεα ἀποκεκλικότα καὶ τὸν κλῆρον καὶ τὸν κύριον, ὅθεν τὰ μὲν πρῶτα ταπεινῶς καὶ ἐνδεῶς διήγαγεν αἰχμαλωσίας τε καὶ ὑπηρε‐ σίας πεῖραν ἔλαβεν καὶ πολλοῖς κινδύνοις περιετράπη. τῶν δὲ συναιρετιστῶν ἐν χρηματιστικοῖς τόποις τετευχότων ἐν φιλίαις
30καὶ συστάσεσι γενόμενος βασιλικὰς πίστεις ἀνεδέξατο. εἶθ’ οὕ‐ τως τοῦ ὑψώματος ἐν Λέοντι εὑρεθέντος καὶ τοῦ κυρίου Ἡλίου μεσουρανήσαντος τῷ κλήρῳ ἡγεμονίας καὶ τάξεως ἐξουσιαστικῆς
κατηξιώθη.84

85

Ἄλλη. Ἥλιος Ἀφροδίτη Αἰγόκερῳ, Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Σκορπίῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ὑδροχόῳ, τύχη Κριῷ, ὡρο‐ σκόπος Ταύρῳ. καὶ αὕτη ἡ γένεσις κατ’ ἀρχὰς ἀνώμαλος καὶ μέτριος διῆξεν, ἐξ ὑστέρου δὲ ἀνεβιβάσθη καὶ στεμμάτων καὶ
5ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν· ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος *** Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι,
10Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν· ἐπιστεύθη βασι‐ λείας [γὰρ] καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῷ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος 〈ὁ〉 κληρωσάμενος τὴν τύχην
15μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανοῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη. Ἄλλη. Ἥλιος Ζεὺς Ἄρης Ἀφροδίτη Σκορπίῳ, Κρόνος Ζυγῷ,
20Σελήνη Κριῷ, Ἑρμῆς Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κύριος τοῦ ὑψώματος Ἑρμῆς Τοξότῃ εὑρέθη μεσουρανῶν τῷ κλήρῳ καὶ ὕψωσε τὴν γένεσιν περὶ τὸν βίον. ὁμοίως δὲ καὶ οἱ κύριοι τοῦ τριγώνου καὶ τοῦ κλήρου ὑπόγειοι εὑρεθέντες ἐποίησαν θησαυροφύλακα, ἀφιλόδοξον δὲ καὶ ἀπάροχον.
25 Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Λέ‐ οντι, Ἄρης Ἀφροδίτη Καρκίνῳ, Ζεὺς Παρθένῳ, ὡροσκόπος Τοξότῃ. νυκτερινῆς οὔσης τῆς γενέσεως οἱ κύριοι τοῦ τριγώνου Κρόνος καὶ Ἑρμῆς ἀποκεκλίκασιν, ὅθεν ἀνωμάλισε πολλὰ ἐπὶ τῶν πρώτων χρόνων καὶ ὑπόχρεως διήγαγε, καίτοι γε ὑποστάσεως καλῆς περὶ
30τοὺς γονεῖς οὔσης. εἶθ’ οὕτως ἐξ ὑστέρου κληρονομίας τυχὼν καὶ ἐξ ἀπροσκόπων ἀφορμῶν ἐπαυξηθεὶς τῷ βίῳ φιλόδοξος καὶ ἀρ‐
χικὸς καὶ δωρηματικὸς ἐγένετο καὶ ὄχλῳ ἀρεστὸς καὶ βασιλέων85

86

καὶ ἡγεμόνων φίλος καὶ ναοὺς καὶ ἔργα κατεσκεύασεν καὶ αἰωνίου μνήμης ἔτυχεν. εὑρέθη γὰρ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ ὑψώμα‐ τος Ἰχθύσι καὶ ὁ τούτου κύριος Ζεὺς μεσουρανῶν. Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Κριῷ, Κρόνος Παρ‐
5θένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Λέοντι, Ἀφροδίτη ὡροσκόπος Τοξότῃ. ἔτι νηπία οὖσα ἡ γένεσις ἐκληρονόμησε πλείστην ὕπαρξιν· εὑρέθη γὰρ ὁ περιποιητικὸς τόπος Ἰχθύσι Διὸς ἰδιοτοποῦντος, ἡ δὲ τοῦ τριγώνου ἐπίκοινος Ἀφροδίτη καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος κυρία † μοιρικὸς ὡροσκόπος.
10 Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ. οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι μὲν εὑρέθησαν, ἀλλὰ ἐναντιού‐ μενοι· ὅθεν ἐν ἀρχαῖς καλῶς ἀχθεῖσα ἡ γένεσις καὶ εὐπορήσασα ἐξ ὑστέρου ἔκπτωτος καὶ ἐνδεὴς εὑρέθη προφάσει ἐμπρησμοῦ καὶ
15ἁρπαγῆς· καὶ γὰρ ὁ κύριος τοῦ κλήρου Ἄρης ἐν τῷ περιποιητικῷ εὑρέθη ἀποκεκλικὼς καὶ ὑπὸ Κρόνου μαρτυρούμενος. Ἄλλη. Ἥλιος Ἀφροδίτη ὡροσκόπος Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἄρης Ἑρμῆς Διδύμοις. ἐν τοῖς πρώτοις χρόνοις φαντασίας μεγάλας καὶ πράξεις καὶ πίστεις πο‐
20λιτικὰς ἔσχεν· ἔτυχον γὰρ οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι. ἐξ ὑστέρου δὲ καθαιρεθεὶς τῷ βίῳ ἀλήτης γέγονεν· ἠναντιώθη γὰρ τῇ περιποιήσει Ἄρης καὶ Ἑρμῆς, καὶ οἱ κύριοι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ ἀποκεκλίκασι. Ἄλλη. Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Αἰγόκερῳ, Κρόνος
25Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη ὡροσκόπος Καρκίνῳ, Ζεὺς Σκορπίῳ. ὁ τοιοῦτος δοῦλος γεννηθεὶς καὶ εἰς γένος εἰσελθὼν πολιτικὰς ἀρχὰς ἀνεδέξατο καὶ ἐφιλοδόξησεν· εὑρέθησαν γὰρ οἱ κύριοι τοῦ Ἡλίου τοῦ τριγώνου καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος οἰκείως κείμενοι καὶ ὑπὸ Διὸς μαρτυρούμενοι, Ἄρης δὲ καὶ Κρόνος καὶ
30Ἑρμῆς παρέπεσον· διὸ καὶ ἐμείωσαν τὸν βίον καὶ ὑπόχρεων ἐποίησαν. Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ, Κρόνος Καρ‐ κίνῳ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Αἰγόκερῳ, ὡροσκόπος Ἰχθύσιν. ὁ
τοιοῦτος γέγονεν εὐνοῦχος ἱερεὺς θεᾶς ἐπίσημος· τοῦ γὰρ κλήρου86

87

ὁ κύριος εἰς τὸν [περὶ] θεοῦ τόπον ἔτυχε Σκορπίον, οἱ δὲ τῆς αἱρέσεως κύριοι Κρόνος καὶ Ἑρμῆς ἀγαθοδαιμονοῦντες εὑρέθησαν, ἐναντιούμενοι δέ· ὅθεν καὶ ταραχαῖς πλείσταις περιέπεσεν καὶ μειώσεσι καὶ ἀπολογίαις ἡγεμονικαῖς καὶ βασιλικαῖς.
5〈κβʹ.〉 Περὶ ἐνδόξων καὶ ἐπισήμων γενέσεων· τὸ δὲ αὐτὸ καὶ περὶ ἀδόξων καὶ ἐκπιπτόντων. Καὶ τούτους δὲ τοὺς τόπους δυναστικοὺς ὄντας εἰς τὸν περὶ ἐνδόξων καὶ ἐπισήμων γενέσεων ἀναγκαίως ὑπέταξα. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν χρηματιστικοῖς ζῳδίοις ὄντες δορυφορηθῶσιν
10ὑπὸ τῶν πλείστων ἀνατολικῶν μηδενὸς τῶν κακοποιῶν ἐναντιου‐ μένου, εὐτυχεῖς καὶ ἐνδόξους, ἡγεμονικὰς καὶ βασιλικὰς τὰς γενέ‐ σεις ποιοῦσιν· ὁμοίως δὲ καὶ ἐὰν οἱ κύριοι τούτων ὡροσκοποῦν‐ τες 〈ἢ〉 ἐπίκεντροι τύχωσιν. ἐὰν τὸ συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ οἱ τούτων κύριοι τύχωσιν ὡροσκοποῦντες ἢ μεσουρανοῦν‐
15τες, ἔσονται εὐτυχεῖς οἱ γεννώμενοι. ἐὰν δὲ ἐν τῷ ὑπὸ γῆν εὑρεθῇ ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ πλεῖστοι τῶν ἀστέρων, γίνονται μὲν ἐπίσημοι καὶ πλούσιοι, κακῶς δὲ τὸν βίον καταστρέφουσιν ἢ φθόνοις καὶ αἰτίαις καὶ περιβοησίαις περιτρέπονται. Σαφέστερον δὲ βουλόμενοι τὸν περὶ εὐδαιμονίας τόπον δια‐
20κρῖναι διὰ πολλῶν καὶ δεδοκιμασμένων αἱρέσεων ἐπιδιασαφήσομεν. ἕκαστον γὰρ εἶδος σχηματογραφίας ἰδίως ἐστὶ δυναστικόν, συγ‐ κρινόμενον δὲ ἕτερον πρὸς ἕτερον ἢ ὠφεληθὲν ὕψωσε τὴν δόξαν ἢ κακωθὲν προσεπικατέστρεψεν. ὅθεν οὐχ ὡς ἀναλύοντες τὰς προτέρας δυνάμεις, ἐπιβεβαιοῦντες δὲ ὑποτάξομεν. καθάπερ οὖν
25ἐπὶ τοῦ κλήρου προείπομεν, πραγματεύεσθαι δεήσει καὶ τὸν κλῆ‐ ρον τοῦ δαίμονος, ὃς εὑρίσκεται ἡμέρας μὲν ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, νυκτὸς δὲ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα 〈ἀφ’〉 ὡρο‐ σκόπου, καὶ τὸν τούτου κύριον καὶ τόπον συνορᾶν ὅπως ἔτυχεν· ὁμοίως δὲ καὶ τὸν κλῆρον τῆς βάσεως, ὃς εὑρίσκεται ἀπὸ τύχης
30ἐπὶ δαίμονα καὶ ἀπὸ δαίμονος ἐπὶ τύχην καὶ τὰ ἴσα ἀπὸ ὡρο‐87

88

σκόπου· τὸν μέντοι ἑβδομαδικὸν ἀριθμὸν οὐχ ὑπερθήσει ἐπί τε τῶν νυκτῶν καὶ ἡμερῶν, ἀλλὰ ἀπὸ τοῦ ἐγγίονος κλήρου ἐπὶ τὸν ἕτερον κλῆρον δεῖ λαμβάνειν καὶ συγκρίνειν τόν τε τόπον καὶ τὸν οἰκοδεσπότην.
5 Ἐὰν οὖν οἱ οἰκοδεσπόται ἐναλλάξωσι τοὺς τόπους, οἷον ὁ τοῦ κλήρου τῆς τύχης γένηται ἐν τῷ τῆς βάσεως τόπῳ, ὁ δὲ τῆς βά‐ σεως ἐν τῷ τοῦ δαίμονος, ὁ δὲ τοῦ δαίμονος ἐν τῷ τῆς τύχης τόπῳ, ὁ τοιοῦτος εὐτυχὴς βασιλικὸς ἐπίσημος. ἐὰν δὲ τῷ τοῦ δαίμονος τόπῳ ὁ τῆς βάσεως κύριος γένηται συμπαρόντος καὶ
10τοῦ κυρίου τοῦ δαίμονος, εὐτυχὴς μεγαλόφρων. ἐὰν δὲ οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης καὶ τῆς βάσεως ἰδιοτοπῶσι, καὶ οὕτως εὐτυχὴς ὁ γεννώμενος. ἐὰν δὲ ὁ δαίμων εὑρεθῇ μεθ’ Ἡλίου καὶ ὁ τούτου κύριος ἀνατολικός, ὁ τοιοῦτος ἔσται εὐτυχής· ὁμοίως κἂν Ἀφροδίτη κυριεύσῃ τύχης ἢ δαίμονος ἢ βάσεως καὶ εὑρεθῇ
15ἀνατολὴν ἔχουσα καὶ ἰδιοτοποῦσα, ὁ τοιοῦτος εὐτυχής. ἐὰν ὁ κύριος ἐν τῇ βάσει ἐπῇ καὶ τούτῳ συμπαρῇ Σελήνη, ὁ τοιοῦτος εὐτυχὴς ἔσται καὶ ἐπίσημος. ἐὰν δὲ ὁ κύριος τῷ δαίμονι ἐπῇ καὶ τούτῳ συμπαρῇ Ἥλιος, εὐτυχὴς ἐπίσημος τυραννικός. Ἐὰν δὲ Ἄρης δαίμονι γενόμενος εὑρεθῇ ἐν τόποις Σελήνης
20καὶ αὐτῆς συμπαρούσης, ἀρχικὴ ἡγεμονικὴ ἔνδοξος ἡ γένεσις· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ δαίμονι γενόμενος ἀνατολικὸς εὑρεθῇ ὑπὸ ἀγαθο‐ ποιῶν μαρτυρούμενος ἐν τόποις τῆς Σελήνης, ὁ τοιοῦτος εὐτυχή‐ σει ἀπὸ γραμμάτων καὶ παιδείας πολύφιλος πολύγνωστος ὑπάρ‐ χων τιμῶν τε καὶ δωρεῶν καὶ δόξης καταξιωθήσεται καὶ ὑπὸ
25πολλῶν μακαρισθήσεται. ἐὰν δὲ Ζεὺς τοῦ δαίμονος κυριεύσῃ καθυπερτερηθεὶς ὑπὸ Ἄρεος, ὁ τοιοῦτος οὐκ ἔσται μὲν ἀτυχής, πρακτικὸς δὲ καὶ ἔνδοξος· ἐναντιώμασι δὲ περιτραπεὶς καθαιρε‐ θήσεται ἢ ἀπαγωγῆς ἢ φυγαδείας πεῖραν λήψεται. ἐὰν δὲ ὁ κύριος τῷ δαίμονι συμπαρῇ ἀνατολικὸς σὺν τῇ Σελήνῃ, εὐτυχὴς ὁ
30τοιοῦτος καὶ πλούσιος καὶ μεταδοτικός. ἐὰν ὁ Ἥλιος ἐπῇ τῷ δαίμονι τῆς οἰκείας αἱρέσεως ὑπάρχων τοῦ οἰκοδεσπότου ἰδιοτο‐ ποῦντος, ἔνδοξος εὐσχήμων πολύφιλος· ἐὰν δὲ ἀλλοτρίας, ἐξ ὑ‐
στέρου εὐτυχήσει μετὰ τοὺς τοῦ ἀντιδίκου χρόνους.88

89

Ἐὰν οἱ κύριοι τοῦ τε δαίμονος καὶ τῆς τύχης εὑρεθῶσιν ἐν τῷ τῆς βάσεως τόπῳ συμπαρόντος καὶ τοῦ οἰκοδεσπότου, λαμπρὰ καὶ ἐπίδοξος ἡ γένεσις ἔσται. ὁμοίως δὲ καὶ ἐὰν ὁ τῆς βάσεως κύριος καὶ τῆς τύχης ἐν τῷ δαίμονι εὑρεθῶσι [παρ’ ἓν ὦσι] συμ‐
5παρόντος καὶ τοῦ οἰκοδεσπότου, μεγάλη ἡ γένεσις καὶ εὐτυχής. ὅσοι δὲ ἔχουσι τὸν κύριον τῆς τε τύχης καὶ τοῦ δαίμονος ἀνατολι‐ κοὺς καὶ ἰδιοτοποῦντας καὶ ὑπὸ Ἡλίου καὶ Σελήνης μαρτυρου‐ μένους, ἔνδοξοι καὶ ἐπίσημοι γενήσονται καὶ ἐγγὺς βασιλέων ἢ ἱερῶν ἀναστρεφόμενοι καὶ δωρεῶν καὶ δόξης καταξιούμενοι. ἐὰν
10δὲ Ἀφροδίτη κυριεύσασα τοῦ κλήρου ἢ τοῦ δαίμονος σὺν τῷ Ἡλίῳ καὶ Σελήνῃ εὑρεθῇ καὶ τούτων κυριεύσας τις τῶν λοιπῶν ἀστέρων μὴ ἰδιοτοπῇ ἀλλὰ παραπέσῃ, σκληροτυχὴς ὁ τοιοῦτος καὶ δυσεπίτευκτος 〈ἐν〉 τοῖς ἐγχειρουμένοις. ἐὰν δέ τινες αὐτῶν ἰδιοτοπήσωσι, μετὰ μεγάλων ἀνδρῶν ἀναστρέφουσιν ἢ ἐν βασιλι‐
15καῖς αὐλαῖς πίστεις ἀναδέξονται, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἐπίλυποι καθίστανται ἢ ἄτεκνοι. ἐὰν ὁ κύριος τῆς τύχης ἢ τῆς περιποιήσεως μὴ τύχωσιν ἐν ἰδίοις οἴκοις ἢ ὑψώμασι 〈ἢ〉 τριγώ‐ νοις ἢ μοίραις ὄντες ἐπίκεντροι ἢ προσθετικοί, καθαιροῦσι τὰς γενέσεις· μάλιστα μὲν οὖν τυχόντες κακοποιοὶ μαρτυροῦντες τοῖς
20τόποις ἢ ἐναντιούμενοι· ἐὰν δὲ ἀγαθοποιοὶ τύχωσιν ἐπίκεντροι ἀνατολικοὶ καὶ προσθετικοί, λαμπροὺς καὶ ἐπιδόξους ποιοῦσι τοὺς γεννωμένους· ἐὰν δὲ ἐπὶ τῶν ἐπαναφορῶν, ἀφ’ ἑαυτῶν ἀνάγονται. Ἐὰν τοῦ κλήρου τῆς τύχης καλῶς πεσόντος καὶ τοῦ δαίμονος καὶ τῆς βάσεως ἡ περιποίησις κακωθῇ, ἐν προβάσει τῆς ἡλικίας
25μειοῦσι τὰς ὑπάρξεις. ἐὰν δὲ ἡ τύχη παραπέσῃ καὶ κεκακωμένη ᾖ, ἡ δὲ περιποίησις καλῶς πέσῃ, ἀπὸ νέας ἡλικίας κρείττονες γίνονται. ἐὰν ὁ τῆς τύχης κύριος ἢ ὁ τῆς περιποιήσεως ἐπὶ τῶν κάτω κέντρων ἢ ἐπαναφορῶν τύχῃ, ἐν προβάσει τῆς ἡλικίας τὰς εὐπορίας καὶ τὰς δόξας περιτίθησιν. οἱ κακοποιοὶ ἐπὶ τῆς περι‐
30ποιήσεως ἐφεστῶτες ἢ ἐναντιούμενοι τοῦ τόπου ἀκέντρου ὄντος ἀλλότριοι τῆς γενέσεως καὶ ζῳδίων καὶ μοίρας ἀλλοτρίας, φθορὰς τῶν ὑπαρχόντων ποιοῦσι, καὶ ἐὰν ὁ κλῆρος τῆς τύχης καλῶς πέσῃ
καὶ ὁ κύριος αὐτοῦ.89

90

Ὅταν ὁ κύριος τῆς τύχης καὶ ὁ τῆς περιποιήσεως ἐναντίοι πέσωσιν, ἐὰν μὲν ἀγαθοποιοὶ ὦσι, τὰς ὑπάρξεις πεφαντασιω‐ μένας ποιοῦσι καὶ ἐπισάθρους καὶ ἐπικινδύνους· ἐὰν δὲ κακοποιοὶ ὦσιν, ἐκπτώσεις ποιοῦσιν. ἐὰν ἡ περιποίησις ἐναντία τῷ δαίμονι
5γένηται, ἐκπτώσεις τῶν πράξεων καὶ μειώσεις καὶ βλάβας παρ‐ έχουσιν, ἐὰν μὴ ἔχωσιν ἀγαθοποιοὺς ἐπικειμένους. ὁ τῆς περι‐ ποιήσεως κύριος ἐναντιούμενος τῷ περιποιήματι κενοῖ τὰς ὑπάρ‐ ξεις· ἐὰν οὖν κακοποιὸς τύχῃ, ἔτι χεῖρον. οἱ δὲ ἀγαθοποιοὶ ἀφαιροῦντες τὰ αὐτὰ ἀπεργάζονται, ἐπὶ τούτοις δὲ καὶ ἐκπτώσεις
10ποιοῦσιν. ἐὰν τῶν οἰκοδεσποτῶν ἡ περιποίησις ἐναντία πέσῃ μά‐ λιστα ὄντων κακοποιῶν καὶ μηδὲ τῆς αἱρέσεως ὄντων, ἐγγὺς ἐκ‐ πτώσεως ἔρχονται. ἐὰν τῇ περιποιήσει Ἄρης ᾖ ἐφεστὼς ἢ διά‐ μετρος, εἰς ἡδονὰς καὶ μέθας ἀναλίσκουσι τὰ περικτηθέντα. ὁμοίως καὶ ἐὰν ὁ κύριος τῆς περιποιήσεως ἐναντίος αὐτῷ γένη‐
15ται, τῷ βίῳ πολυδαπάνους· ὁμοίως καὶ ἐὰν ᾖ αὐτὸς ὁ κύριος τῆς περιποιήσεως ἀφαιρῶν τῷ ἀριθμῷ ἢ ἄκεντρος ὢν ἢ μοίρας ἀλ‐ λοτρίας ἢ οἶκον ἔχων. 〈κγʹ.〉 Περὶ κλήρου δάνους. Ἐὰν ὁ περὶ δάνους κλῆρος πέσῃ *** ἢ ὁ κύριος αὐτοῦ εἰς
20τὰ τετράγωνα ἢ διάμετρα αὐτοῦ κακοποιῶν ἐφορώντων ἢ ἐναντίων ὄντων ἢ καθυπερτερούντων, καταχρέους ποιεῖ τὰς γενέσεις. ἀριθ‐ μεῖται δὲ ὁ κλῆρος ὁ περὶ δάνους ἀπὸ Ἑρμοῦ ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ἐκ τῶν οὖν ἐμπεπτωκότων κλήρων ἢ τῶν ἐφεστώτων ἀστέρων τῇ περιποιήσει ἢ διαμετρούντων ἢ τετρα‐
25γώνων πρὸς τὸν κλῆρον αὐτὸν ὁ τρόπος τῆς ὑπάρξεως τοῦ γεννω‐ μένου πρόδηλος· ὁμοίως καὶ ἀπὸ τῶν ἐν τῇ τύχῃ ἢ δαίμονι ἐφ‐ εστώτων ἀστέρων ἢ τῶν κλήρων τῶν συνεμπιπτόντων αὐτοῖς [καὶ τῶν κλήρων] καὶ τῶν κυρίων αὐτῶν. μάλιστα δὲ ὁρώντων τὸν περὶ ἐνέδρας κλῆρον καὶ τὸν περὶ κλοπῆς, εἰ πρὸς τὴν περιποίη‐
30σιν ἢ τύχην ἢ τὸν δαίμονα ἢ τὸν βίον λόγον τινὰ ἔχουσιν ἢ πρὸς τοὺς κυρίους τούτων τῶν κλήρων· δυνατὸν δὲ μὴ ἔχειν *** οὐκ
ἐξ ὑγιοῦς τὰς κτήσεις ποιοῦσιν. ἐὰν γὰρ μὴ ἔχωσι λόγον οἱ προ‐90

91

κείμενοι τόποι πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν βίον ἢ τὸν δαίμονα, καθαιρεῖ τὰ τοῦ βίου τοῦ γεννωμένου ἢ τὰ τῆς ὑπάρ‐ ξεως. εἰ δὲ λόγον τινὰ ἔχουσι πρὸς αὐτούς, ἀπὸ πανουργίας καὶ ἐνέδρας καὶ ἐπιβουλῆς τινος καὶ βίας καὶ κλοπῆς καὶ ἐπιθέσεως
5εὑρήσεις τὰ τῆς ὑπάρξεως ὄντα. 〈κδʹ.〉 Κλῆρος κλοπῆς. Ἀριθμεῖται δὲ ὁ περὶ κλοπῆς ἐπὶ μὲν ἡμερινῆς γενέσεως ἀπὸ Ἑρμοῦ ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ Κρόνου, ἐπὶ δὲ νυκτερινῆς γε‐ νέσεως ἀπὸ Ἄρεως ἐπὶ Ἑρμῆν καὶ τὰ ἴσα ἀπὸ Κρόνου.
10〈κεʹ.〉 Κλῆρος ἐνέδρας. Τὸ δὲ περὶ ἐνέδρας ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ τὸ ἐναλλάξ. καὶ ἐὰν ὁ τοῦ κλήρου τῆς τύχης ἢ τῆς περιποιήσεως ἢ τοῦ δαίμονος ὁ κύριος εἰς τὸ περὶ ἐνέδρας ἢ κλοπῆς τύχῃ, ἀπὸ βίας καὶ πανουργίας ἤ τινος
15ὠφελείας ἕξουσι τοὺς βίους. καὶ ἐὰν οἱ κύριοι πάντων τῶν προ‐ κειμένων ὁμοῦ πέσωσι, ταὐτὰ ποιοῦσι. καὶ ἐὰν ὁ κύριος τῆς ἐνέδρας ἢ τῆς κλοπῆς ἐπὼν ἢ τῷ κλήρῳ τῆς τύχης ἢ δαίμονος ἢ περιποιήσεως, εὑρίσκεται ἐκ τούτων τὰ τοῦ βίου. ἐὰν δὲ ἀγα‐ θοποιοὶ τοῖς τόποις μαρτυρῶσι καὶ μάλιστα ἰδιοτοποῦντες ἢ τῆς
20αἱρέσεως ὄντες, εὐπροαίρετοι καθίστανται· ἐὰν δὲ κακοποιοὶ διά‐ μετροι ἢ τετράγωνοι μαρτυρῶσι, συννοητέος ὁ τρόπος. Ὅσαι δὲ μετὰ τὴν εὐτυχίαν καθαιροῦνται ἢ ἐκπίπτουσιν, ὑπο‐ δείξομεν. ἐὰν ὁ περὶ ἀξίας καὶ ὑψώματος τόπος ἐναντίους ἔχῃ κακοποιοὺς μὴ προσήκοντας τῇ γενέσει ἢ ὁ κύριος αὐτοῦ μὴ μαρ‐
25τυρῆται ὑπὸ Διός, μάλιστα τῶν φώτων ἀποκεκλικότων ἢ τῆς Σε‐ λήνης κεκακωμένης, ἐν καθαιρέσει τὰ τῆς δόξης καὶ τὰ τῆς ἐπι‐ φανείας γενήσεται. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐναντιούμενος τῷ ὑψώματι ἢ τῷ κυρίῳ τοῦ ὑψώματος ἐπισφαλεῖς τὰς δόξας καὶ τὰς ἐπιφανείας ποιεῖ. ὁμοίως καὶ ὁ τοῦ δαίμονος καὶ οἱ
30κλῆροι πρὸς ἑαυτοὺς ἀηδεῖς καὶ καθαιρετικοὶ δόξης τυγχάνουσι.91

92

καὶ ἐὰν τοῦ κλήρου τοῦ ὑψώματος ὁ τόπος καὶ ὁ περὶ ἐπιτιμίας ἐναντίοι πέσωσι καὶ ὑπὸ κακοποιῶν ὁρῶνται ἢ οἱ κύριοι αὐτῶν ἢ οἱ κλῆροι, ἑαυτοὺς κακοῦσι καὶ ἐν ἀτιμίαις καὶ καθαιρέσεσιν ἢ ὕβρεσί τισι γενήσονται οἱ γεννώμενοι. καὶ ἐὰν ὁ κύριος τοῦ κλή‐
5ρου τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοῦ ὑψώματος τῷ περὶ ἐπιτιμίας ἐναντίος πέσῃ ἢ τῷ κλήρῳ ἢ τῷ κυρίῳ αὐτοῦ ἢ καθυπερτερού‐ μενος ὑπὸ κακοποιῶν ἢ μαρτυρούμενος, ἐν καθαιρέσει καὶ ὕβρει γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ ἐπὰν τῷ κλήρῳ μάλιστα τῷ περὶ ἐπιτιμίας κακοποιὸς μαρτυρήσῃ, καθαιρέσεις βίων καὶ ἀξιῶν
10ἐποίσει τῷ γεννωμένῳ, καὶ μάλιστα ἐπίκεντρος ὤν· ἔκδηλα γὰρ οὕτως καὶ ἐκφανῆ τὰ κακὰ γίνεται τοῖς γεννωμένοις. Κακὰ τὰ φῶτα ἐναντιούμενα τοῖς ὑψώμασιν ἢ τῷ κυρίῳ τοῦ ὑψώματος, μάλιστα κεκακωμένα καὶ μὴ ὄντα τῆς αἱρέσεως ἢ καὶ τὸ ἕτερον αὐτῶν· ἀτιμίας γὰρ καὶ καθαιρέσεις παρέχουσι ταῖς
15γενέσεσιν. ἐὰν τὸ ὕψωμα τύχῃ ἐν τῷ μεσουρανήματι καὶ ᾖ κακο‐ ποιὸς ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐπὶ τῆς πρώτης ἡλικίας προ‐ κόψαντες καὶ τιμηθέντες ὑπὸ πολλῶν, μάλιστα ἀγαθοποιοῦ ἐπι‐ θεωροῦντος, ὕστερον καθαιρεθήσονται. ἐὰν δὲ ἐναλλὰξ γένηται, ἐν τῇ πρώτῃ ἡλικίᾳ δυστυχήσαντες ὕστερον ἐπιφανεῖς ἔσονται.
20ἐὰν δὲ ὁλοτελῶς κακωθῶσιν οἱ τόποι, ἀπὸ νεότητος δυστυχίαν σημαίνουσι τῷ γεννωμένῳ, ὥσπερ καὶ ἀγαθοποιῶν μαρτυρούντων τοῖς τόποις ἀγαθῶν πρόδηλα γενήσεται κατὰ τὰς τῶν ζῳδίων καὶ ἀστέρων τοποθεσίας. ἐὰν πάλιν τύχῃ ὁ δαίμων τῷ ὑψώματι ἐναντιούμενος, ἐν καθαιρέσει τὰς γενέσεις ποιεῖ. ὅταν ἐπὶ γενέ‐
25σεως οἱ πλεῖστοι τόποι κακωθῶσιν ἢ οἱ κύριοι αὐτῶν αἵ τε σύ‐ νοδοι ἢ πανσέληνοι ἢ ὁ περὶ ἐπιτιμίας κλῆρος [ἢ] τὸν περὶ δίκης ἢ ἔχθρας ἢ ἀνάγκης κλῆρον ἔχωσι συνεμπίπτοντα ἢ διάμετρον ἢ τετράγωνον, ἐν μεγάλαις στάσεσι γίνονται καὶ εἰς ἐπιτιμίαν βλά‐ πτονται. ἐὰν ὀλίγοι ὦσιν οἱ κακοποιοὶ ἢ ὁ περὶ ὑψώματος τό‐
30πος ἢ ὁ κύριος αὐτοῦ, ἀπρόκοποι καὶ ἀλαμπεῖς καὶ ἐν καταγνώσει οἱ γεννώμενοι διατελοῦσι. τῷ περὶ ἀξιώματος τόπῳ κακοποιοὶ
ἐναντιούμενοι ἢ καθυπερτεροῦντες καθαιρέσεις ἐπιφέρουσι ταῖς92

93

γενέσεσιν. ἐὰν ὁ κύριος τοῦ ὑψώματος καὶ ὁ κύριος τοῦ ἀξιώ‐ ματος ἐναντίοι πέσωσιν ἑαυτοῖς οἵ τε κλῆροι ἢ οἱ δεσπόται αὐ‐ τῶν, ἐν καταγνώσει γίνονται οἱ γεννώμενοι. ἐὰν Ζεὺς τῷ ὑψώ‐ ματι εἴη ἐπικείμενος ἐπίκεντρος ἢ κύριος γένηται κέντρου, ἐπι‐
5φανεῖς ἄνδρας ποιεῖ. ἐὰν δὲ ἐν Ἄρεως τύχῃ ζῳδίῳ ἢ μοίρᾳ ἢ συνὼν ἰδίοις ζῳδίοις, ζωῆς καὶ θανάτου κυριεύσουσιν οἱ γεννώ‐ μενοι. ὅθεν οἱ προκείμενοι τόποι καὶ ἀστέρες ἐν χρηματιστικοῖς ζῳδίοις εὑρισκόμενοι λαμπρὰς ἡγεμονικὰς βασιλικὰς γενέσεις ποι‐ οῦσιν, ἐπὶ δὲ τῶν μέσων ζῳδίων εὐσχήμονας ἐπιδόξους ἀρχικούς,
10ἐπὶ δὲ τῶν ἀποκλιμάτων εὐπόρους πρακτικοὺς ὑπὸ ἑτέρων ἐξου‐ σίας τεταγμένους, πίστεων καὶ τάξεων καταξιουμένους. 〈κϛʹ.〉 Τῶν προκειμένων τόπων ὑποδείγματα. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Ζεὺς Ἑρμῆς Λέοντι, Κρόνος ὡροσκόπος Ζυγῷ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Καρκίνῳ. ὁ
15τοιοῦτος εὐτυχὴς ἡγεμονικὸς τυραννικὸς βασιλικὴν τύχην κεκτημέ‐ νος καὶ ἐν περιουσίᾳ μεγάλῃ κατασταθείς. ἐν τῷ αὐτῷ γὰρ ἐξέ‐ πεσεν ὅ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων καὶ ἡ βάσις· ἡ δὲ τούτων κυρία Ἀφροδίτη μεσουρανοῦσα Καρκίνῳ, ὁ δὲ τοῦ τριγώ‐ νου κύριος καὶ τοῦ ὑψώματος εὑρέθησαν ἀγαθοδαιμονοῦντες ἐν
20τῇ περιποιήσει. Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ζεὺς Τοξότῃ, Ἄρης Ζυγῷ, Σελήνη Παρθένῳ. ὁ τοιοῦτος ἡγεμονικὸς ζωῆς καὶ θανάτου κύριος· οἰκείως γὰρ οἱ ἀστέρες εὑ‐ ρέθησαν.
25 Ἄλλη. Ἥλιος Σελήνη Ζεὺς ὡροσκόπος Κριῷ, Κρόνος Ἀφρο‐ δίτη Ὑδροχόῳ, Ἄρης Διδύμοις, Ἑρμῆς Ἰχθύσιν. ὁ τοιοῦτος ἡγε‐ μονικὸς τυραννικός· ἐπίκεντροι γὰρ καὶ ὡροσκοποῦντες οἱ κύριοι τοῦ τριγώνου εὑρέθησαν καὶ εἰς τὸ αὐτὸ καὶ ὁ κλῆρος καὶ ὁ δαί‐ μων καὶ ἡ βάσις καὶ τὸ ὕψωμα ἐξέπεσεν. ὁ δὲ τούτων κύριος
30Ἄρης ἐκπαραπεσὼν καὶ ἀμαρτύρητος τῷ 〈γʹ〉 τόπῳ ἐναντία καὶ93

94

φυγαδείαν καὶ βιαιοθανασίαν ἐποίησεν· ἦν γὰρ καὶ τῆς συνόδου κύριος. Ἄλλη. Ἥλιος Ζεὺς Ἀφροδίτη Ἰχθύσι, Σελήνη Ζυγῷ, Ἄρης Καρκίνῳ, Ἑρμῆς Ὑδροχόῳ, Κρόνος Σκορπίῳ, ὡροσκόπος Λέοντι.
5ὁ τοιοῦτος ἔνδοξος ἐξουσιαστικός· ἐδορυφορήθη γὰρ ὁ Ἥλιος ὑπὸ τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέ‐ πεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ
10τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλ’ ὑπὸ Κρό‐ νου καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ ἐν δόξῃ καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης
15γενήσεται. 〈κζʹ.〉 Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς † τοῦ ἐκ τῶν κέντρων καὶ ἐπαναφορῶν. Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ
20τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γὰρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνῃ ἢ τῷ ζῳδίῳ, ἐφ’ ᾧ οἱ κύριοι πάρεισι, πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῷ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ ἢ πανσελήνῳ τῷ τε ὑψώ‐ ματι καὶ τῷ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν
25οἱ ἐπόντες πρώτῳ λόγῳ τῷ ὡροσκόπῳ, ἔπειτα οἱ ἐν τῷ μεσου‐ ρανήματι ἢ ἐν τῷ δύνοντι ἢ ἐν τῷ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗ‐ τοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ ἐν τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι,
πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡρο‐94

95

σκόπου ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν, εἶθ’ οὕ‐ τως οἱ ἐν τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀνα‐ φορὰς ἢ τὰς περιόδους, ἀλλ’ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀνα‐
5φορᾶς. οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχη‐ ματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφορὰν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφ’ ὧν πάρεισι ζῳδίων οἱ
10κύριοι ἀναφορὰν καὶ περίοδον. Ὁμοίως δὲ καὶ τοὺς λοιποὺς τόπους καὶ τοὺς δεσπότας ζη‐ τοῦντας δεῖ συγκρίνειν τοὺς χρόνους, οἷον περὶ βίου ἀδελφῶν γονέων τέκνων καὶ τὰ ἑξῆς, τοὺς καταβλάπτοντας ἀστέρας ἢ ὠφε‐ λοῦντας καὶ περὶ τίνων ἕκαστος δύναται ἀποτελεῖν, ἵνα μὴ περὶ
15τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύ‐ σεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν ἐν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφ’ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθὼς προείπαμεν σκοπεῖν τοὺς
20οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐὰν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἐξ ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχη‐
25ματισθεὶς ἐν εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν κατα‐ στήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἐν ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν 〈ἡ〉 περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, τὸ δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορὰ τοῦ ζῳδίου συμπληρωθεῖσα
30κατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακο‐ ποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται [οὐ] κατ’ ἐκεῖνον
τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.95

96

〈κηʹ.〉 Περὶ ἀποδημίας ἐκ τῶν Ἑρμίππου. Τὸν περὶ ἀποδημίας τόπον δύσληπτον ὄντα οὔτε Πετόσιρις οὔτε ὁ γνώριμος βασιλεὺς ἐν τοῖς ὑπομνήμασιν ἑαυτῶν ἐξεῖπον, ἢ μόνον εἰς τὸν τόπον τοῦτον τοῦτο εἰρήκασιν· εἰς τοὺς χρό‐
5νους εἴ τις τῶν κακοποιῶν ἔχει φάσιν, ἐν ἀποδημίαις καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαι‐ τέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος ἐν τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν † ἀλληλόσοά τε καὶ αὐτὸς ἰδίᾳ ἄλλα ἐξευ‐
10ρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων· αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς τὸ ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς τὸ ὑπόγειον ἡμι‐ σφαίριον ἢ 〈εἰ〉 ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον ἢ
15τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ τύχη πέσῃ, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ᾖ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέ‐ σεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα. 〈κθʹ.〉 Περὶ ἀποδημίας.
20 Ἀριθμεῖται δὲ ὁ περὶ ξένης κλῆρος ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. καὶ ταῦτα μὲν τὰ θεωρήματα εὐ‐ κινήτους γενέσεις ποιεῖ· τίσι δὲ καὶ καιροῖς καὶ χρόνοις ἔσονται 〈αἱ〉 ἀποδημίαι ταῖς τοιαύταις γενέσεσι, τὰ σχήματα δηλώσει τὰ ὑπὸ Ἀβράμου λεγόμενα. προσυποτάξομεν δὲ καὶ τὰ ἐμοὶ αὐτῷ
25τηρηθέντα· μηδεὶς δὲ ἡμᾶς τῶν ἐντυγχανόντων μεμφέσθω, εἰ τοὺς ἑτέρων πόνους καὶ τηρήσεις μὴ ἰδιοποιοῦμεν ὥς τινες, μαρτυροῦμεν δὲ τοῖς ἀνδράσιν. ἔλθωμεν δὲ εἰς τὸ προκείμενον. Ἐπὶ γὰρ τῆς διαιρέσεως τῶν χρόνων τῶν πρακτικῶν κατὰ Ἄβραμον τῶν ἀπὸ τοῦ δαίμονος μεριζομένων (μερίζει γὰρ οὗτος),
30ὅπου δἂν ὁ κλῆρος ὁ περὶ δαίμονος πίπτῃ ἐπὶ γενέσεως, τοῦ
ζῳδίου ὅπου εὑρίσκεται ὁ κλῆρος τὸν κύριον ὅρα, πόσων ἐτῶν96

97

τυγχάνει αὐτοῦ ὁ μικρὸς κύκλος, καὶ ταῦτα μέριζε εἰς τὰ ιβʹ ζῴδια ἀπ’ αὐτοῦ τοῦ δαίμονος ἀρχὴν ποιούμενος τοῦ μερισμοῦ κατὰ τὰ ἑξῆς ζῴδια· εἶτα ὅταν πληρωθῇ αὐτοῦ ὁ κύκλος, τὸν τοῦ ἑξῆς ζῳδίου τοῦ δαίμονος κύριον· πάλιν ὅρα, πόσων ἐτῶν αὐτοῦ ὁ
5κύκλος τυγχάνει, καὶ τούτου ὁμοίως μέριζε· καὶ τὸν ἑξῆς πάλιν, εἰ ἔχει ζωῆς ἔτη ἡ γένεσις ὑποκείμενα. εἰ τὸ ζῴδιον οὖν, ὅπου οἱ χρόνοι αὐτοῦ τυγχάνουσιν, ἔχει τόπον ἀποδημίας δηλωτικὸν ἢ τὸν περὶ ἀποδημίας κλῆρον ἢ τὸ διάμετρον αὐτοῦ ἢ τετράγωνον ἢ εἰς τὰ ζῴδια τὰ λαμβάνοντα ἀπ’ αὐτοῦ τὸν ἐπιμερισμὸν
10πίπτωσιν οἱ ἀστέρες ὕστεροι τῆς καταβολῆς μάλιστα κακοποιοὶ ἔκκεντροι, ξενιτείας παρέχουσιν. ὁ τοῦ ἐπιμερισμοῦ κύριος τοῦ ζῳδίου ἐὰν ἔκκεντρος ᾖ ἢ ἀπόστροφος τοῦ ζῳδίου κακοποιὸς ὤν, ξενιτείαν ἐπιποιεῖ· καὶ ἐὰν ἐπίκεντρος ᾖ, ποιήσει. καὶ εἰ κακο‐ ποιοὶ πάλιν ἔχουσι τοὺς ἐπιμερισμοὺς † ἄστροις ἐμπίπτοντες ἢ
15τετράγωνοι, ξενιτείας παρέχουσι. ἐὰν δὲ ἀγαθοποιὸς αὐτὸν τὸν ἐπιμερισμὸν λάβῃ, εὑρεθῇ δὲ ἐπὶ τῆς γενέσεως τοῦ διαμέτρου, ἀπο‐ δημίας καὶ κινήσεις ἐμποιεῖ τῷ γεννωμένῳ. Ἐπὰν οἱ κύριοι πάλιν τῶν ζῳδίων τοὺς χρόνους ἔχοντες ἢ τὴν ἐπιδιαίρεσιν ἀπόστροφοι τύχωσι τῶν ζῳδίων ἢ ἐναντίοι ἢ καθυπερτερούμενοι ἢ ἔκκεντροι,
20ξενιτείας παρέχουσι τὰ ζῴδια. ἐναντίων κακοποιῶν μάλιστα τὰ φῶτα θεωρούντων ἐν τοῖς σεληνιακοῖς ἢ ἡλιακοῖς τὰς ἀποδημίας ποιεῖ. ἐὰν τοῦ ζῳδίου ὅπου οἱ χρόνοι εἰσὶν ὁ κύριος ἔκκεντρος ἢ ἐναντίος αὐτοῦ ᾖ, ἢ κινήσεις ἢ ἀποδημίας ποιεῖ, εἰ ὁ κλῆρος ὁ περὶ ἀποδημίας εἰς αὐτὸ πέσῃ ἢ εἰς τὸ διάμετρον αὐτοῦ ἢ τετρά‐
25γωνον. ἐὰν δὲ ἰδιοτοπῇ ἢ ἐν τοῖς τετραγώνοις εὑρίσκηται, οὐ δίδωσιν ἀποδημίας. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὐ δίδωσι μακρὰς ἀπο‐ δημίας, ἀλλὰ καὶ ταχείας τὰς ἐπανόδους. ἐὰν πίπτωσιν ἐν ἑνὶ ζῳδίῳ οἱ δύο κλῆροι, ὅ τε τῆς τύχης καὶ ὁ δαίμων, ἐναντίος δὲ ᾖ τῷ ζῳδίῳ ὁ περὶ ἀποδημίας κλῆρος ἢ τετράγωνος, ἐπῇ δὲ τῷ
30τόπῳ κακοποιός τις, ἐν ἀποδημίαις γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ τῷ ἀστέρι τῷ τοὺς χρόνους ἔχοντι ἢ ἐπὶ τοῦ κλήρου τῆς τύχης ἐφεστῶτι 〈ἐναντίοσ〉 ὁ τοῦ περὶ ἀποδημίας, κἂν οἱ δύο τόποι ὅ τε τῆς τύχης καὶ ὁ τοῦ δαίμονος ἐναντίοι πέσωσιν, ἢ κινήσεως αἴτιον τυγχάνει ἢ ἐν ἀποδημίαις ποιεῖ τὴν γένεσιν, μάλιστα [ἐὰν]
35ἐν τοῖς ἐκκέντροις ζῳδίοις. κἂν ᾖ δὲ ἐπίκεντρα ἢ πάλιν τὰ ζῴδια,97

98

ὅπου οἱ ἐπιμερισμοί εἰσιν, ἐὰν ἔχῃ τοὺς περὶ ξένης τόπους καὶ τὸν κλῆρον ἐναντίον ἢ τετράγωνον, ἐν ἀποδημίαις ποιοῦσι τὴν γένεσιν. ὁμοίως καὶ ἐὰν ᾖ εἰς τὸ ὑπόγειον ἡμισφαίριον, φιλαπο‐ δήμους ποιεῖ. ἐὰν ὁ κλῆρος πάλιν ὁ περὶ ἀποδημίας εἰς τὸν ὡρο‐
5σκόπον ἢ εἰς τὸ μεσουράνημα ἢ εἰς τὴν ἐπαναφορὰν τοῦ μεσουρα‐ νήματος πέσῃ μὴ ἀποδημητικῆς φύσει οὔσης τῆς γενέσεως ἢ τὰ προειρημένα σχήματα ἐχούσης, οὐ πολυαποδήμους ποιεῖ γενέσεις, σπανίως δὲ ἀποδημοῦσιν οἱ γεννώμενοι, μάλιστα μὴ ἔχοντες ἐναν‐ τίους κακοποιούς. καὶ ἐὰν τὰ ζῴδια τὰ ὑπέργεια τοὺς χρόνους
10ἔχῃ ἢ τῶν χρόνων τὴν ὑποδιαίρεσιν χωρὶς τοῦ δωδεκάτου ἢ ἐννά‐ του ζῳδίου, οὐ διδόασιν ἀποδημίας, τοῦ κλήρου μὴ εἰς τὸ αὐτὸ πίπτοντος μηδὲ ἐναντιουμένου κακοποιοῦ ἢ τῷ ζῳδίῳ ἐφεστῶτος χωρὶς ἀγαθοποιῶν. Τὰ ὑπόγεια ἔχοντα τοὺς χρόνους δίδωσι, μάλιστα καὶ τοῦ
15περὶ ἀποδημίας κλήρου εἰς τὰ ὑπόγεια πίπτοντος. κἂν οἱ κλῆροι πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιοὺς ἔχωσιν ἐφε‐ στῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῷ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἐν ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ
20τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς τὸ ὑπόγειον κέντρον, πολυαπο‐ δήμους ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εἴς τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπι‐ μερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα
25ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ᾖ. εἰ ἐλάτ‐ των ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἕξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμοὺς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ᾖ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.
30 Ἐξαιρέτως δὲ τὰ ὑποκείμενα σχήματα εὐεργέστερα ἔσται, εἰ ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημητικὰς μάλιστα. ὅπου δ’ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ἢ 〈ἡ〉 ὑποδιαίρεσις αὐτῶν, ἐκείνου [τε] τοῦ ζῳδίου
35ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακο‐
ποιῶν ἔχῃ ἐναντίον ** τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικεί‐98

99

μενος εἴη, γίνονται ἔξοδοι. ἐπὰν δὲ ἔχωσιν ἤτοι ἐπικέντρους ἤτοι ἀποκεκλικότας, διδόασιν ἀποδημητικὰς ἐξόδους· καὶ οἱ ἐφεστῶτες κακοποιοὶ τοῖς ζῳδίοις τοῖς ἀποκεκλικόσιν ἢ τοῖς ἔχουσι τοὺς χρόνους ἢ τὰς ὑποδιαιρέσεις ἀποδημίας διδόασι, τοῦ ἐνιαυτοῦ
5μάλιστα κίνημα ἔχοντος. ὅταν ὁ τοὺς χρόνους ἔχων εἰς τὸν περὶ ξένης τόπον ἢ κλῆρον ἐφεστὼς εὑρίσκηται ἢ τοῦ περὶ ξένης τόπου ὁ κύριος, ἀποδημίας παρέχει, μάλιστα εἰ κακοποιὸς ᾖ τῷ ἀφω‐ τίστῳ τετράγωνος ἢ διάμετρος. ὁμοίως κἂν τὸ ζῴδιον τὸ ἔχον ἐπιμερισμὸν τῶν χρόνων ἐναντίον ᾖ τῷ κλήρῳ τῷ περὶ ἀποδημίας,
10ἐξόδους διδόασι, μάλιστα ἐν τοῖς ἀποκλίμασιν. ἐὰν οἱ ἐπιμερι‐ σμοὶ πάλιν τῶν χρόνων εἰς τὰ ἀποκλίματα πίπτωσι μὴ ἐχόντων ζῴδιον ἐναντίον ἢ καθυπερτεροῦν, οὐ παρέχουσιν ἀποδημίας, μελ‐ λησμὸν δὲ ἀποδημίας ὑπομενεῖ τις καὶ πρόθεσιν ἀσυντέλεστον. ὅταν τοῖς κακοποιοῖς τοὺς χρόνους ἢ τὸν ἐπιμερισμὸν ἔχουσιν
15ἀγαθοποιὸς ἐναντίος πίπτῃ ἢ καθυπερτερῇ ἢ συμπαρῶσιν ἐν τοῖς ὑπογείοις καὶ ἀποδημητικὸς ἐνιαυτὸς ἐμπέσῃ, μελλησμοὺς ἐμποιοῦ‐ σιν ἢ ἐγκοπὰς τῶν ἐξόδων. ἐὰν ἡ τύχη εἰς τὸν περὶ ξένης τόπον ἐμπέσῃ ἢ πρὸς ἀλλήλους οἱ κλῆροι ἐναντίοι πίπτωσι κακοποιοῦ ἐφεστῶτος ἢ ἐναντίου, ἀποδημητικοὺς ποιεῖ μὴ συναναπλεκομένου
20αὐτοῖς ἀγαθοποιοῦ ἢ ἐφεστῶτός τινος αὐτῶν. καὶ ἐὰν ὁ τῆς ξένης κύριος ἐναντίος [αὐτῷ ᾖ] αὐτῆς τύχῃ χωρὶς ἀγαθοποιῶν Ἄρεως πάλιν ἐναντίου τῷ κλήρῳ τῆς τύχης ἢ τῷ περὶ ξένης πίπτον‐ τος ἐφ’ ἑνὸς ἑστῶτος, ἐν ἀποδημίαις ποιεῖ ἱκαναῖς τὸν γεννώμε‐ νον. ἐὰν πάλιν Ἄρης ἀμφοτέρων τῶν κλήρων κύριος ὢν ἀπό‐
25στροφος πέσῃ τῶν ζῳδίων τῶν τὰς ἀποδημίας παρεχόντων ἢ εἰς κάθυγρα, ἀποδημητικὰς ποιεῖ τὰς γενέσεις. Ἄρης ἀπόστροφος τοῦ κλήρου ἢ τοῦ περὶ ξένης πεσὼν μηδενὸς αὐτῶν κύριος ὢν ἀποδημίας οὐ παρέχει, ἀλλὰ τὰ πλεῖστα ἐν πατρίδι διάγοντας ἢ μελλησμοὺς ἀπο‐ δημίας πάσχοντας. ὁμοίως καὶ ἐὰν οἱ κλῆροι ἀγαθοποιοὺς ἔχωσιν
30ἐφεστῶτας, οὐ ποιοῦσι φιλαποδήμους ἀλλὰ σπανίους. Σχήματα δὲ ἔστιν ἐπὶ γενέσεως εὑρεῖν τὰ μὴ ῥᾳδίως ἀπο‐ δημίαν παρέχοντα διὰ τὸ τὰς πλείστας τῶν γενέσεων ἀποδημη‐
τικὰς γίνεσθαι, καὶ τὰς μὲν συνεχέσι καὶ ποικίλαις τὰς δὲ σπανίως99

100

καὶ ὀλιγάκις, διὰ τὸ πλεονάζειν ἔν τισι τὰ σχήματα τὰ ἀποδημίας ἐμποιοῦντα ἔν τισι δὲ μή· ὅθεν οἱ μὲν πολυαπόδημοι γίνονται, οἱ δὲ μετρίως καὶ οὐ συνεχέσι ταῖς ἀποδημίαις χρῶνται. ὅσοι ἐν γενέσει ὀλίγα σχήματα περὶ ἀποδημίας ἔχουσιν, ἐὰν καὶ οἱ κλῆροι
5ἐπὶ τῆς γενέσεως ἢ τῆς ἀντιγενέσεως οἱ περὶ ἀποδημίας καὶ τῆς τύχης πρὸς ἀγαθοὺς πέσωσιν, οὐ διδόασιν ἐξόδους, μάλιστα τοῦ ἐνιαυτοῦ μὴ ἔχοντος κίνημα ἀποδημίας· ἐὰν δὲ ἔχῃ καθὼς προ‐ εῖπον σχήματα, ποιοῦσιν ἀποδημίας. ἀσύνδετος πάλιν ὁ περὶ ἀποδημίας 〈τῷ〉 τῆς τύχης μάλιστα ἔχοντος τοῦ ἑνὸς κλήρου ἀγα‐
10θοποιὸν οὐ ποιήσει φιλαποδήμους, ἀλλ’ ἐν πατρίδι τὰ πλεῖστα διάγοντας. ἀπόστροφος Ἄρης τοῦ περὶ ξένης κλήρου μικρὰς κινή‐ σεις ποιεῖ. τοῦ τῆς τύχης ἔχοντος ἀγαθοποιοὺς ἐπικειμένους ἀστέρας οὐ διδόασιν ἀποδημίας, μάλιστα ὑπὲρ γῆν πίπτοντες. ὁ κλῆρος τῆς τύχης ἐπὶ τοῦ μεσουρανήματος πίπτων ἀπόστροφος
15ὢν τοῦ περὶ ἀποδημίας μὴ ἔχων ἐναντίον κακοποιὸν ἢ φῶς οὐκ ἀποδημητικὰς ποιεῖ γενέσεις, ἀλλ’ ἐν πατρίδι διάγοντας. ἐὰν οἱ δύο κλῆροι συμπέσωσι χωρὶς τοῦ 〈Ἄρεωσ〉 εἰς τὸ ἀπόκλιμα τοῦ μεσουρανήματος εἰς ἕτερον ζῴδιον μηδένα κακοποιὸν ἔχοντες ἐναν‐ τίον 〈ἢ〉 ἐφεστῶτα, οὐ ῥᾳδίως ἐν ἀποδημίᾳ γίνονται. οἱ δὲ κλῆροι
20οἱ δύο κακοποιοὺς ἔχοντες ἐπικειμένους ἢ ἐναντίους πολυαποδή‐ μους ποιοῦσι, μάλιστα τῶν ζῳδίων ὄντων καθύγρων, ὅπου οἱ κλῆροι. ὁ περὶ τύχης κλῆρος καλῶς πίπτων μηδένα ἔχων κακο‐ ποιὸν ἢ καθυπερτεροῦντα ἢ τὰ φῶτα ἢ τὸν περὶ ἀποδημίας κλῆρον μάλιστα τῶν δύο **** κλήρων Ἄρης ἀπόστροφος ὢν οὐ διδό‐
25ασιν ἀποδημίας, ἀλλὰ βουλόμενος ἀποδημῆσαι οὐκ ἐξῆλθεν. Ζεὺς γὰρ ἐὰν παροδικῶς ἐπὶ τούτων τῶν ζῳδίων γένηται, κωλύει τὴν ἔξοδον. ἐξαιρέτως δὲ ἀποδημεῖ, ἐὰν τύχῃ τὸ ἔτος εἰς ἀπόκλιμα ἐκπεσὸν ἀπὸ τοῦ ὡροσκόπου ἐν καθύγροις ζῳδίοις, μάλιστα ἀγα‐ θοποιοῦ μὴ ἐφεστῶτος παροδικοῦ ἢ κατὰ γένεσιν. καὶ ὁ κύριος
30τῶν χρόνων τῷ κυρίῳ τοῦ περὶ ἀποδημίας κλήρου τὸ ἔτος παρα‐ διδοὺς κακοποιοῦ μάλιστα ὁρῶντος ἢ τὸ ἀνάπαλιν ὁ κύριος τοῦ
κλήρου τῷ τοὺς χρόνους ἔχοντι.100

101

〈λʹ.〉 Περὶ προτελευτῆς γονέων μεθ’ ὑποδείγματος. Περὶ προτελευτῆς γονέων ἄλλοι μὲν ἄλλως διεσάφησαν καὶ αὐτοὶ δὲ δοκιμάσαντες εὕρομεν οὕτως. ἐπειδὴ Ἥλιος σημαίνει πατέρα, δευτέρῳ δὲ τόπῳ Κρόνος, ἀκριβέστερον ἐπὶ τῶν νυκτὸς
5καὶ ἡμέρας ὁ συνοικειούμενος τῇ Σελήνῃ, τουτέστιν ὁ ἐπιθεωρού‐ μενος ὑπ’ αὐτῆς καὶ συμπαρὼν ἢ ἐν οἴκῳ ἢ τριγώνῳ ὑπάρχων, ἐκεῖνος ἀναλαμβάνει τὸν πατρικὸν τόπον· ὁμοίως δὲ καὶ ἡ Ἀφρο‐ δίτη τὸν μητρικὸν τόπον καὶ ἡ Σελήνη. σκοπεῖν οὖν δεήσει καθ’ ἑκάστην γένεσιν, τίς μᾶλλον ὑπὸ τῶν κακοποιῶν θεωρεῖται ἢ καὶ
10παραπέπτωκε, πότερον Ἥλιος ἢ Σελήνη ἢ Ἀφροδίτη ἢ Κρόνος, καίπερ αὐτὸς ἀναιρέτης ὑπάρχων τοῦ πατρός. ἐὰν γὰρ Ἥλιος τὸν πατρικὸν τόπον ἀναλαβὼν κατοπτευθῇ ὑπὸ Ἄρεως ἢ Κρόνου τῶν ἀγαθοποιῶν ἀπόντων, περὶ τὸν πατέρα ἡ προτελευτὴ γενή‐ σεται· ἐὰν δὲ Σελήνη ἢ Ἀφροδίτη, περὶ τὴν μητέρα· ἐὰν δὲ ἀμ‐
15φότερα τὰ φῶτα ὑπὸ κακοποιῶν κατοπτευθῇ ἢ καὶ Ἀφροδίτη, ὁ παραπεπτωκὼς ἢ παρ’ αἵρεσιν τετευχὼς τὴν προτελευτὴν ση‐ μαίνει. Ἄλλως. Ἐὰν ὁ πατρικὸς κλῆρος ἐν ἀρσενικῷ ζῳδίῳ πέσῃ ἢ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, πατρὸς προτε‐
20λευτὴν σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου τὸ αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν. Ἄλλως. Ἀπὸ κυνὸς ἐπιτολῆς ἕως τῆς γενεσιακῆς ἡμέρας λαμβάνειν καὶ ἐκ τοῦ συναχθέντος ἀριθμοῦ ἀφαιρεῖν δωδεκάδας καὶ τὸν περιλειφθέντα ἐντὸς τῶν ιβʹ ἀπολύειν ἀπὸ Σελήνης ἀνὰ
25μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτε‐ λευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγʹ ἀπὸ Επιφὶ κʹ ἕως τῆς ιγʹ γίνονται σγʹ· ἀφεῖλον δωδεκάδας ιϛʹ, λοιπὰ ιαʹ, ταῦτα ἀπὸ Σελήνης τῆς 〈ἐν〉 Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης·
30ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή. Ἄλλως. Ἔστω γένεσις ἀποδείγματος χάριν Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη
Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ. ὁ μὲν οὖν Κρόνος προσοι‐101

102

κειωθεὶς τῇ Σελήνῃ Καρκίνῳ εὑρέθη νυκτὸς καὶ τοῦ Ἡλίου οἰκο‐ δεσποτήσας ἀνέλαβε τὸν πατρικὸν κλῆρον καὶ ὑπὸ Διὸς ὑπεθεω‐ ρήθη καὶ Ἀφροδίτης ἀγαθοδαιμονῶν. ἡ δὲ Σελήνη καὶ Ἀφροδίτη ὑπὸ τῶν δύο κακοποιῶν κατοπτευθεῖσα μητρὸς προτελευτὴν ἐσή‐
5μανεν. Ἄλλως. Ἐπὰν Ἥλιος καθυπερτερῇ Σελήνην, μήτηρ προτε‐ λευτᾷ· ἐὰν δὲ Σελήνη Ἥλιον, πατήρ· ἐὰν δὲ μηδέτερος τὸν ἕτερον καθυπερτερήσῃ καὶ ἀσχημάτιστοι γένωνται, λαμβάνω Κρόνον καὶ Ἀφροδίτην· ἐὰν δὲ μηδὲ οὗτοι, Κρόνον καὶ Σελήνην. ἐὰν δὲ
10Ἥλιος καθυπερτερῇ καὶ μέση γένηται Ἀφροδίτη, μεσεμβολήσει τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ τὸ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυ‐
15περτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι τὸ ἴδιον ἀπο‐ τέλεσμα. γίνονται δὲ αἱ καθυπερτερήσεις ἐν τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ’ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν. 〈λαʹ.〉 Ἄλλως· περὶ γονέων ἐκ τοῦ Τιμαίου.
20 Τὰ μὲν οὖν περὶ πατρὸς λαμβάνεται 〈οὕτωσ〉. ἡμέρας μὲν οὖν Ἥλιος χρηματίσει καὶ τὸ ζῴδιον, ἐφ’ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφ’ οὗ ὁ Ζεύς, καὶ τὸ ζῴδιον τὸ ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σελη‐ νιακοῦ ζῳδίου, ἐφ’ οὗ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς
25Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφ’ οὗ ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἵρεσιν εὑρεθῶσιν ἐν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδε‐ κατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ἐν ᾧ χαίρουσι τόπῳ μὴ κακω‐
30θέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ὀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον
εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι102

103

δὲ καὶ 〈οἱ〉 ὑποδοχεῖς τῷ δηλοῦντι τὰ περὶ τοὺς γονέας κατὰ τὴν θέσιν καὶ τὴν ἐπιμαρτύρησιν τῶν ἄλλων ἀστέρων τὸ εὖ ἢ κακῶς. ἐὰν δὲ ὁ δηλωτικὸς ἀστὴρ τῶν περὶ τοῦ γονέως παραπέσῃ τοπι‐ κῶς ἢ κακωθῇ ὑπό τινος τῶν φθοροποιῶν καὶ ὁ ὑποδοχεὺς αὐ‐
5τοῦ ἤτοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου δεδυκὼς εὑρεθῇ ἢ καὶ κακο‐ δαιμονῶν ἢ καὶ μήτε οὗτος μήτε ὁ δηλωτικὸς καταπονούμενος χρηματίζει τῷ τόπῳ τῷ περὶ γονέως ἀλλ’ εἴη ἀπόστροφος, τα‐ πεινοὺς καὶ ἀσήμους καὶ ἀγεννεῖς δηλώσει τοὺς γονεῖς. εἰ δὲ πρὸς τῷ μὴ χρηματίζειν καὶ κακωθεῖεν ὑπὸ φθοροποιῶν ἐπι‐
10θεωρηθέντες ἢ κατὰ συμπαρουσίαν, δούλους δηλοῦσι τοὺς γονεῖς καὶ ὑποτεταγμένους. εἰ μέντοι τοῦ δηλοῦντος τὰ περὶ γονέων καὶ ἀποκλίναντος ἢ καὶ ἄλλως κεκακωμένου ὁ ὑποδοχεὺς καλῶς κεί‐ μενος χρηματίζει [ἐν] τῷ τόπῳ τῷ περὶ γονέως ἀστέρα δηλωτικὸν ἔχων τὸν χρηματίζοντα τόπῳ μὴ κεκακωμένῳ ὑπό τινος τῶν φθο‐
15ροποιῶν, βλάβην ἢ ζημίαν ἢ ὄλεθρον ἢ ἔκπτωσιν δηλοῦσι τῶν γονέων. Κρόνος μεσουρανῶν, Ζεὺς ὑπὸ γῆν τὸν πατέρα δοῦλον καὶ ὑποτεταγμένον σημαίνει ἢ ἔκπτωτον, μάλιστα δὲ καὶ Ἡλίου κακωθέντος. Ὁ δὲ κλῆρος τοῦ πατρὸς λαμβάνεται οὕτως. ἐπὶ ἡμερινῆς
20μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ [τοῦ] πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον.
25ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος ἐν τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, τὸ ὅμοιον δηλώσει.
30〈λβʹ.〉 Περὶ ὀρφανίας πατέρων. Ἄρης μετὰ Ἡλίου τετράγωνος Κρόνῳ ὀρφανίαν ποιοῦσι. Κρόνος καὶ Ἄρης Ἑρμῇ συσχηματισθέντες ὡσαύτως Διὸς μὴ ἐπι‐ θεωροῦντος ὀρφανοὶ γονέων γίνονται. Κρόνος μετὰ Διὸς δύνων ὀρφανοὺς ποιεῖ. Σελήνη ἐν διφυεῖ ζῳδίῳ οὖσα καὶ ὑπὸ Διὸς
35μαρτυρηθεῖσα ποιεῖ ἀπάτορας. ἐὰν δὲ Ἀφροδίτη ὡροσκοπῇ,103

104

Σελήνη δὲ ὑπόγειος ἢ ἐν Ἄρεως οἴκῳ καὶ ὁ Ζεὺς ἐξ ἰδίου οἴκου καταμαρτυρῇ, ἀπάτορας ποιήσει. Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνοὺς φθονεροὺς βαθυπονή‐
5ρους καχυπόπτους ῥυπαροὺς κρυπτοὺς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ [τε] τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραν‐ τικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παρα‐ βόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις· ἐπὶ δὲ
10τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὑφ’ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγα‐ θοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις
15τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικοὺς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἐν ἀρσενικῷ ζῳδίῳ κεί‐ μενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ
20τὸν πατέρα, ἐν δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνει‐ μένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος ἐν θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη ἐν θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀσ‐ τέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον 〈τὴν〉 μητέρα δεί‐
25κνυσιν· ἐν θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα. 〈λγʹ.〉 Περὶ χωρισμοῦ γονέων. Ἄρης καὶ Κρόνος μεσεμβολήσαντες τὰ φῶτα ἢ μέσοι πεσόντες [ἢ] τῶν ὑποδεξαμένων αὐτοὺς ἢ ταῖς ἀκτῖσιν αὐτῶν χωρίζουσι
30τοὺς γονεῖς. ὅταν τῶν φωστήρων ὁ μὲν καθ’ αἵρεσιν παραπέσῃ ὁ δὲ παρ’ αἵρεσιν 〈καὶ〉 φθοροποιὸς τῷ ἑτέρῳ συμπαρῇ, χωρίζει τοὺς γονεῖς. Κρόνος μεθ’ Ἡλίου κείμενος καὶ Σελήνης ἀλλο‐ τριουμένης χωρίζει τοὺς γονεῖς. ἐὰν ὁ τοῦ ὡροσκόπου κύριος χρη‐
ματίζῃ καὶ ὡροσκόπος ᾖ κεκακωμένος καὶ ὁ συνοικοδεσπότης αὐ‐104

105

τοῦ παραπεπτωκώς, οἱ τούτων γονεῖς χωρισθήσονται καὶ αὐτὸς πολλὰ ἀκαταστατήσει καὶ δυστυχήσει καὶ τὰ τῶν γονέων ἐλαττω‐ θήσεται. συμφωνοῦσι δὲ οἱ γονεῖς, ὅταν τὰ φῶτα καὶ οἱ οἰκο‐ δεσπόται αὐτῶν συμφώνως πρὸς ἀλλήλους ἔχωσιν. ὅταν ὁ τοῦ
5Ἡλίου ὑποδοχεὺς συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην, ὁ δὲ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, συμφωνοῦσιν οἱ γονεῖς. Ὁπότερος τῶν φωστήρων παρ’ αἵρεσιν κείμενος ἢ καὶ 〈ὑπὸ〉 φθοροποιοῦ ἀθετηθεὶς ἢ δεκατευόμενος καὶ συνάπτων αὐτῷ ἢ διαμετρούμενος, [ἢ] ὃς ἂν πρῶτος ἐπὶ τὴν δύσιν φέρηται ἢ οὗ
10ἂν ὁ τόπος χεῖρον διάκειται, προτελευτήσει. ἐὰν αὐξομένη 〈ᾖ〉 ἡ Σελήνη καὶ συνοδικὴ ἡ γένεσις καί τις φθοροποιῶν ἐπίδῃ τὴν πρώτην πανσέληνον, ἐν μὲν θηλυκῷ ζῳδίῳ γενομένη δηλώσει μητρὶ προτελευτήν, ἐν δὲ ἀρρενικῷ πατρός. ἐὰν δὲ πανσεληνιακὴ ᾖ γένεσις, τὴν μέλλουσαν σύνοδον σκεπτέον· ἐν οὖν θηλυκῷ ζῳδίῳ
15κακοποιοῦ ἐπιδόντος αὐτὴν προτελευτήσει ἡ μήτηρ· ἐὰν δὲ Ἥλιος, ὁ πατήρ. ἐὰν δὲ ὁ Ἥλιος ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχῃ, ἐπὶ τὸ πλεῖστον ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Κρόνου ἀπὸ κέντρου ἀπορρέοντος, ἐὰν Ἄρης ἐπιφέρηται καὶ ἐπιμαρτυρῇ τις αὐτῶν τῷ Διὶ ἢ τῷ Ἡλίῳ, ἐπὶ ξένης ὁ πατὴρ τελευτήσει. ἐὰν ἡμερι‐
20νῆς οὔσης τῆς γενέσεως Σελήνη ὑπὲρ γῆν κακωθῇ ἢ ἀποκλινούσης Σελήνης φθοροποιὸς ἐπιφέρηται ἢ περὶ τὴν Ἀφροδίτην αἱ αὐταὶ κακώσεις γένωνται, ἡ μήτηρ προτελευτήσει. ἐὰν ὁ τοῦ Ἡλίου οἰκοδεσπότης καὶ ὁ Ἥλιος μὴ βλέπῃ τὸν ὡροσκόπον, ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Ἡλίου κακωθέντος ὑπὸ φθοροποιοῦ καὶ
25Διὸς καθυπερτερουμένου ὁ πατὴρ βιαιοθανατήσει. Κρόνου μὲν οὖν μόνου κακώσαντος τοὺς προειρημένους ἀστέρας πνιγμοὶ ἢ ὑδρωπίαι ἢ ῥεύματα ἢ ψύξεις ἢ φαρμακοποσίαι ἢ ναυάγια ἢ παλαιὰ πράγματα αἴτια τῆς τελευτῆς γίνεται, Ἄρεως δὲ μόνου κακώσαντος τομὴ σιδήρου ἢ δηγμὸς ἢ πολυαιμία ἢ φθορὰ ἢ ὠμο‐
30τοκία ἢ ἐμπρησμὸς ἢ πτῶσις, ἀμφοτέρων δὲ χείρων ἡ βία κατὰ τὴν ἐπιβάλλουσαν τῆς κλίσεως συμπλοκήν. 〈λδʹ.〉 Περὶ ἐλευθερικῶν καὶ δουλικῶν γενέσεων. Ἐνδιάφοροι δὲ περὶ τὸ γένος καὶ ὑποτακτικαὶ ἢ καὶ εὐγενεῖς
γενέσεις καταλαμβάνονται ἀπὸ τῶν τῆς γενέσεως φάσεων. ἐὰν105

106

γὰρ τὸ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγεννέστεροι γενήσονται ἢ καὶ ἐν δόξῃ γενόμενοι καὶ πίστει καθαιρεθήσονται· ἐὰν δὲ ἐπίκεντρος ἡ φάσις εὑρεθῇ καὶ ὁ κύριος ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος, εὐ‐
5γενεῖς καὶ ἔνδοξοι γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ἐν χρηματισ‐ τικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀχθέντες ἐναντιώμασι καὶ ὑποταγαῖς καὶ ἐνδείαις περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, ἐν τοῖς
10πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ ** ἐνεχθέντες ἐξ ὑστέρου ἐλευθερίας καὶ προκοπῆς καὶ γένους ἐντὸς γενόμενοι εὐπορήσουσι καὶ δοξασθήσονται, μάλιστα δὲ κἂν ἀγα‐ θοποιοὶ προσνεύσωσιν. ἐὰν δὲ καὶ ὁ τόπος καὶ ὁ κύριος παρα‐ πέσῃ καὶ ἀμφότεροι ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἔκθετοι ἢ
15αἰχμάλωτοι γενόμενοι ὑποταγῆς πεῖραν λήψονται· ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ συμπροσγένωνται ἢ συνεπιμαρτυρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἀπολυθέντες ἐν περι‐ ουσίᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν φρουρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες ἐλεύθεροι
20τραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιίαν χωρήσουσι· τοὐ‐ ναντίον δὲ τοῦ μὲν τόπου ὑπὸ ἀγαθοποιῶν φρουρουμένου, τοῦ δὲ οἰκοδεσπότου ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δου‐ λείαν ἀνατραφήσονται ἢ εἰς τὸ τέλειον τῆς ἀκμῆς καταντήσαντες ἑαυτοὺς ἐκδότους ὑποταγαῖς παραδώσουσιν ἢ διὰ τροφῆς ἔνδειαν
25ἢ πίστεως καὶ πράξεως ἀφορμήν. 〈λεʹ.〉 Σχήματα Σελήνης ιαʹ πρὸς ἀποτελεσμάτων δυνάμεις. Ἔστι δὲ τῆς Σελήνης τὰ σχήματα κατὰ μὲν τὸν φυσικὸν λό‐ γον ζʹ, καθὼς δὲ καὶ ἐν ἑτέροις εὕρομεν ιαʹ· πρῶτον μὲν σύνοδος,
30δεύτερον ἀνατολή, εἶτα ἀποστᾶσα τοῦ Ἡλίου μοίρας μεʹ ποιεῖται φάσιν μηνοειδῆ, εἶτα ἕως Ϟʹ μοιρῶν διχότομος, εἶτα ἕως ρλεʹ μοι‐ ρῶν ἀμφίκυρτος, εἶτα ἕως ρπʹ μοιρῶν πανσέληνος, εἶτα ἀποστᾶσα τῆς πανσελήνου μοίρας μεʹ τουτέστιν ἕως 〈σ〉κεʹ ποιεῖται τὴν δευτέραν ἀμφίκυρτον, εἶτα ἕως σοʹ μοιρῶν τὴν δευτέραν διχό‐
35τομον, εἶτα ἕως τξʹ τὴν δύσιν. ἔστι δὲ αὐτῆς καὶ ἄλλο σχῆμα,
ὅτε ἄρξηται πρῶτον μειοῦσθαι.106

107

Τί σημαίνει ἑκάστη φάσις καὶ ποῖον ἔχει ἀποτέλεσμα. Ὑποτάξομεν δὲ καθὼς καὶ εἰς ἀποτελεσματογραφίαν λαμβά‐ νεται τὰ προκείμενα σχήματα καὶ τίνι θεῷ προσῆκεν. ἡ μὲν οὖν σύνοδος δηλοῖ περὶ δόξης καὶ δυνάμεως καὶ βασιλικῶν καὶ τυραν‐
5νικῶν διαθεμάτων καὶ πάντων τῶν ταῖς πόλεσιν ἀνηκόντων δη‐ μοσίων πράξεων καὶ περὶ γονέων καὶ γάμων καὶ μυστηρίων καὶ τῶν καθολικῶν καὶ κοσμικῶν πάντων· ὁμοίως καὶ ὁ κύριος τῆς συνόδου καὶ 〈τοῦ〉 πλάτους καὶ τοῦ δρομήματος· ἡ δὲ ἀνατολὴ τῆς Σελήνης, ὅπερ καὶ φῶς λέγεται, καὶ ὁ ταύτης κύριος εἰς τὸν
10περὶ ζωῆς 〈καὶ〉 περὶ πράξεως καὶ περὶ ὑποστάσεως μελλούσης καὶ βεβαιοῖ τὰς τῆς συνόδου πράξεις. καὶ καθάπερ ἀπὸ τῆς πρώτης ὄψεως τὰ μηνιαῖα θεωρεῖται καὶ κοσμικὰ κινήματα, οὕ‐ τως ὁ κύριος τοῦ φωτὸς τὰ καθολικὰ ἀποτελέσματα δείκνυσι· συνεπισχύει δὲ καὶ Ἑρμῆς ἕως δʹ Σελήνης. ἡ δὲ μηνοειδὴς σύσ‐
15τασις τὴν ἀνατροφὴν καὶ τὰ ἐλπιζόμενα ἐν βίῳ σημαίνει καὶ περὶ γυναικῶν καὶ μητρός· ἐπισχύει δὲ Ἑρμῆς ἕως ηʹ. ἡ δὲ διχότομος σύστασις περὶ σίνους καὶ πάθους καὶ τῶν βιαίων συμβαινόντων, ἔτι δὲ περὶ τέκνων καὶ ἀξίας καὶ τῶν μελλόντων ἀγαθῶν· συ‐ σχηματίζεται δὲ Ἀφροδίτη, ἕως γένηται ιβʹ. ἡ δὲ ἀμφίκυρτος
20φάσις περὶ εὐδαιμονίας καὶ μελλούσης προκοπῆς καὶ ἀποδημίας καὶ συμπαθείας συγγενῶν. συνομοιοῦται δὲ Ἥλιος, ἕως γένηται ιδʹ. ἡ δὲ πανσέληνος περὶ δόξης καὶ ἀδοξίας καὶ ἀποδημίας καὶ περὶ τῶν βιαίως γινομένων καὶ περὶ τῶν ἐξ ὑπεροχῆς ἐκπιπτόντων καὶ ἐξ ἐλαχίστου αὐξομένων καὶ περὶ συμπαθειῶν καὶ παθῶν καὶ
25ἀντιπολιτειῶν καὶ γονέων συμπαθείας· ἔχει δὲ καὶ τοῦ δυτικοῦ ζῳδίου χρῶμα· ὁ δὲ πρῶτος κύριος τῆς μειώσεως τοῦ φωτὸς περὶ ἐλαττώσεως τῶν ὑπαρχόντων καὶ ψύξεως πρακτικῆς καὶ τῶν εἰς ταπείνωσιν ἐρχομένων καὶ περὶ αἰφνιδίων πτωμάτων. ἰσοδυ‐ ναμεῖ δὲ τῇ ἐπικαταδύσει· Ἄρης κύριος ἕως καʹ Σελήνης. ἡ δὲ
30ἀμφίκυρτος δευτέρα σημαίνει περὶ ξενιτειῶν καὶ πράξεως μεί‐ ζονος καὶ περὶ εὐδαιμονίας· ἰσοδυναμεῖ δὲ τῷ θεῷ· Ζεὺς κύριος, ἕως γένηται κεʹ ἡ Σελήνη. ἡ δὲ δευτέρα διχότομος περὶ παλαιῶν
πραγμάτων καὶ πολυχρονίων παθῶν καὶ περὶ τέκνων· ἰσοδυναμεῖ107

108

γὰρ Κρόνος, ἕως γένηται λʹ. ὁ δὲ τῆς μηνοειδοῦς κύριος σημαίνει περὶ θανάτου γυναικὸς καὶ περὶ ἀπραξίας ἢ διαρπαγῆς· † του‐ τέστιν ἡ δύσις περὶ δεσμῶν καὶ συνοχῶν καὶ ἀποκρύφων πραγ‐ μάτων καὶ κατακρίσεως καὶ ἀτιμίας· καὶ ἡ μὲν τῆς Σελήνης τῶν
5σχημάτων τάξις οὕτως, τὰ μέντοι συγκρινόμενα τοῖς εʹ θεοῖς καὶ Ἡλίῳ † ἐν ἀδέτοις κέντροις. Συντομωτέρας μὲν οὖν τὰς ἀποδείξεις τῶν αἱρέσεων βουλό‐ μενος ἐκθέσθαι τὰς πολυλογίας παραιτησάμενος καὶ τὰς μυθώ‐ δεις γοητείας αὐτὰ τὰ κεφάλαια προέταξα τοῖς μάλιστα περὶ τὰ
10τοιαῦτα ἐσπουδακόσι καὶ πολλαῖς ἀγωγαῖς ἐγκεχρονικόσι, δυνα‐ μένοις δὲ διὰ τῆς ἰδίας ἐπινοίας ἴσα εἰσφέρειν. οἶμαι γὰρ αὐ‐ τοὺς πείσειν διὰ τῶν προγεγραμμένων καὶ τῶν μελλόντων λέγεσθαι ἀποτίθεσθαι μὲν τὸ δύσπιστον καὶ εὐδιάβολον τῆς ἐπιστήμης, ἄγνοιαν δὲ καὶ λῆρον κατὰ τῶν ἀντιπρασσόντων ψηφισαμένους
15κινδυνεύουσαν πρόγνωσιν ἀθάνατον ἀποδεῖξαι. ὅθεν οἱ φιλο‐ μαθεῖς ταῖς μὲν ἀριθμητικαῖς καὶ διδασκαλικαῖς ἀγωγαῖς δι’ ἑτέρων ἐγγυμνασθέντες τὸ νῖκος τῆς δόξης διὰ τῆσδε τῆς συν‐ τάξεως ἀποίσονται, καίπερ καὶ αὐτοὶ οὐκ ἀμύητοι ὄντες περὶ τὰς τῶν κανόνων καὶ εἰσόδων πήξεις· ἃς οὐκ ἠβουλήθην προτάξαι καὶ
20δισσολογεῖν. εἰ δὲ καὶ δοκοῦμεν τὰ τῶν ἀρχαίων δόγματα συγ‐ γράφειν καὶ ἑρμηνεύειν, κατὰ τοῦτο ἀρετῆς ἔπαινον ἀποισόμεθα παρὰ τῶν ἐντυγχανόντων διὰ τὸ ἀσφαλὲς καὶ ἄφθονον καὶ διδα‐ σκαλικὸν τῶν αἱρέσεων. ἕτεροι γὰρ πολυλογίαις καὶ ποικίλαις μεθόδοις χρησάμενοι καὶ δόξαντες ἑρμηνεύειν προσεπικατέστρεψαν
25καὶ τὴν προϋπάρχουσαν τῆς προγνώσεως δόξαν, καὶ ῥῆσιν ἑλληνι‐ κὴν διὰ τῶν λόγων ἀσκήσαντες βάρβαρον γνώμην ἐνεδείξαντο. τούτους δὲ ὑπολάβοι ἄν τις Σειρήνων τρόπον ἐπιδεῖξαι, 〈αἳ〉 τοὺς παραπλέοντας ἀπατηλῇ καὶ κεκλασμένῃ φωνῇ διὰ τῆς μουσικῆς τῶν ὀργάνων καὶ ὀλεθρίας ᾠδῆς προσκαλούμεναι παρὰ ταῖς ἐνα‐
30λίαις πέτραις διώλλυον. τὸ ὅμοιον δὲ πάσχουσί τινες καὶ ἔπαθον οἱ ἐντυγχάνοντες ταῖς ἐκείνων αἱρέσεσιν· οἳ κατ’ ἀρχὰς μὲν τῇ τῶν λόγων φαντασίᾳ καὶ ἀγωγῇ θελχθέντες εἴς τε ἄπειρον ὕλην ἐμπεσόντες καὶ μὴ εὑρόντες τὴν ἔξοδον οὐ μόνον ἐν βυθῷ ἀλλὰ
καὶ ἐν λαβυρίνθῳ διώλοντο· οἱ δὲ καὶ δόξαντες διεκπεφευγέναι108

109

τὸν κίνδυνον τρυχηρᾷ καὶ πολυμερίμνῳ βασάνῳ περιπεσόντες ἀνι‐ αρὸν τὸ τέλος ἔσχον. ἐὰν οὖν τις Ὀδυσσέως φρόνημα λαβὼν παραπλεύσῃ τούτους, καταλείπει σεμνὴν ἐν τῷ βίῳ τὴν ἐπιστή‐ μην, ᾗ σύνοικος καὶ συνόμιλος γενόμενος ἀεὶ μεθ’ ἡδονῆς διανύει
5τὸν χρόνον ἐκκόψας τὰς κακοτρόπους τῶν ἀντιπρασσόντων γνώμας μυστηρίων δίκην. ὅθεν τούτους μὲν ἐάσαντας εἰς τὴν τῶν προ‐ κειμένων καταντήσομεν δόξαν. 〈λϛʹ.〉 Περὶ σίνους καὶ πάθους μεθ’ ὑποδειγμάτων καθ’ ἓν ἕκαστον ζῴδιον, οἷον ὁ Κριὸς τί ποιεῖ σίνος ἢ πά‐
10θος καὶ τὰ ἑξῆς αὐτο. Ἐπειδὴ σκοτεινῶς οἱ παλαιοὶ τὸν περὶ σίνους τόπον ἔγρα‐ ψαν, προφανέστερον ἐπιδιασαφήσομεν. τινὲς μὲν οὖν τοῖς ὑπο‐ κειμένοις τόποις σωματικοῖς τε καὶ ψυχικοῖς προσέχοντες κατὰ τὴν ἑκάστου γένεσιν τὴν ἀρχὴν ποιούμενοι τῶν μελῶν ἀπὸ κλήρου
15τύχης καὶ δαίμονος τὸν περὶ σίνους καὶ πάθους τόπον πρὸς τὴν τῶν κακοποιῶν παρουσίαν ἀποφαίνονται. οἷον ὁ κλῆρος τῆς τύχης στῆθος, τὸ βʹ πλευρόν, τὸ γʹ κοιλία, τὸ δʹ ἰσχία, τὸ εʹ μόριον, [καὶ] τὸ ϛʹ μηροί, τὸ ζʹ γόνατα, τὸ ηʹ κνῆμαι, τὸ θʹ πόδες, τὸ ιʹ κεφαλή, τὸ ιαʹ πρόσωπον τράχηλος, τὸ ιβʹ πήχεις ὦμοι. τὰ δὲ
20πάθη ἀπὸ τοῦ δαίμονος. αὐτὸς γὰρ οὗτος ὁ δαίμων ἐστὶ καρ‐ δία, τὸ βʹ ζῴδιον, ἡ ἐντὸς κοιλία τὸ γʹ, δι’ οὗ τὸ σπέρμα φέρεται καὶ νεφρῶν τόπος, τὸ δʹ κόλος, τὸ εʹ ἧπαρ, τὸ ϛʹ δευτέρα κοιλία, τὸ ζʹ κύστις, τὸ ηʹ ἔντερα, τὸ θʹ μηνίγγων τόπος καὶ ὀδόντων καὶ ἀκοῆς, τὸ ιʹ ἡ κατάποσις, τὸ ιαʹ γλῶσσα, τὸ ιβʹ στόμαχος. ταῦτα δὲ
25κατὰ τὸν Λέοντα καὶ Καρκίνον ἀκολούθως δεδήλωται, ἐπεὶ ἡ μὲν Σελήνη τύχη τοῦ κόσμου ἐστίν, ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων. Καὶ ταῦτα μὲν οἱ πρὸ ἡμῶν· ἡμῖν δ’ ἀκριβέστερον ἐκ πείρας ἔδοξεν οὕτως. ἔστω γὰρ τὸν Κριὸν καθολικῶς σημαίνειν τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ αἰσθητήρια καὶ ὄψιν· ποιεῖ οὖν ὁ τό‐
30πος κατὰ τὴν μέλουσαν ἡμῖν ἐπίλυσιν κεφαλαλγίας ἐπισκιασμοὺς ἀποπληξίας δυσηκοΐας ἀμαυρώσεις λέπρας λιχῆνας μαδαρώσεις ἀλωπεκίας φαλακρώσεις ἀναισθησίας σηπεδόνας πνευστικῶν ἐπι‐ φορὰς κονδυλώματα ὑπερσαρκώματα καὶ ὅσα περὶ τὰ αἰσθητήρια εἴωθε συμβαίνειν περί τε τὰς ἀκοὰς καὶ τοὺς ὀδόντας. ὁ Ταῦρος
35δὲ σημαίνει τράχηλον πρόσωπον κατάποσιν ὄσφρησιν ῥῖνα, κύρ‐
τωσιν δὲ διὰ τὸ γυρὸν καὶ χώλωσιν διὰ τὴν καμπὴν τοῦ ποδός,109

110

ὀφθαλμῶν ἀλγηδόνας καὶ αἰτίας ἐπικινδύνους ἢ πηρώσεις διὰ τὴν Πληϊάδα· ἔστι δὲ καὶ λατρευτικὸν τὸ ζῴδιον καὶ αἰσχροποιόν· ποιεῖ δὲ καὶ σπασμοὺς καὶ σταφυλοτομίας ἀνθρακώσεις χοιράδας πνιγμοὺς ἢ περὶ μυκτῆρας σίνη πάθη λύπας, πτώσεις ἀπὸ ὕψους
5ἢ τετραπόδων, κατάγματα μελῶν βρογχοκήλας ἐκκοπὴν ἰσχιάδα ἀπόστημα. οἱ δὲ Δίδυμοι εἰσὶν ὦμοι πήχεις χεῖρες δάκτυλοι ἄρθρα νεῦρα ἰσχὺς ἀνδρεία μεταβολὴ θηλυγονία λόγος στόμα ἀρ‐ τηρία φωνή. κακωθέντες μὲν οὖν περὶ ταῦτα σίνη ἀποτελοῦσιν, ἐπάγουσι δὲ καὶ λῃστηρίων ἢ πολεμίων ἐφόδους καὶ τραύμασι καὶ
10τομαῖς καὶ ἐκκοπαῖς μελῶν περιτρέπουσιν ἢ ἰκτερικοὺς ἢ ἀπὸ ὕψους πτώσεις. Καρκίνος στῆθος στόμαχος μαζοὶ σπλὴν στόμα ἀπόκρυφοι τόποι ἀμαυρώσεις πηρώσεις διὰ τὸ νεφέλιον· γίνονται δὲ κατὰ τοῦτον τὸν τόπον λέπραι ἀλφοὶ λιχῆνες ἀποπληξίαι ὑδρωπικοὶ τῆς αἰτίας ἐκ τοῦ σπληνὸς γενομένης πλαγιοβαθεῖς
15ἢ ὑπόχωλοι ἢ ἀνάπηροι ἰκτερικοὶ ἑτερόχροες, ἐκφυεῖς τοῖς ὀδοῦσιν ἢ τοῖς ὀφθαλμοῖς ὑπόστραβοι, μιλφοὶ πτίλοι ἔγκυρτοι, ἀπὸ θηρίων ἐνύδρων ἀδικούμενοι καὶ περὶ τὰς ὄψεις φακοὺς καὶ ῥαντίσματα ἔχοντες, βηχικοὺς ἀναφορικοὺς ἰκτερικοὺς πλευρικοὺς πνευμονικούς. Λέων πλευραὶ ὀσφὺς καρδία ἀνδρεία ὅρασις νεῦρα· γίνονται οὖν
20μανιώδεις ἢ θεοφορούμενοι καὶ ἀπὸ βίας ἢ μοχθηρίας σπώμενοι ἢ δι’ ἀνδρείαν ἢ σώματος ἄσκησιν ἐκβολὴν μέλους κολόβωσιν ὑπομένοντες καὶ περὶ τοὺς φωστῆρας ἀδικούμενοι. ἔστι δὲ καὶ δυσωδίας αἴτιος· ὅθεν καὶ ἐπαίσχρους ποιεῖ ἢ ἀποκόπους καταγ‐ ματικούς, ἀπὸ ὕψους ἢ τετραπόδων πίπτοντας καὶ ὑπὸ θηρίων
25δακνομένους καὶ ὑπὸ συμπτώσεως ἢ ἐμπρησμοῦ σινουμένους, ἔτι καὶ μελαγχολικοὺς φαγεδαίνας κιναιδίας. Παρθένος κοιλία ἔντερα καὶ τὰ ἐντὸς ἀπόκρυφα, ὅθεν καὶ τὰς αἰτίας τῶν παθῶν ἀποτελεῖ, καὶ περὶ τὰς συνουσίας ἀσθενεστέρους ἢ ἐγκρατεῖς καὶ αἰδοίους. ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ πολὺ γράφειν, ἐκ τῆς τοῦ
30ζῳδίου καὶ τῆς τοῦ ἀστέρος φύσεως τά τε σίνη καὶ πάθη πρόδηλα γίνεται. ποιεῖ δὲ ὀρθοπνοϊκοὺς κλάσματα θεοφορουμένους φοι‐ βήσεις, γυναικὶ δὲ ὑστερικὰς διαθέσεις καὶ περὶ κοιλίαν αἰτίαν. Ζυγὸς ἰσχία γλουτοὶ κόλον μορίων † ὀπίσθια μέρους. ποιεῖ δὲ ὁ τόπος παραλυτικοὺς κλάσματα κήλας δυσεντερίας ὕδρωπας λι‐
35θιάσεις. Σκορπίος μόρια ἕδρα· ποιεῖ δὲ διὰ τὸ κέντρον καὶ ἀμαυρώσεις πηρώσεις ἐπισκιασμοὺς λιθιάσεις στραγγουρίας περι‐
οδικὰς νόσους πολυκοιλίας συριγγώματα. Τοξότης μηροὶ βου‐110

111

βῶνες· γίνονται δὲ ἑτερόχροες συγγενήματα ἔχοντες φαλακροὶ ἐπι‐ σκιαζόμενοι ἢ ὀφθαλμοπόνοι ἢ πηρώσεις στόματος δυσωδίαι πο‐ δάγραι· ποιεῖ δὲ καὶ ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις, μελῶν ἐκβολὰς καὶ θηρίων ἀδικίας, περισσομελεῖς. Αἰγόκερως γόνατα
5νεῦρα τῶν τε ἐντὸς καὶ ἐκτὸς σπαστικὰ διὰ τὸ εἶναι αἰνιγματώδη· ποιεῖ δὲ ἀμαυρώσεις πηρώσεις διὰ τὴν ἄκανθαν, μανίας, δι’ ὑγρῶν ὀχλουμένους, ἔτι δὲ φρενίτιδας † γυναικοκαυσίαι τριβάδες ἀσελγεῖς λατρευτικοὶ αἰσχροποιοί. Ὑδροχόος σκέλη κνῆμαι νεῦρα ἄρθρα, ποιεῖ δὲ ἐλεφαντιῶντας ἰκτερικοὺς μελαγχλώρους πηροὺς ὑδρω‐
10πικοὺς μανιώδεις ἀποκόπους καταγματικούς, τοῖς δὲ στραγγουρίας. Ἰχθύες πόδες νεῦρα ἄκρα· γίνονται ἀρθριτικοί, λεύκας λιχῆνας λέπρας ἔχοντες, κατωφερεῖς ἐπίψογοι πολύσινοι περισσομελεῖς ψελλοὶ δύσκωφοι ψωροί, ἀπὸ ἐνύδρων θηρίων ἀδικούμενοι ἢ δι’ ὑγρῶν παρῶν ὀχλούμενοι.
15 Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἀκριβῶς ἐπὶ πάσης γενέσεως τὸν κλῆρον τῆς τύχης, εἰς ποῖον ζῴδιον ἐξέπεσε, καὶ ἡ τοῦ ζῳδίου φύσις σημαίνει τὸ σίνος· μάλιστα δὲ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ἐν ὁποίῳ ἂν ᾖ ζῳδίῳ. ὁμοίως δὲ καὶ τὸν δαί‐ μονα καὶ τὸν τούτου κύριον σκοπεῖν, εἰς ποῖα ζῴδια ἐξέπεσε, καὶ
20οὗτοι τὰ πάθη δηλώσουσι· καὶ 〈οἱ〉 εἰς τὸν περὶ πράξεως τόπον ὡσαύτως σοι νοηθήσονται. ἐνεργέστερα μὲν οὖν τὰ σίνη καὶ τὰ πάθη γενήσεται, ἐπὰν κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι τοῖς τό‐ ποις ἢ τοῖς οἰκοδεσπόταις· γίνονται δὲ ἀσινεῖς ἢ ἀπαθεῖς, ὅταν καλῶς οἱ τόποι καὶ οἱ κύριοι ἀκάκωτοι τύχωσιν. ἕκαστος μὲν
25οὖν ἀστὴρ τὸ ἴδιον ἀποτέλεσμα ποιεῖ ἐξ ἧς ἔλαχε φύσεως. ἐὰν γὰρ ὑποθέσεως χάριν ὁ κλῆρος εἰς Κριὸν ἐμπέσῃ ἢ ὁ τούτου κύριος Ἄρης ** ἐπῇ [καὶ τοῦ Κριοῦ καὶ τοῦ Σκορπίου ἐκυρίευσε], προ‐ λέγειν σίνος περὶ κεφαλὴν καὶ μόριον ἢ ἕδραν· οἷον 〈γὰρ〉 εἴωθε κατὰ τὴν ἰδίαν φύσιν ὁ ἀστὴρ ἀποτελεῖν, ἀποτελέσει. ἔσθ’ ὅτε
30γὰρ ἀμφοτέρων τῶν τόπων κακωθέντων τὰ σίνη καὶ τὰ πάθη γίνονται, καὶ μάλιστα ὅταν κακοποιοὶ κυριεύσωσιν ἢ ἐπιμαρτυ‐ ρήσωσιν. Ἔστω δὲ ἐπὶ ὑποδείγματι, ἵνα μὴ δόξωμεν ἀποκρύφως εἰρη‐ κέναι, Ἥλιος Ζεὺς Ἄρης Αἰγόκερῳ, Σελήνη ὡροσκόπος Λέοντι,
35Κρόνος Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὁ κλῆρος τῆς τύχης 〈Αἰγόκερῳ〉. ὁ κύριος τῆς τύχης Κρόνος Ταύρῳ· γέγονε πηρὸς
διὰ τὴν Πληιάδα καὶ διὰ τὸν κακοποιὸν Κρόνον καὶ ἀρρητοποιὸς111

112

δι’ ἀμφότερα τὰ ζῴδια· καὶ γὰρ Ζεὺς ὁ κύριος τοῦ δαίμονος τοῦ ἐν Ἰχθύσιν ἐν Αἰγόκερῳ εὑρέθη. καὶ ἐκ τούτων δὲ ἐδηλώθη ὅτι [ὁ] ποδαγρός· ἀρκετὸν μὲν ἦν ἀπὸ τοῦ κλήρου καὶ τοῦ κυρίου τὸ πάθος καὶ τὸ σίνος εὑρηκέναι.
5 Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἄρης Τοξότῃ, Σελήνη Ζυγῷ, Κρόνος Καρκίνῳ, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. κλῆρος Σκορπίῳ· ἐσινώθη τὸ μόριον. ὁ κύριος τοῦ Σκορπίου ἐν Τοξότῃ γέγονε· φαλακρὸς καὶ πηρὸς διὰ τὴν ἀκίδα. Ζεὺς δὲ ὁ κύριος [Ἄρεως καὶ] τοῦ δαίμονος ἐν τῷ περὶ θεοῦ τόπῳ εὑρεθεὶς
10ἐποίησεν ἀναβλέψαι διὰ θεοῦ· γέγονε δὲ καὶ χρησμοδότης. Ὅθεν καὶ οἱ ἀγαθοποιοὶ σίνεσι καὶ πάθεσι περιτρέπουσι κακῶς πεσόντες καὶ οἱ κακοποιοὶ καλῶς ἀσινεῖς, αἰτίας μόνον καὶ χρονικὰ ἐμποιοῦντες. ἐὰν δέ πως οἱ κυριεύσαντες κλήρου ἢ δαί‐ μονος ἐν τῷ θεῷ ἢ τῇ θεᾷ τύχωσιν ὑπὸ κακοποιῶν ἐναπειλημ‐
15μένοι ἢ μαρτυρούμενοι, ἀποφθεγγομένους ἢ μανιώδεις ἢ προ‐ γνωστικοὺς ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ
20τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρήσ, ἤτοι ἰα‐ τρείαις ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ ** λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τοὺς κλήρους ἐξετάζειν· πολλάκις γὰρ
25κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, 〈εἰ〉 ἤτοι ἐπὶ τέλει ἢ ἐν ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὅρασιν καὶ
30αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεϊ Ἥλιος ἐπαναφερόμενος ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορι‐ κοὺς αἱμοπτυϊκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ τὸ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης ἐν τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμοὺς ἢ καταπτωτικοὺς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς
35καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δ’ ὅμοιον, κἂν τὴν σύνο‐ δον ἢ πανσέληνον καθυπερτερήσωσιν. ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ
μόνας τὴν Σελήνην [ἢ] τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύ‐112

113

σωσι, μανιώδεις ἐκστατικοὺς πτωματικοὺς ἀποφθεγγομένους ἀπερ‐ γάζονται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Κρόνος Αἰγόκερῳ, Σελήνη Σκορπίῳ, Ζεὺς Λέοντι, Ἄρης Ἰχθύσιν, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ,
5ὡροσκόπος Παρθένῳ· ὁ μὲν κλῆρος τῆς τύχης Σκορπίῳ, ὁ δαί‐ μων Καρκίνῳ. ἠναντιώθη οὖν τῷ δαίμονι τὸ διανοητικὸν ἀπο‐ τελοῦντι καὶ ψυχικὸν Κρόνος καὶ τὴν πανσέληνον καὶ τὴν προγενο‐ μένην φάσιν κατώπτευσεν, ὁ δὲ κύριος τοῦ κλήρου ἠναντιώθη τῷ ὡροσκόπῳ. ἔσχε μὲν οὖν καὶ περὶ τοὺς ἀναγκαίους τόπους σίνος
10καὶ ποδῶν αἴσθησιν, ἐξαιρέτως δὲ ἐσεληνιάσθη. Ἄλλη. Ἥλιος Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Ταύρῳ, Ζεὺς Ἑρμῆς Σκορπίῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσ‐ κόπος Ὑδροχόῳ, κλῆρος τύχης Λέοντι. τούτῳ Ἄρης ἐπίκειται Κρόνου καθυπερτεροῦντος· ὁ δὲ Ἥλιος ἐν Διὸς τόποις εὑρεθεὶς
15σημαίνων τὰ περὶ βουβῶνα καὶ μηροὺς καὶ πόδας ἐποίησε περὶ ταῦτα σίνος καὶ ποδάγραν· καὶ γὰρ αὐτὸς νεύρων κυριεύει. τοῦ δὲ Κρόνου ἐν τῷ ὑπογείῳ εὑρεθέντος θεῶν καὶ νεκρῶν εἴδωλα ἐφαντάσθη. Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Παρθένῳ, Κρόνος Ταύρῳ,
20Ζεὺς ὡροσκόπος Διδύμοις, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, Ἑρμῆς Αἰγόκερῳ. ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ, ὁ δαίμων Σκορ‐ πίῳ· τούτοις ἠναντιώθησαν οἱ κακοποιοί· ἐγένετο μαλακὸς ἀρρη‐ τοποιός. καὶ γὰρ ὁ Αἰγόκερως ἀσελγὴς καὶ ὁ τούτου κύριος Ταύρῳ παθητικῷ ζῳδίῳ· καὶ Σκορπίος τὸν τρόπον τῆς ἀσελγείας δηλοῖ.
25 Ἄλλη. Ἥλιος Ἀφροδίτη Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Διδύμοις, Ζεὺς Ἄρης Λέοντι, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγό‐ κερῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ δαίμων Διδύμοις· τούτῳ ἐπικείμενος Κρόνος ἀπόκοπον ἐποίησεν· ἦν γὰρ καὶ ὁ κύριος Σκορπίῳ [Ἑρμῆς] σημαίνοντι τὸ μόριον καὶ Ἥλιος Τοξότῃ τοὺς
30περὶ βουβῶνα τόπους. ὅθεν ἐν τῷ δαίμονι ἐπεισερχόμενοι οἱ κακοποιοὶ 〈ἢ〉 ἐναντιούμενοι μανιώδεις ἢ ἐκστατικοὺς ποιοῦσιν. Ἄλλη. Ἥλιος Σελήνη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη Ζυγῷ. οἱ κλῆροι Σκορπίῳ· γέγονε πηρὸς διὰ τὸ κέντρον· ἄλλως 〈τε〉 καὶ
35Κρόνος καθυπερτέρησε τὴν σύνοδον καὶ τὰ φῶτα καὶ ὁ κύριος
Ἄρης παρέπεσεν.113

114

Ἄλλη. Ἥλιος Ἑρμῆς Ταύρῳ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφρο‐ δίτη Κριῷ, Ζεὺς Παρθένῳ, Ἄρης Ἰχθύσιν, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ταύρῳ· ἡ κυρία Ἀφροδίτη Κριῷ σὺν Κρόνῳ· ὁ τοιοῦτος ἔσχε περὶ τὴν κεφαλὴν ἀλωπεκίαν καὶ περὶ τὸ σῶμα
5ἀλφοὺς καὶ λιχῆνας· ἦν γὰρ ὁ κύριος τοῦ δαίμονος Ἰχθύσιν. Ἄλλη. Ἥλιος Ταύρῳ, Ἄρης Ταύρῳ, Σελήνη Παρθένῳ, Κρό‐ νος Τοξότῃ, Ζεὺς Διδύμοις, Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Κριῷ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος Διδύμοις· ὁμοίως καὶ δαί‐ μων Λέοντι, ὁ κύριος Ταύρῳ· γέγονεν ὁ τοιοῦτος γαλιάγκων.
10 Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ, Σελήνη Ἰχθύσι, Κρόνος ὡρο‐ σκόπος Ὑδροχόῳ, Ἄρης Ἀφροδίτη Ταύρῳ, Ζεὺς Ζυγῷ, κλῆρος τύχης Ἰχθύσι, κλῆρος δαίμονος Αἰγόκερῳ. ὁ τοιοῦτος θεόληπτος μανι‐ ώδης. ὁ κύριος τοῦ κλήρου Ζεὺς εἰς τὸν περὶ θεοῦ Ζυγόν, ὁ τοῦ δαίμονος κύριος Κρόνος ὡροσκόπῳ· εὑρέθη δὲ καὶ Ἀφροδίτη ἐν
15τῷ ὑπογείῳ. Ἄλλη. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Σκορπίῳ, Κρόνος ὡρο‐ σκόπος Κριῷ, Ζεὺς Ἰχθύσιν, Ἄρης Ἀφροδίτη Παρθένῳ, κλῆρος τύχης Αἰγόκερῳ, δαίμων Καρκίνῳ. ὁ τοιοῦτος κυρτός. 〈λζʹ.〉 Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας
20παντοῖαι θεωρίαι καὶ σχήματα παντοῖα. Ὅσαι μὲν οὖν μοι ἀγωγαὶ διὰ πείρας ἔδοξαν ἀληθεύειν, ταύ‐ τας μετ’ ἐπιλύσεως προέταξα· νυνὶ δὲ καὶ τὸν περὶ γάμου τόπον ποικίλον μὲν ὑπάρχοντα, εὐκατάληπτον δὲ τοῖς γε νοῦν ἔχουσι διασαφήσω. ὁ περὶ γάμου τόπος καταλαμβάνεται μὲν φυσικῶς
25ἀπὸ τοῦ ζʹ ζῳδίου τοῦ ὡροσκόπου· προσβλέπειν δὲ δεῖ τὴν Ἀφρο‐ δίτην ὡς κεῖται μετὰ τίνων καὶ ὑπὸ τίνος ἢ τίνων μαρτυρεῖται ἢ δεσπόζεται. ἐν τροπικοῖς γὰρ ζῳδίοις οὖσα ἢ δισώμοις χρηματί‐ ζουσα μάλιστα ἐπὶ νυκτὸς πολυγάμους ποιεῖ καὶ πολυκοίνους, καὶ μάλιστα ἐὰν ὁ Ἑρμῆς αὐτῇ ὁμόσε τύχῃ, ἢ πολὺ μᾶλλον ἐὰν καὶ ὁ
30Ἄρης αὐτῇ ἐπιμαρτυρήσῃ· καὶ γὰρ εἰς παίδων ἀρρένων ἐπιπλο‐ κὰς ἔρχονται. εἰ δὲ καὶ τὸ ζῴδιον ᾖ βλοσυρώτερον, πρὸς τὰς
συνουσίας ἐπιτακτικώτεροι γίνονται. ἐὰν ἡ Ἀφροδίτη χρηματίζῃ,114

115

ὁ δὲ κύριος αὐτῆς δεδυκὼς ἢ κακοδαιμονῶν ἢ φθοροποιὸς αὐτὴν κακώσῃ ἢ φαύλως ᾖ κείμενος, ἀτυχεῖς περὶ τοὺς γάμους καὶ συν‐ αλλαγὰς ποιεῖ. ἐὰν δὲ αὐτὴν τὴν Ἀφροδίτην φθοροποιὸς ἀθε‐ τήσῃ μαρτυρήσας ἢ καὶ τὸν οἰκοδεσπότην μάλιστα, θανάτους
5γυναικῶν ποιήσει ἢ σίνη ἢ περιστάσεις. ἐὰν μὲν καλῶς ἔχωσι πρὸς τὴν γένεσιν, κληρονομίας ἐξ αὐτῶν· κακῶς δὲ κείμενοι πάθη καὶ λύπας. Δυτικὴν Ἀφροδίτην Κρόνος ἐπιβλέπων κατὰ τὸ πλεῖστον ἀγάμους καὶ δυσσυναλλάκτους ποιεῖ. ἐὰν Ἀφροδίτη ἐν Κρόνου
10ζῳδίῳ τύχῃ ἢ καὶ ὁρίοις ἢ καὶ κατ’ ἰσοσκελῆ γραμμὴν ὑπὸ αὐτοῦ διαμετρηθῇ καὶ μήτε Ἄρης μήτε Ζεὺς αὐτῇ ἐπιμαρτυρήσῃ μήτε Ἑρμῆς 〈μήτε〉 συμπαρῶσιν αὐτῇ, παντελῶς ἔσονται χῆραι καὶ παρθένοι. πάντοτε δὲ διαμετρῶν Κρόνος Ἀφροδίτην σεσινωμένην γυναῖκα δίδωσιν ἢ στεῖραν· ὁμοίως καὶ γυναικὶ ἄνδρα. ἐὰν δὲ
15Κρόνος μεσουρανήσῃ, διαμετρῇ δὲ τὴν Ἀφροδίτην, δούλην δίδωσι γυναῖκα. ἐὰν Ἀφροδίτη Κρόνου οἴκῳ οὖσα ὑπὸ Διὸς μαρτυρηθῇ ἢ ἀπορρέουσα Διὸς Κρόνῳ συνάπτῃ ἢ εἰς κόλλησιν αὐτοῦ ἔρχη‐ ται, βλέπηται δὲ ὑπὸ Ἄρεως, τροφοῖς αὐτῶν ἢ καθηγητῶν γυναι‐ ξὶν ἢ μητρυιαῖς ἢ πατέρων ἢ μητέρων ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπι‐
20μίσγονται. Ἡλίου δὲ αὐτοῖς συνεπιμαρτυρήσαντος ἢ τῇ Σελήνῃ ἔτι μᾶλλον τὰ ἁμαρτήματα περικυλίσει, μάλιστα τῆς Σελήνης μαρτυρούσης αὐτοῖς ἢ ὑπ’ αὐτῶν μαρτυρουμένης. Ἀφροδίτη ἐν τῷ δυτικῷ ζῳδίῳ μετὰ Κρόνου ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ ἀγεννέσι γάμοις ἐπιμίξει ἢ καὶ ἐπ’ αὐτοῖς πένθη ποιήσει. καθόλου ὅσοι
25Ἀφροδίτην ἔχουσι σὺν Κρόνῳ ἢ καὶ οἰκοδεσποτοῦσαν αὐτοῦ ἢ καθυπερτεροῦσαν καὶ τὸν Δία τούτοις μαρτυροῦντα, πρεσβυτέραις ἐπιπλακήσονται ἢ καὶ ὑπερεχούσαις· ἐὰν δὲ γυναικὸς ᾖ, τὸ αὐτό. Σελήνη καὶ Ἀφροδίτη ὁμόκεντροι ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπι‐ πλέκονται μάλιστα Διὸς καὶ Ἄρεως ἐπιμαρτυρούντων. Σελήνη
30καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ζηλοτύπους ποιοῦσιν· Ἄρεως δὲ ἐπιμαρτυρήσαντος μείζων ἡ ἐπίτασις. Σελήνη Ἀφρο‐ δίτῃ τρίγωνος ἐν ἰδίῳ οἴκῳ ἢ τετράγωνος, μάλιστα ἐπίκεντροι, συγγενικοὺς δίδωσι γάμους, καὶ μᾶλλον Ἄρεως καὶ Διὸς μαρτυρη‐
σάντων. Ἥλιος ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι μετὰ Διὸς καὶ Ἀφρο‐115

116

δίτης συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ πατρός· Ἀφροδίτη ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι Διὸς [καὶ Ἀφροδίτης] ὁρίοις σὺν Ἑρμῇ καὶ Σελήνῃ συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ μητρός. Ἀφροδίτη ἐν τῷ ὑπογείῳ κέντρῳ τυχοῦσα μετὰ Σελήνης ἢ καὶ εἰ διαμετρήσωσιν
5ἀλλήλας ἢ καὶ ἀντιμεσουρανήσωσιν, ἀδελφικοῖς ἢ συγγενικοῖς ζευ‐ γνύουσι προσώποις. πάντοτε Κρόνος Ἀφροδίτην ἐπιδεκατεύων ἢ εἰ διαμετρήσει ἢ εἰ σὺν αὐτῇ τύχῃ ἢ οἰκοδεσποτεῖ αὐτῆς, ψύξει τοὺς γάμους ἢ ῥυπαίνει, καὶ μᾶλλον Ἑρμοῦ μαρτυροῦντος. Κρόνος καὶ Ἀφροδίτη ἐν τῇ ἐπαναφορᾷ ἢ ἐπὶ κέντρῳ αὐτῇ μαρτυρῶν
10ποιεῖ αἰσχροὺς καὶ καταφερεῖς καὶ νεωτερίζοντας καὶ ἀναξίαις ἢ δούλαις ἐπιπλεκομένους, ὧν χάριν χειμασθήσονται, ἐὰν μή τις μεσεμβολῶν διακόψῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρῇ, πολλὰ καὶ τῶν ἀτακτημάτων κρυβήσεται καὶ οὐκ ἔσται αἰσχρά· ἐπιμιγήσονται γὰρ καὶ ὑπερεχούσαις γυναιξὶ καὶ ταῖς τῶν γνωρί‐
15μων καὶ οὐ πολυτεκνήσουσιν αἵ τε συνερχόμεναι αὐτοῖς στειρω‐ θήσονται ἢ καὶ βραδέως συλλήψονται καὶ συλλαβοῦσαι διαφθεί‐ ρουσι· τὰ δ’ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως νοείσθω. Ἐὰν Κρόνος τῇ Ἀφροδίτῃ συμμαρτυρῇ ἢ ὁρίοις αὐτῆς ᾖ, αὐτὴ δὲ ἡ Ἀφροδίτῃ σὺν Διὶ καὶ Ἄρεϊ σχηματισθῇ, προκοπὴ μὲν ἔσται
20διὰ τέκνου ἢ θηλυκοῦ προσώπου καὶ ὄψεται εὐτυχίας, τὸ δὲ τέλος διαμαρτήσει, ἐὰν μὴ ἐν ἰδίοις τύχωσιν οἴκοις ἢ ὑψώμασι χρημα‐ τίζοντες. ἐὰν ὑπὸ Διὸς Σελήνη ἀκτινοβοληθῇ ἢ συσχηματίζηται αὐτῷ, ὁ δὲ Κρόνος αὐτῇ σὺν τῷ Διὶ μαρτυρῇ, ἀναξίᾳ γυναικὶ καὶ ἀργυρωνήτῳ συνοικήσει· τὸ γὰρ ἀξίωμα ὁ Κρόνος βλάπτει. ἐὰν
25δὲ ἐπὶ τούτου τοῦ σχήματος ἡ Ἀφροδίτη ἐν ὑψώματι ὑπάρχῃ ὑπὸ Διὸς μαρτυρουμένη, διὰ ταύτην ἐν προβιβασμοῖς καὶ ὑπάρξει γνωσθήσεται παρὰ μεγάλοις ἀνδράσιν. ἐὰν δὲ καὶ Ἑρμῆς σχημα‐ τίζηται ἐπὶ τοῦδε τοῦ διαθέματος, πρακτικοὶ μὲν ἔσονται καὶ εὐεπίβολοι καὶ φρόνιμοι καὶ ἐπαφρόδιτοι, πολύκοιτοι δὲ καὶ ἐπὶ
30πολὺ ἀστατοῦντες περὶ τοὺς γάμους. καθόλου δὲ Ζεὺς Ἀφροδίτην ἐπιθεωρῶν ἢ καὶ οἰκειούμενος αὐτῇ ἢ καὶ κατὰ μοῖραν σύμφωνος αὐτῇ εὐσυναλλάκτους ποιήσει καὶ ἀπὸ γυναικῶν ὠφελουμένους τάς τε γυναῖκας ἀπὸ ἀνδρῶν· κἂν κεκακωμένη ᾖ, ἐπικουρεῖται ὡς μὴ πάντα διασφάλλεσθαι.
35Ἀφροδίτη ἐπίκεντρος οὖσα τῷ ὡροσκόπῳ μάλιστα ἢ τῷ με‐
σουρανήματι καὶ μὴ κεκακωμένη ὑπὸ Κρόνου εὐγάμους ποιεῖ, ὑπὸ116

117

Διὸς δὲ μαρτυρουμένη ἀντέχει ταῖς κακώσεσιν εἰς τὸ μὴ σφάλλε‐ σθαι, συμπαθείας ποιοῦσα καὶ γάμους. κακοδαιμονοῦσα Ἀφρο‐ δίτη ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἐπιδεκατευομένη ὑπὸ Διὸς ἢ τρί‐ γωνος θεωρουμένη γάμον μὲν ἀγαθὸν δίδωσι, λυπήσει δὲ ἐπὶ
5θανάτῳ γυναικὸς ἀγαθῆς. ἐὰν Ἀφροδίτη καὶ Κρόνος κακοδαιμονῇ τοῦ Διὸς μὴ ἐπιβλέποντος, δύσγαμοι ἢ χῆροι γίνονται ἐν ἀπο‐ λείψει καὶ θανάτοις τρυχόμενοι. ἐὰν δὲ τούτῳ τῷ σχήματι, τουτ‐ έστι κακοδαιμονούσῃ Ἀφροδίτῃ καὶ ἀκαταμαρτυρήτῳ ὑπὸ Διὸς φθοροποιὸς αὐτῇ ἐπιμαρτυρῇ οἷον Ἄρης, κατάμοιχοι γίνονται ἢ
10ἔνοχοι μοιχείας, ἀνέραστοι ῥυπαροὶ καὶ διὰ ταῦτα εἰς περιστάσεις ἀγόμενοι. πάντοτε δὲ τῇ Ἀφροδίτῃ συμπαρόντες ἢ διαμετροῦν‐ τες αὐτὴν χωρισμοὺς συμβίων ἢ θανάτους ποιήσουσιν ἢ καὶ συμ‐ βιώσεις ἐπιλύπους καὶ πολὺ μᾶλλον, ἐὰν καὶ τὴν Σελήνην συγ‐ κακώσωσι.
15 Σελήνη δεδυκυῖα ὑπὸ τὰς αὐγὰς οὐκ ἀγαθὴ εἰς γάμον. Ἄρης μετὰ Ἑρμοῦ κείμενος μοιχείας καὶ πορνείας καὶ λαγνείας ποιεῖ· κἂν τροπικὸν ἢ δίσωμον τὸ ζῴδιον, ἔτι μᾶλλον ποιεῖ· πυκνότερον γὰρ ἁμαρτάνουσιν, ὀφθαλμοβόλοι γὰρ γίνονται καὶ οὐκ ἐπιτευ‐ κτικοί· ἔσθ’ ὅτε δὲ καὶ ὁμοιοτρόποις ἐπιμίγνυνται καὶ δεινὰ ἀπ’
20αὐτῶν πάσχουσιν, ὅσα καὶ διῴκησαν· πολὺ δὲ μᾶλλον, ἐὰν τούτοις Ἑρμῆς μαρτυρήσῃ. τὰ δ’ αὐτὰ ἐπὶ θηλυκῆς γενέσεως γίνονται. ἐὰν δὲ καὶ Κρόνος ἐπιμαρτυρήσῃ, ἔτι πλεῖον· εὐποιήσαντες γὰρ αὐτὰς ἀχαριστοῦνται, ὥστε καὶ ἐπιβουλεύειν ὡς ἀχαριστηθέντας, ἢ τὰς γυναῖκας τοῖς ἀνδράσιν.
25 Ἐὰν δὲ καὶ δεδυκότες ὦσιν ὑπὸ τὰς αὐγὰς Ἄρης καὶ Ἀφρο‐ δίτη, λαθριμαῖοι μοιχεῖαι γενήσονται καὶ κρυπτὰ ἁμαρτήματα· ἐὰν δὲ καὶ ἀνατολικοὶ τύχωσιν ἢ ἐπίκεντροι, φανερώτερον· ἐὰν δὲ καὶ Ἑρμῆς ἀνατολικὸς συμπαρῇ αὐτοῖς, μᾶλλον ἔσται μοιχεία ἐπι‐ κίνδυνος καὶ διαβολή. καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρῇ, ῥύεται· εἰ
30δὲ μή, συσχεθήσεται ἢ συναιρεθήσεται, ἐὰν τοῦτον ἔχῃ τὸν τρό‐ πον τοῦ θανάτου· εἰ δὲ μή, ἀναλώσας πολλὰ σωθήσεται. ὅσοις δ’ ἂν συμβῇ κεῖσθαι τὴν Ἀφροδίτην κακῶς καὶ Ἄρεα κακοδαι‐ μονοῦντα καὶ παρ’ αἵρεσιν χρηματίζωσιν ἢ ἐν τῷ δύνοντι ζῳδίῳ τύχωσιν ἢ καὶ συναιρετιστοῦ οἴκῳ, χεῖρον ἔσονται φθοραὶ καὶ
35μοιχεῖαι ἐπικίνδυνοι, ἔσονται δὲ καὶ φθονικαὶ κατακρίσεις· ὁμοίως
δὲ καὶ διαμετροῦντες ἀλλήλους ποιοῦσι τὰ προγεγραμμένα, ἐπι‐117

118

τατικώτερον δὲ εἰς χωρισμοὺς καὶ ἀηδίας καὶ ζηλοτυπίας καὶ ὀρ‐ γὰς καὶ μᾶλλον ἐπιβουλὰς καὶ κινδύνους μεταλαμβάνουσι. διὰ δὲ τὸ τὸν Ἑρμῆν αὐτοῖς μαρτυρεῖν τὰ νεωτερικὰ ἐπακολουθεῖ ἁμαρ‐ τήματα, προσέτι δὲ καὶ εἰς δουλικὰ πρόσωπα καὶ παῖδας ἐμπλέ‐
5κονται, πολυκοιτοῦσι δὲ καὶ μοιχαίνουσι καὶ καταφημίζονται, ὑπο‐ φθοραί τε ὑπὸ φίλων καὶ δούλων καὶ ἐχθρῶν καὶ στάσεις γίνονται καὶ φαρμακεῖαι. Ζεὺς δὲ συνὼν ἢ μαρτυρῶν μετὰ ἀφροδισίας τὰ προγεγραμμένα ἐπιτελεῖ λεληθότως καὶ ἐπὶ μείζονα προβιβάζονται ὕπαρξιν, μάλιστα ἐὰν ἀνατολικὸς ᾖ ἢ ἐπίκεντρος.
10 Ὅταν Ἄρης Ἀφροδίτῃ ἐπιμαρτυρῇ συμφώνως αὐτῇ, ἐκ μοι‐ χείας συνέρχονται. ὅταν Ἀφροδίτῃ ἀνατολικῇ Ἑρμῆς ἐπιμαρτυρῇ Κρόνου μὴ κοινωνήσαντος μηδὲ τῷ οἰκοδεσπότῃ, παρθένοις καὶ νεωτέραις ζεύγνυνται· κἂν Ἄρης ἐπιβλέπῃ, μᾶλλον· κἂν Ζεύς, ἀξιωματικώτερον. καθόλου δὲ πάντως αὐτῇ 〈συσχηματιζόμενοσ〉
15Ἑρμῆς ἐγκυλίει καὶ συμπλέκει νεωτέραις καὶ ὑποτεταγμέναις *** καὶ οἱ ἄνδρες καὶ γυναῖκες τῇ αὐτῇ γενέσει. ὁ δὲ Ἄρης ἐάν τε ὁμόσε αὐτῇ τύχῃ ἐάν τε τετράγωνος, μοιχοὺς λάγνους ἀναξίων ἐγ‐ κυλισμοὺς ψόγους χωρισμοὺς θανάτους συμβίων ποιεῖ· χεῖρον, ἐὰν διάμετρος ὁ Κρόνος, εἰς πρεσβυτέρας ἢ εἰς στειρώδη συνάπτει
20πρόσωπα· ὁ δὲ Ζεὺς ἀξιωματικὰ πρόσωπα. εἰ δὲ τῷ τοῦ Διὸς σὺν τῇ Ἀφροδίτῃ κειμένῳ καὶ ὁ τοῦ Κρόνου σχηματισθῇ, ὑπερ‐ εχούσαις γυναιξὶ ἢ δεσπότισι μίσγονται, τὸ δ’ ὅμοιον καὶ ἐπὶ γυναικῶν· πρὸς ἐπὶ τούτοις δὲ καὶ † ὑστέρως καὶ ὀψίγαμοι καὶ ἐγκρατεῖς γίνονται καὶ σώφρονες, ὅταν ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ
25Ἑρμοῦ ἀλλοτριωθῶσι τῆς Ἀφροδίτης. ἐὰν δὲ Κρόνος καὶ Ζεὺς συνῇ ἢ τρίγωνοι αὐτῇ μαρτυρῶσι, βεβαιότερα. ὅσοι Ἀφροδίτην ἑῷαν ἀνατολικὴν ἔχουσιν ἐπὶ ἀρρενικῆς γενέσεως, ἐπιτακτικοὶ γί‐ νονται γυναικῶν· ὅσοι δὲ ὑπὸ τὰς αὐγάς, ὑποτάσσονται· τὸ ἀνά‐ παλιν ἐπὶ θηλυκῶν.
30 Τὸν δὲ γαμικὸν κλῆρον οὕτως ψήφιζε· 〈ἐφ’〉 ἡμερινῆς γενέ‐ σεως ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην, νυκτερινῆς δὲ τὸ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου. ὁ οὖν διάμετρος τόπος τοῦ κλήρου μοιχείας δηλωτικὸς ἔσται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἐπὶ τοῦ διαμέτρου εὑρεθῇ καὶ ὁ τοῦ τῆς μοιχείας κλήρου ἐν τῷ γα‐
35μικῷ, προσμοιχεύσουσι καὶ ὕστερον συναλλάσσουσι καὶ συναλλά‐118

119

ξαντες χωρίζονται καὶ πάλιν κατὰ μοιχείαν συνελεύσονται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἔχῃ ἑῷαν ἀνατολήν, ἀπὸ πρώτης ἡλι‐ κίας μίγνυνται γάμοις. ἐὰν δ’ ἑσπερίαν, ὀψιγαμοῦσιν· ἐὰν δὲ δυτικὸς ᾖ χρηματίζων, ζηλοτύπως τοῖς γάμοις ἢ ἀσυννόμως ἐπι‐
5πλέκονται. ὁ μὲν κύριος τοῦ γάμου δίδωσι τὸν πρῶτον γάμον, οἱ δὲ συμφωνήσαντες τῷ γαμοστόλῳ ἢ τῷ κυρίῳ αὐτοῦ ἀγαθο‐ ποιοὶ δώσουσι καὶ αὐτοὶ γάμους, καὶ μᾶλλον, εἰ καὶ διφυῆ ᾖ τὰ ζῴδια τῶν μαρτυρούντων ἢ καὶ αὐτὸς ὁ γαμοστολικός. 〈ληʹ.〉 Ἄλλως περὶ γάμου μετὰ ὑποδείγματος.
10 Ἀνδράσι μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἀφροδίτην, γυναιξὶ δὲ ἀπὸ Σε‐ λήνης ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ἀμφοτέρων γὰρ τῶν φώτων εἰσὶ φθορεῖς Ἀφροδίτη καὶ Ἄρης διὰ τὸ τὸν μὲν Ἥλιον ὑψούμενον ἐν Κριῷ ἐν τῷ Ζυγῷ φθείρεσθαι καὶ μείωσιν ποιεῖ‐ σθαι τῆς ἡμέρας, τὴν δὲ Σελήνην ὑψουμένην ἐν Ταύρῳ ἐν τῷ
15Σκορπίῳ ταπεινοῦσθαι καὶ ἀφαίρεσιν τοῦ φωτὸς κοσμικῶς ποιεῖ‐ σθαι. ἔσται οὖν ἡ μὲν Ἀφροδίτη τῶν ἀνδρῶν γαμοστόλος, ὁ δὲ Ἄρης τῶν γυναικῶν καθολικῶς· ὅθεν ἐπὶ μὲν τῶν ἀνδρῶν τὸν περὶ γάμου τόπον δεῖ συμφωνεῖν τῷ δαίμονι, ἐπὶ δὲ γυναικῶν τῷ κλήρῳ τῆς τύχης διὰ τὴν ἀλληλουχίαν καὶ συνέλευσιν Ἡλίου καὶ
20Σελήνης· οὕτως γὰρ συμπαθὴς καὶ παράνομος ὁ γάμος κριθήσε‐ ται. ἐὰν οὖν τῷ γαμοστολικῷ τόπῳ πολλοὶ ἀστέρες ἐπῶσιν ἢ μαρτυρῶσιν, ἔσται πολυγαμία· καὶ ἐὰν μὲν σὺν τῇ Σελήνῃ πλέκων‐ ται οἱ ἀστέρες Διὸς μαρτυροῦντος, νόμῳ συνελεύσονται· ἐὰν δὲ Κρόνου, θανάτῳ χωρισθήσονται· ἐὰν δὲ Ἑρμοῦ χωρὶς τοῦ Διός,
25ἐπὶ δούλαις ψογηθήσονται. ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Κρόνῳ, νό‐ μιμος γάμος ἀναδειχθήσεται ἢ καί τινας ἐξευγενίσουσιν· ἐὰν δέ πως τῇ Ἀφροδίτῃ προσπλέκωνται ἢ λόγον ἔχωσιν, ἀπὸ συνηθείας ὁ γάμος ἔσται· καὶ ἐὰν μὲν Ζεὺς μαρτυρήσῃ, καὶ νόμιμος ἔσται καὶ ἐπωφελὴς καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ τοῦ Διὸς ἀπόντος
30Κρόνος Ἑρμῆς Ἄρης μαρτυρῶσι, κοιναῖς καὶ ἀποτέκναις συνελεύ‐ σονται ἢ ἐπαίσχροις καὶ λελωβημέναις. τῇ δὲ Ἀφροδίτῃ ἡ Σελήνῃ ἐὰν προσγένηται, τὸ ἑταιρικὸν καὶ λάγνον ἐπακολουθήσει καὶ ζη‐
λοτυπίαι καὶ στάσεις γενήσονται καὶ εὐυπόκριτος ἡ συμβίωσις.119

120

ἐὰν δὲ Ἥλιος τοῦ γαμοστόλου κυριεύσῃ καὶ καλῶς σχηματισθῇ, τῇ δὲ Σελήνῃ συμπλακῇ ὁ τοῦ Διός, νομίμως συνελεύσονται καὶ βέβαιος ἢ ἔνδοξος ὁ γάμος γενήσεται. ἐὰν δέ πως ἡ Σελήνη ὑπὸ Κρόνου θεωρηθῇ, ἐξ ὀρφανίας ὁ γάμος ἔσται ἢ ὑπὸ ἐπιτρόπων·
5ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ Ἄρης ὁμόσε τύχωσιν ἢ τῇ Σελήνῃ προσπλέκωνται, προεσκυλμέναις ἢ ἀπὸ συνηθείας συνελεύσονται. ἐὰν δέ πως ἡ Σελήνη ἢ Ἀφροδίτη τῷ Διὶ ἢ τῷ Ἡλίῳ συσχημα‐ τίσωνται τῶν λοιπῶν ἀπόντων, μονόγαμοι γίνονται. Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον
10τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι δια‐ μετρήσωσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώ‐
15ματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενή‐ σονται, ἔσθ’ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυ‐ ρήσει, θανάτῳ 〈ὁ〉 χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυ‐
20ρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυ‐ ρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ
25Σελήνῃ συσχηματίζηται καὶ Κρόνος μαρτυρῇ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκο‐ δεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελ‐ φαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυ‐
30ρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χω‐ ρισμοὶ 〈ἢ〉 δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἥλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς
35μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη
τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψο‐120

121

γισθήσεται. ἐὰν δὲ ὁ γαμοστόλος γένηται πρὸς Κρόνον καὶ αὐτὸς κυριεύσῃ τοῦ δαίμονος ἢ Ἄρης, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Κρόνος οἰκοδεσποτῇ τοῦ δαίμονος, τὸν 〈δὲ〉 περὶ γάμου τόπον λάχῃ Ἀφρο‐ δίτη καὶ εὑρεθῇ σὺν Ἑρμῇ ὑπὸ Ἄρεως μαρτυρουμένη, στείρᾳ ἢ
5ἐπιψόγῳ συνελεύσεται. ξέναις δὲ συνέρχονται ἢ ἀλλοφύλοις ἢ ἐπὶ ξένης τὸν γάμον ἀναδέχονται, ἐπὰν ὁ γαμοστόλος ἔκκεντρος τύχῃ ἢ τοῦ δαίμονος ἀπόστροφος· ποταπαῖς δέ, ἡ τῶν ζῳδίων καὶ ἀστέρων φύσις δηλώσει. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν γυναικῶν σκοπεῖν δεήσει τὸν κλῆρον
10τῆς τύχης καὶ τὸν γαμοστόλον ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ συγ‐ κρίνειν ταῦτα. ἐὰν γάρ πως ἡ Σελήνη κυριεύσῃ τοῦ κλήρου, ὁ δὲ Ἑρμῆς τοῦ γαμοστόλου καὶ συμπαρῇ τῇ Σελήνῃ ἢ ἐπιμαρτυρήσῃ, δούλῳ συνελεύσεται ἢ ἀπελευθέρῳ· ἐὰν δέ πως καὶ ὁ Ζεὺς ἐπι‐ μαρτυρήσῃ, [καὶ] νόμιμος ἔσται· ἐὰν δὲ τούτων οὕτως ἐχόντων ὁ
15τοῦ Διὸς τὸν περὶ τέκνων τόπον ἔχῃ καὶ συνεπιμαρτυρήσῃ Κρόνος, τέκνῳ συνελεύσεται ἢ νεωτέρῳ τέκνου τάξιν ἐπέχοντι. ἐὰν δὲ Κρόνου γένηται ὁ περὶ τέκνου τόπος καὶ αὐτὴ ἡ Σελήνη Κρόνῳ συνέλθῃ, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Σελήνη οἰκοδεσποτῇ, ὁ δὲ Κρόνος γαμοστολῇ καὶ συμπαρῇ ἢ μαρτυρῇ τῇ Σελήνῃ, συνελεύ‐
20σεται μὲν ἀνδρί, μισήσει δὲ αὐτὸν καὶ ἀστάτως τὸν βίον διάξει. ἐὰν δὲ Σελήνη τοῦ κλήρου κυριεύσῃ, τοῦ δὲ γαμοστόλου Ἄρης καὶ μαρτυρῶσιν ἀλλήλοις, βέβαιος ἔσται ὁ γάμος ἢ δι’ ἁρπαγῆς ἢ πολέμου καὶ αἰχμαλωσίας· καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ἐξ ὑστέρου γενήσεται. ἐὰν διάμετρος τύχῃ τῆς Σελήνης
25Ἄρης ὑπὸ Κρόνου μαρτυρούμενος καὶ Ἡλίου, κατηγορηθεὶς μαλα‐ κὸς ἔσται. ἐὰν δέ πως ἐπὶ θηλυκῶν Ἀφροδίτη κυριεύσῃ τοῦ κλή‐ ρου, ταύτῃ δὲ συμπαρῇ ὁ Ἥλιος τὸν γαμοστόλον καὶ πατρικὸν κλῆρον κεκληρωμένος Κρόνου μαρτυροῦντος, πατράσι συνελεύσεται. ἐὰν δὲ κυριεύσῃ ὁ Ἥλιος τοῦ πατρικοῦ τόπου, συνελεύσεται πρεσ‐
30βυτέρῳ πατρὸς τάξιν ἔχοντι. ἐὰν δὲ ἡ Ἀφροδίτη οἰκοδεσποτῇ, ὁ δὲ Ἑρμῆς τὸν περὶ γάμου τόπον ἔχῃ, Κρόνος δὲ τούτοις ἐπιμαρ‐ τυρήσῃ, πολύκοινοι γίνονται ἢ ἐπὶ τέγαις σταθήσονται. καὶ ἐὰν μὲν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ, περικτήσονται καὶ προσφιλεῖς γενήσονται· ἐὰν δὲ ὁ Ζεὺς ἀπῇ, αἰσχρῶς καὶ κακοπαθῶς διάξουσιν.
35ἐὰν δὲ Ἀφροδίτη Ἰχθύσιν ἢ Αἰγόκερῳ εὑρεθῇ τοῦ σχήματος τοι‐
ούτου ὄντος, καὶ αἰσχροποιήσουσιν. ἐὰν Ἄρης κληρώσηται τὸν121

122

δαίμονα, Σελήνη δὲ τὸν γαμοστόλον, ἁρπαγμὸς ὁ γάμος ἔσται· κἂν διάμετρος εὑρεθῇ μαρτυρούμενος ὑπὸ Κρόνου ἢ Ἡλίου, κατη‐ γορηθεὶς ἁλώσεται. ἐὰν Ἀφροδίτη τοῦ γαμοστόλου ᾖ κυρία, ὁ δὲ τοῦ Ἄρεως τοῦ κλήρου τῆς τύχης, ἀπὸ συνηθείας ὁ γάμος. ἐὰν
5δὲ καὶ Κρόνος καὶ Ἑρμῆς μαρτυρήσῃ Διὸς ἀπόντος, μοιχείας κρι‐ θήσεται. καὶ τὰ λοιπὰ δὲ σχήματα, ὅσα καὶ ἐπὶ τῶν ἀνδρῶν εἴ‐ ρηται, δεῖ καὶ ἐπὶ τῶν γυναικῶν φυλάσσειν· εἰ γὰρ καὶ ποικίλως δοκεῖ τετάχθαι, σαφέστερα μέντοι γε τοῖς ἐντυγχάνουσι γενήσεται. 〈λθʹ〉. Περὶ τεκνώσεως ἢ ἀτεκνίας.
10 Ὁ περὶ τέκνων τόπος [ὃς] λαμβάνεται ἀπὸ Ἑρμοῦ καὶ ὃς *** σκεπτέος. κακωθέντες μὲν οὖν ὑπὸ Κρόνου καὶ Ἄρεως ἀτεκνίας εἰσὶν αἴτιοι ἢ ἀναιρέσεως τέκνων, ὑπὸ δὲ Διὸς βοηθούμενοι εὐ‐ τεκνίας εἰσὶν αἴτιοι. σκεπτέον οὖν καὶ τὸν κληρικὸν οἰκοδεσπότην τῶν τέκνων, ὃς οὕτως εὑρίσκεται. περὶ μὲν ἀρρενικῶν ἀπὸ Διὸς
15ἐπὶ Ἑρμῆν, περὶ δὲ θηλυκῶν ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ τοίνυν κύριος τοῦ περὶ τέκνων μαρτυρούμενος ὑπὸ φθοροποιοῦ ἀναιρεῖ τέκνα, ὑπὸ δὲ τῶν διδόντων τὰ τέκνα εὐτεκνίας ἐστὶ δηλωτικός. Πετόσιρις δέ, ὅταν Ζεὺς καὶ Ἀφρο‐ δίτη καὶ Ἑρμῆς μὴ κακωθῶσιν, εὐτεκνίας δηλωτικοί· ὅταν δὲ
20ἐναλλάξ, θρήνους καὶ θανάτους περὶ τέκνα ποιοῦσιν. ὅσοι τοῖς διδοῦσι τὰ τέκνα μαρτυροῦσιν ἀπὸ δισώμων ζῳδίων ἢ καὶ αὐτοὶ ἐν δισώμοις εἴησαν, διπλασιάζεται ὁ ἀριθμός. οἱ θηλυκοὶ ἀστέρες τῷ τεκνοδότῃ μαρτυροῦντες θηλυκὰ διδοῦσιν, οἱ ἄρρενες ἄρρενα. ἐπὶ ἀρσενικῆς γενέσεως, ἐὰν ὁ τοῦ Διὸς τύχῃ μετὰ Ἄρεως οἰκο‐
25δεσποτῶν ἢ οἰκοδεσποτούμενος ὑπὸ Ἄρεως καὶ ὁ τοῦ Κρόνου μαρτυρῇ τῇ Ἀφροδίτῃ ἢ οἴκῳ αὐτῆς εἴη, ἀτεκνίας δοτικὸν τὸ σχῆμα καὶ τὰ γενόμενα ἀποβαλοῦσιν. ἐπὶ δὲ θηλυκῆς γενέσεως, ἐὰν Σελήνη ἐν Ἑρμοῦ τόποις τύχῃ, ἡ δὲ Ἀφροδίτη ἐν ἀρρενικῷ ζῳδίῳ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ οἰκοδεσποτηθῇ, ἄτεκνοι γίνονται
30ἢ τὰ γεννώμενα διαφθείρουσιν. ἐὰν Ζεὺς βλέπῃ τὴν Σελήνην ἢ τὴν Ἀφροδίτην, Σελήνη δὲ ἐν Ἑρμοῦ τόποις 〈ᾖ〉, Κρόνος δὲ δια‐
μετρῇ ἢ μεσουρανῇ, Ἄρης δὲ ἐπιμαρτυρῇ Κρόνῳ, αὗται μονοτο‐122

123

κοῦσιν ἢ στειροῦνται. Ἀφροδίτη ἐπιμαρτυρουμένη ὑπὸ Διός, κα‐ κωθεῖσα δὲ ὑπὸ Κρόνου δυσκόλως κἂν ἑνὸς δίδωσι παιδοποίησιν· εἰ δὲ καὶ συγκακωθῇ ἡ Σελήνη, παντελῶς ἄπαιδες γίνονται. Κρό‐ νος Ἄρης μεσουρανοῦντες ἢ ἀντιμεσουρανοῦντες ἀτέκνους ποι‐
5οῦσιν, εἰ μή πως ὑπὸ ἀγαθοποιοῦ μαρτυρηθῶσι. 〈μʹ.〉 Περὶ ἀδελφῶν. Ἥλιος ὡροσκοπῶν ποιεῖ ὀλιγαδέλφους ἢ σπαναδέλφους· Κρό‐ νος ἐπίκεντρος δύνων ποιεῖ σπαναδέλφους ἢ ὀλιγαδέλφους· Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἐπίκεντροι δοτῆρες εἰσὶν ἀδελφῶν·
10Κρόνος δὲ ἐναντιωθεὶς ἀνελεῖ πρεσβύτερον. Κρόνος μετὰ Ἄρεως τυχὼν ὀλεθρεύει ἀδελφοὺς ἢ ἀσθενικοὺς ποιεῖ. τῷ τρίτῳ τόπῳ τοῦ ὡροσκόπου, ὅς ἐστι περὶ ἀδελφῶν, οἰκειουμένη μὲν Ἀφροδίτη καὶ Σελήνη ἀδελφὰς δώσουσι, καὶ μάλιστα ἐὰν θηλυκὸν ᾖ τὸ ζῴ‐ διον. ἐὰν δὲ Ἥλιος Ζεὺς Ἑρμῆς ἐν ἀρρενικῷ ζῳδίῳ τύχωσιν, ἄρ‐
15ρενας διδοῦσιν. οἱ δὲ φθοροποιοὶ τὸν περὶ ἀδελφῶν τόπον μαρ‐ τυρήσαντες, εἰ μὲν ᾖ κακῶς κείμενος, τοὺς γενομένους ἀδελφοὺς ἀνελοῦσιν ἢ καὶ ἀναδέλφους ποιοῦσιν ἢ ὀλιγαδέλφους· οἱ ἀγαθο‐ ποιοὶ τῷ περὶ ἀδελφῶν τόπῳ μαρτυροῦντες οὐ μόνον διδόασιν ἀδελφούς, ἀλλὰ καὶ ἐπ’ ἀγαθῷ ποιοῦσιν. ὁ τοῦ Ἄρεως χρημα‐
20τίζων τῷ περὶ ἀδελφῶν καὶ καλῶς κείμενος μάλιστα ὑπὸ ἀγαθο‐ ποιοῦ μαρτυρούμενος καὶ μάλιστα τὴν Σελήνην ἐπιβλέπων ἀδελ‐ φοδότης γίνεται. τινὲς δὲ κληρικῶς λαμβάνουσι τὸν περὶ ἀδελφῶν τόπον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Δία, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.
25〈μαʹ.〉 Περὶ βιαιοθανάτων μεθ’ ὑποδείγματος. Ἡ δὲ ἀντιζυγία Ἡλίου καὶ Σελήνης οὐκ ἀεὶ χαλεπή· ἐπὰν δὲ κακοποιὸς ἐπιὼν τὴν φάσιν ἐπίδῃ ἢ καὶ λόγον αὐτῶν ἐχόντων ἀκτινοβοληθῇ, τότε χαλεπὴ καθίσταται. ὅθεν καὶ αἱ πανευδαί‐
μονες γενέσεις οὐ μέχρι τέλους τὸ εὐτυχὲς ἐκληρώσαντο, ἀλλὰ περί123

124

τινα τόπον ἀστέρος οἰκοδεσποτεία παραπεσοῦσα ἢ καὶ ἐναντιω‐ θεῖσα τὸ δυστυχὲς παρέσχεν. ἔδοξεν οὖν τὸν τόπον τοῦτον ἐκ πλήρους συντεταχέναι ὁ Πετόσιρις, εἰ καὶ μυστικῶς ἀποκέκρυφε λέγων. ἀρχὴ τέλος κράτησις τῶν ὅλων διοπτευτηρίων
5ὁ καθ’ ἑκάστην γένεσιν ἀστὴρ οἰκοδεσποτῶν, ὅστις πρόδηλα ποιεῖ τοὺς γεννωμένους οἵτινες ἔσονται τοῦ βίου τε ὑπόστασιν ὁποίαν τινὰ ἕξουσι, τοῖς τρόποις τε ὁποῖοι, σώματος μορφῆς τύπον, ἃ πάντα τούτῳ κατακόλουθα γίνεται. τούτου δ’ ἄνευθεν οὐδέν, οὔτε
10πρᾶξις οὔτε δόξα, προσπάρεστιν οὐδενί. πῶς γὰρ δυνα‐ τὸν περὶ ἕνα ἀστέρα οἰκοδεσποτείας γενομένης ἐν πᾶσιν εὐτυχῆσαι τὴν γένεσιν ἢ τοὐναντίον δυστυχῆσαι; ἀλλὰ καθολικῶς μὲν τῆς ἐξ ἀρχῆς ὑποστάσεως [ὁ] τῶν ἐπισήμων καὶ μέσων καὶ ταπεινῶν γεννῶν ἕτερος εὑρεθήσεται ἢ τῶν λοιπῶν παρέξει δύναμιν, πρὸς
15δὲ τὰ λοιπὰ ἕτερος. εὑρίσκομεν δέ τινας περὶ μὲν τὸν βίον καὶ δόξαν εὐτυχοῦντας καὶ συγκεκοσμημένους τῇ φαντασίᾳ τοῦ δοκοῦν‐ τος οἰκοδεσπότου οἰκείως ἐσχηματισμένου, περὶ δὲ τέκνα καὶ γυ‐ ναῖκας δυστυχοῦντας ἀσελγεῖς τε καὶ ἐπαίσχρους γενομένους καὶ μιαίνοντας τὸν βίον καὶ θρυλλουμένους ὡς ἀναξίους τῆς τοιαύτης
20ὑποστάσεως, τινὰς δὲ καὶ ἐξ ὑστέρου καθαιρουμένους 〈ἢ〉 βιαιο‐ θανατοῦντας. οὐκ ἄρα ἐν πᾶσιν εὐτυχὴς ὁ γεννώμενος οὐδὲ κατὰ ἀκολουθίαν τοῦ οἰκοδεσπότου ταῦτα γέγονεν, ἑτέρα δὲ οἰκοδεσπο‐ τεία κακωθεῖσα ἠμαύρωσε τὴν δόξαν ἐπεισενεγκαμένη πολλὰς αἰ‐ τίας. ἄλλους δὲ ἀπὸ ταπεινῆς καὶ ἀδόξου τύχης καταλαμβάνομεν
25εἰς ἀνυπέρβλητον καὶ δυσέλπιστον ὑπόστασιν χωροῦντας· τινὰς δὲ περὶ μὲν τέκνα καὶ γυναῖκας εὐτυχοῦντας, περὶ δὲ τὸν βίον ἐνδεεῖς· ἄλλους δὲ εὐδαίμονας μὲν περὶ τὴν ὕπαρξιν, ἀδόξους δὲ καὶ ἐπισινεῖς· ἑτέρους δὲ πολυχρονίους μέν, ἐπιμόχθους δὲ καὶ λελωβημένους· τινὰς δὲ πολυκτήμονας μέν, ὀλιγοχρονίους δὲ ἢ
30φθισικοὺς μὴ δυναμένους δὲ τῶν παρόντων μεταλαμβάνειν. ἕτερος οὖν ὁ ζωοδότης ἐγένετο καὶ ἕτερος τῆς ὑπάρξεως καὶ τοῦ θανά‐ του κύριος. Ἀλλ’ ἐρεῖ τις, ὅτι ὁ οἰκοδεσπότης παραπεσὼν ὀλιγοχρόνιον
ἐποίησε· τοιγαροῦν παραπεσὼν οὔτε εὐδαίμονα βίον ὤφειλε με‐124

125

τρῆσαι, οὔτε ὑποτακτικὸν οὔτε ταπεινὸν γεννήσαντα τὸν οἰκοδε‐ σπότην ἐχρῆν λαμπρὸν καὶ ἐπίσημον ἐξ ὑστέρου κατασκευάσαι, οὐδὲ τὸν καλῶς ἀχθέντα μηδεμιᾷ κακουργίᾳ συμφύραντα βιοθά‐ νατον ἢ κατάδικον *** ὅλως σχηματισθείς· ἀλλ’ ἥττονα μὲν
5γεννᾷ ὁ παραπεσών, ὁ δὲ τῆς δόξης καὶ τοῦ βίου κύριος ἐπίκεν‐ τρος εὑρεθεὶς καὶ παραλαβὼν τοὺς χρόνους λαμπρὸν κατασκευάσει. οὕτω καὶ ὁ τὸν εὐδαίμονα γεννήσας καὶ ἐπίκεντρος εὑρεθεὶς ἢ ἐν χρηματιστικοῖς τόποις διαφυλάσσει ἕως τῶν ἰδίων χρόνων, καθυ‐ περτερηθεὶς δὲ ἢ διαμετρηθεὶς ὑπὸ τοῦ τὸ πάθος ἢ τὸ σίνος ἢ
10ἑτέραν τινὰ κακωτικὴν αἰτίαν μερίζοντος καὶ ἀντιπαραχωρήσας ἐξασθενήσει τῆς ἰδίας δυνάμεως. καὶ ἕτερα δὲ πλεῖστα ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐξαίρετα εἴωθε γίνεσθαι, ἅτινα οὐ διὰ μιᾶς οἰκοδεσποτείας οὐδὲ πραγματείας συνίσταται, ἀλλὰ διὰ πολλῶν. Ἐὰν οὖν τις ἀκριβῶς διεξιχνεύσῃ τοὺς τόπους καὶ τὰς οἰκο‐
15δεσποτείας, εὐκατάληπτον ἕξει περὶ ὃ εὐτυχεῖ μέρος ἡ γένεσις καὶ περὶ ὃ δυστυχεῖ. ὅσοι οὖν λόγον ἔχοντες ἀστέρες ἤτοι περὶ βίον ἢ ζωὴν ἢ σίνος ἢ πάθος ἢ πρᾶξιν ἢ καὶ περὶ τὰ λοιπὰ ἐπὶ ἑνὸς κακωθῶσι, περὶ ἐκεῖνο τὸ εἶδος καταβλάπτουσι τὴν γένεσιν. μᾶλ‐ λον μὲν οὖν εὑρίσκομεν 〈τὸν〉 συγγραφέα μὴ χρώμενον μιᾷ δυνά‐
20μεως οἰκοδεσποτείᾳ·† τὸ γὰρ λέγειν· ὁ μὲν γὰρ ἐπέχει πρᾶ‐ ξιν, ὁ δὲ ὕπαρξιν χρόνων, ὁ δὲ μονὴν ἢ μετατροπήν, ὁ δὲ φθίσιν· καί· προκατοπτευόμενος τῆς συνοδικῆς το‐ πογραφίας ἢ πανσεληνιακῆς ἀποχωρήσεως, ἐξ ἧσπερ καὶ τὰ ὅλα ἀνήρτηται πρός τε τὰ κέντρα καὶ τὰς τού‐
25των ἐπαναφοράς· καί· σκοπεῖν δὲ δεῖ τὸν ἐναρχόμενον γενεθλιαλογεῖν δύσεως προδύσεως ἐπικαταδύσεως 〈τό‐ πον· ἐν γὰρ τούτοις εὑρίσκεσθαι τὴν πεπρωμένην τελευτήν· καὶ ἄλλα δὲ πολλά. δεῖ οὖν ἕτερον μὲν τόπον περὶ πράξεως λαμβάνειν καὶ δόξης, ἕτερον δὲ περὶ ζωῆς, ἕτερον περὶ
30σίνους καὶ πάθους καὶ θανάτου. οὐκ ἄρα οὖν πάντα ἑνὶ οἰκο‐ δεσπότῃ κατακόλουθα γενήσεται· εὐλόγως οὖν καὶ ἡμεῖς διὰ πολ‐ λῶν δυνάμεων τὰς ἀποδείξεις ποιούμεθα.
Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν ὑστέρῳ διασαφήσομεν καὶ μά‐125

126

λιστα εἰς τὰς τῶν χρόνων διαιρέσεις· νυνὶ δὲ ἐπείγομεν εἰς τὸν περὶ βιαιοθανάτων λόγον. ἐπὰν ὁ κύριος τῆς συνόδου ἢ πανσε‐ λήνου τῆς κατὰ γένεσιν ἀπόστροφος ὢν τοῦ ζῳδίου τύχῃ ἢ καὶ παραπέσῃ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, βιαιοθανάτους προδηλοῖ.
5ὁμοίως δὲ καὶ ἐὰν ὁ Ἑρμῆς τῇ πανσελήνῳ ἐναντιωθῇ ὑπὸ κακο‐ ποιῶν μαρτυρούμενος, αἰτίαν θανάτου κακὴν ἀποτελεῖ. κἂν τῷ τῆς τεσσαρακοσταίας ζῳδίῳ Κρόνος ἢ Ἑρμῆς ἐπῇ, βιαιο‐ θανασίας προδηλοῖ. τὸ δὲ ὅμοιον καὶ ἐπὶ τῆς δύσεως ἢ προδύ‐ σεως κακοποιοὶ τυχόντες βιαιοθανασίας καὶ αἰτίας παθῶν καὶ
10κακοθανασίας ἀποτελοῦσι. τὴν δὲ αὐτὴν δύναμιν καὶ ὁ ὄγδοος τόπος ἀπὸ ὡροσκόπου ἐφέξει πρὸς τὰς αἰτίας τῶν θανάτων, ὁμοίως καὶ ἀπὸ κλήρου τύχης τόπος ηʹ. Σκοπεῖν οὖν δεῖ τὸν κλῆρον καὶ τὸν τούτου κύριον, ἐπὶ ποίων ζῳδίων τυγχάνει· ἐν γὰρ τούτοις αἱ αἰτίαι τοῦ θανάτου προδειχθήσονται, ἐπεὶ καὶ κοσμι‐
15κῶς ἡ Σελήνη, ἥτις ἐστὶν Τύχη, ἐν τῷ Κριῷ Ἡλίῳ συνοδεύουσα ἐν τῷ ηʹ ζῳδίῳ Σκορπίῳ τὴν ἔκλειψιν καὶ ἀφαίρεσιν τοῦ φωτὸς ἐποιήσατο· διὸ καὶ ταπείνωμα αὐτῆς προσηγορεύθη. Συντομωτέραν οὖν τὴν ὑφήγησιν ἐκ τοῦ ζῳδιακοῦ κύκλου προ‐ δείξομεν πρὸς τὸ εὐκατάληπτον εἶναι τὸ λεγόμενον. ὁ Κριὸς
20ἀναιρεῖται ὑπὸ Σκορπίου, ἔστι δὲ ἀμφότερα οἰκητήρια Ἄρεως· ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κα‐ κοῖς, λῃστρικοὺς φονικοὺς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπι‐ φέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους,
25ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἁρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦ‐ ρος ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες 〈ἢ〉 ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπὼν ἢ μαρ‐
30τυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰ‐ τίαν τοῦ θανάτου δηλώσει. —Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, του‐ τέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ
ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες126

127

συσχεθέντες πνιγέντες λῃστῶν ἢ πολεμίων ἐφόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. —Ὁ Καρκίνος ὑπὸ Ὑδρο‐ χόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ δι’ ὑγρῶν ἢ τῶν ἐντὸς ὀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγη‐
5δόσιν, ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμα‐ κείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. —Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός.
10ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ δι’ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετῶν ἢ ἐν βαλα‐ νείοις ἢ διὰ γυναικῶν δόλους. —Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λῃσταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς
15αἰχμαλωσίαις χόλῳ δυναστῶν ἢ 〈διὰ〉 ἀπαγωγῆς ἢ ἀπὸ τετρα‐ πόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις το‐ κετῶν, αἱμαγμοῖς φθοραῖς. —Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς· ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου
20ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλο‐ τομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. — Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας
25μάχης, λῃστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ δι’ ἐξουσίασδιὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. —Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν [καὶ] σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυϊκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις ἢ συμπτώσεων ναυαγιῶν κα‐
30θύγρων τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεως. —Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυ‐ ναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους
πτώσεως. —Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευ‐127

128

τῶσι δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. — Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· δι’ ὑγρῶν ἢ φαρμακο‐ ποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων
5ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας. Καὶ ταῦτα μὲν εἰς τὸν περὶ βιαιοθανάτων λόγον· ἄλλως δὲ προσπαραλαμβάνειν δεήσει τὰς καθ’ ἕκαστον ζῴδιον σινῶν καὶ παθῶν αἰτίας εἰς τὸ εὐσύνοπτον γενέσθαι τὴν τοῦ θανάτου ποιό‐ τητα· ἡ συμπαρουσία δὲ ἢ μαρτυρία ἑνὸς ἑκάστου ἀστέρος συν‐
10επισχύσει ἐκ τῆς ἰδίας φύσεως ἐπεισενεγκεῖν αἰτίαν τῷ θανάτῳ. προσβλέπειν οὖν δεῖ τοὺς τόπους καὶ τοὺς κυρίους, ὅπως εἰσὶ κείμενοι καὶ ὑπὸ τίνων μαρτυροῦνται, ἢ τῶν οἰκείων ἢ ἐναντίων, καὶ οὕτως διακρίνειν· οἱ μὲν γὰρ κακοποιοὶ ἐπόντες τοῖς τόποις ἢ μαρτυροῦντες τοῖς οἰκοδεσπόταις βιαιοθανασίας ἀποτελοῦσιν,
15οἱ δὲ ἀγαθοποιοὶ διὰ προφάσεως ἢ πόνου ἢ σίνους ἢ πάθους ἢ πυρετῶν ἐπιφορᾶς. οἷον ἐπεὶ οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω ἀναι‐ ροῦνται καὶ Ὑδροχόος ὑπὸ τῆς Παρθένου, ὅπερ ἐστὶν Ἑρμῆς ὑπὸ Κρόνου καὶ Κρόνος ὑπὸ Ἑρμοῦ, ἐὰν οὖν οὗτοι ἐπὶ γενέσεως διά‐ μετροι ᾒ τετράγωνοι τύχωσι λόγον ἔχοντες, [καὶ] κακοθανάτους
20ποιοῦσιν ᾒ ὀλιγοχρονίους, ἐπεὶ ὁ ζωοδότης τῷ κυρίῳ τοῦ θανάτου ἠναντιώθη. εἰ δὲ ἄλλως λόγον μὴ ἔχοντες κατοπτεύωσιν ἀνοι‐ κείως ἀλλήλους, ἐναντιώματα καὶ κρίσεις καὶ ἀπαγωγὰς καὶ ἑτέρας αἰτίας ἀπαραμόνους ἐπάγουσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Ἄρεως καὶ Ἑρμοῦ τὸ αὐτὸ σχῆμα νοείσθω. [οὐ] βούλεται οὖν ὁ Παλαιὸς
25διαμέτρους αὐτοὺς εἶναι λέγων· πᾶσα μὲν οὖν ἀντιζυγὴς στάσις ἀνατολῆς τε καὶ δύσεως οὕτινος τῶν ἀστέρων ἢ καὶ Ἡλίου καὶ Σελήνης ἐπιδίκως ἀνυέσθω. ἐγὼ δέ φημι τῶν λόγον ἐχόντων πρὸς ἀναίρεσιν ἢ καὶ πρὸς ἑτέραν τινὰ οἰκοδεσποτείαν τὰ αἴτια καθίστασθαι περί τε δόξης καὶ βίου
30καὶ τέλους. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἄρης Ἀφροδίτη Καρκίνῳ, Κρόνος Ἑρμῆς Λέοντι, Ζεὺς Ὑδροχόῳ, Σελήνη Ἰχθύσιν, ὡροσκό‐ πος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ θανατικὸς τόπος Ἰχθύσιν· ἐκεῖ Σελήνη, καὶ τῷ κλήρῳ Κρόνος ἐπῆν, ὁ κύριος Ἥλιος
35μετὰ Ἄρεως Καρκίνῳ καθύγρῳ ζῳδίῳ. ἐτελεύτα οὖν ἐν βαλανείῳ ἐν ὕδατι ἀποπνιγείς, ἠναντιώθη δὲ καὶ τῇ πανσελήνῳ Ἄρης καὶ
ὁ κύριος Κρόνος ἀπόστροφος· ὅθεν καὶ ἐβιαιοθανάτησεν.128

129

Ἄλλως. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Ἰχθύσι, Κρόνος Παρθένῳ, Ζεὺς Κριῷ, Ἄρης Ταύρῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κλῆρος τῆς τύχης Ταύρῳ· Ἄρης ἐπίκειται κυριεύσας τοῦ δαίμονος καὶ ἐναντιωθείς· ὁ θανατικὸς Τοξότῃ, ἐπίκειται Σελήνη καθυπερ‐
5τερουμένη ὑπὸ Κρόνου ὄντος ἐν τῷ πανσεληνιακῷ ζῳδίῳ· ὁμοίως καὶ ὁ κύριος Ἑρμῆς τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἐτρα‐ χηλοκοπήθη. Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Ἰχθύσι, Κρόνος Ἄρης Ἑρμῆς Διδύμοις, Ζεὺς Αἰγόκερῳ, Ἀφροδίτη Λέοντι, ὡροσκόπος Ζυγῷ.
10κλῆρος τύχης Διδύμοις· ἐν τούτοις Κρόνος Ἑρμῆς Ἄρης φρουρη‐ θέντες ἀλλήλων ὄντες ἀναιρέται ὑπὸ Σελήνης ἐμαρτυρήθησαν, ὁμοίως δὲ καὶ ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· Ζεὺς δὲ τῷ θανατικῷ τόπῳ ἐπὼν καὶ ἀκρόνυχος γενόμενος οὐκ ἴσχυσε βοη‐ θῆσαι. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.
15 Ἄλλη. Ἥλιος Ἑρμῆς Ἄρης Ζεὺς Ἀφροδίτη Αἰγόκερῳ, Σε‐ λήνη Ὑδροχόῳ, Κρόνος Ταύρῳ, ὡροσκόπος Κριῷ. καὶ οὗτος ἐτρα‐ χηλοκοπήθη. Ἄλλη. Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, Κρόνος Σκορπίῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Καρκίνῳ, Ἑρμῆς ὡροσκόπος Αἰγό‐
20κερῳ. κλῆρος τύχης Παρθένῳ, ὁ θανατικὸς τόπος Κριῷ· οἱ τού‐ των κύριοι ἠναντιώθησαν ἀλλήλοις ἐν καθύγρῳ ζῳδίῳ, ἄλλως τε καὶ ὁ Ἄρης ἐπὶ τῆς δύσεως ἔτυχεν. ὁ τοιοῦτος ἐν βαλανείῳ ἐκ‐ λυθεὶς ὠπτήθη. Ἄλλη. Ἥλιος Ἀφροδίτη Αἰγόκερῳ, Σελήνη Καρκίνῳ, Κρό‐
25νος Ἑρμῆς Τοξότῃ, Ζεὺς Ταύρῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ὑδρο‐ χόῳ. κλῆρος τύχης Λέοντι· τούτῳ ἐπίκειται Ἄρης ἐν πυρώδει καὶ ἡλιακῷ ζῳδίῳ ἐναντιούμενος τῷ ὡροσκόπῳ· τὸν δὲ θανατικὸν τόπον καθυπερτέρησεν Κρόνος καὶ Ἑρμῆς. ὁ τοιοῦτος ζῶν ἐκάη. Ἄλλη. Ἥλιος Αἰγόκερῳ, Σελήνη Ζυγῷ, Κρόνος Ταύρῳ, Ζεὺς
30Διδύμοις, Ἄρης ὡροσκόπος Καρκίνῳ, Ἀφροδίτη Ὑδροχόῳ, Ἑρμῆς Τοξότῃ. ὁ κλῆρος τῆς τύχης Ζυγῷ· τούτῳ Σελήνη ἔπεστι καθ‐ περτερουμένη ὑπὸ Ἄρεως ἐναντιουμένη Ἡλίῳ. ὁ θανατικὸς τόπος
Ταύρῳ, Κρόνος ἔπεστιν. ὁ τοιοῦτος ἐθηριομάχησεν.129

130

Ἄλλη. Ἥλιος Σελήνη Ἑρμῆς Διδύμοις, Κρόνος Λέοντι, Ζεὺς Ἰχθύσιν, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ταύρῳ, ὡροσκόπος Αἰγόκερῳ, ἔνθα καὶ οἱ κλῆροι κατέληξαν. ὁ κύριος Κρόνος ἐν τῷ θανατικῷ ὑπὸ Ἀφροδίτης θεωρούμενος, Ἄρης τῷ ὡροσκόπῳ ἠναντιώθη. ὁ
5τοιοῦτος ἐτελεύτησε φαρμάκῳ. Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Ταύρῳ, Σελήνη Ἰχθύσι, Κρόνος Διδύμοις, Ζεὺς Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Κριῷ. ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν· ἐκεῖ Σελήνη ὑπὸ Κρόνου καὶ Ἄρεως θεωρουμένη· ὁ κύριος τοῦ δαίμονος καὶ τῆς πανσελήνου ἠναν‐
10τιώθη. ὁ τοιοῦτος ἐν ἀντλίᾳ ἐτελεύτα. Ἄλλη. Ἥλιος Λέοντι, Σελήνη Ἑρμῆς Παρθένῳ, Κρόνος Δι‐ δύμοις, Ζεὺς Κριῷ, Ἄρης ὡροσκόπος Ἀφροδίτη Καρκίνῳ. ὁ κλῆ‐ ρος τῆς τύχης Διδύμοις· ἐκεῖ Κρόνος κύριος τοῦ θανάτου καὶ καθυπερτερῶν Ἑρμῆν τὸν κύριον τοῦ κλήρου καὶ Σελήνην· ἄλλως
15τε καὶ Ἄρης τῷ θανατικῷ τόπῳ ἠναντιώθη. ὁ τοιοῦτος ἑαυτὸν ἀπηγχόνησεν. Ἄλλη. Ἥλιος Ἑρμῆς Κριῷ, Σελήνη Ἀφροδίτη Ἰχθύσι, Κρό‐ νος Καρκίνῳ, Ζεὺς Ἄρης Ταύρῳ, ὡροσκόπος Σκορπίῳ. ὁ κλῆρος τῆς τύχης Τοξότῃ· ὁ κύριος σὺν τῷ Ἄρεϊ ἐν τῇ δύσει. ὁ θανα‐
20τικὸς τόπος Καρκίνῳ· Κρόνος ὁ κύριος τῆς πανσελήνου ἀπόστρο‐ φος· ἠναντιώθη δὲ καὶ ὁ Ἄρης τῷ ἰδίῳ οἴκῳ. ὁ τοιοῦτος ἐθη‐ ριομάχησε. Κατελαβόμεθα δὲ ἐπὶ τῶν διαμέτρων στάσεων τοὺς κακο‐ ποιοὺς οὐκ ἐπὶ πάσης γενέσεως κατὰ πάντα βλαπτικούς, ἀλλ’
25ἔσθ’ ὅτε καὶ ἀγαθοποιοὺς καὶ μάλιστα ἐπὶ τῶν ἐνδόξων γενέ‐ σεων, πλὴν καὶ αὐτοὺς πολλαῖς κακίαις συμπεφυρμένους. βίαιοι γὰρ οἱ τοιοῦτοι μετὰ ἀνάγκης γινόμενοι ἀνοσίοις καὶ ἀθεμίστοις πράγμασιν περιτρέπονται· ἀδικοῦσιν δὲ ἢ λεηλατοῦσιν ἅρπαγές τε καὶ ἀλλοτρίων ἐπιθυμηταὶ καθίστανται ὑψαυχενοῦντες καὶ
30ἀλογιστοῦντες διὰ τὴν τῆς δόξης ἐπίκαιρον εὐδαιμονίαν· τὰ γὰρ ἴδια ἁμαρτήματα ἑτέροις ἐπεισάγουσιν. ἀλλὰ καὶ θεοῦ καὶ θα‐ νάτου καταφρονοῦσιν· ἄρχουσι γὰρ ζωῆς καὶ θανάτου· ὅθεν οὐ διὰ παντὸς τοῖς τοιούτοις τὸ εὐτυχὲς διαμένει, διὰ δὲ τὴν τοῦ ἐναντιώματος στάσιν οἱ μὲν ἀπὸ δόξης εἰς ἀτιμίαν ἢ ταπεινὴν
35καθαιροῦνται τύχην, οἱ δὲ βιαιοθανατοῦσιν· τινὲς δὲ ὅσα ἑτέροις130

131

ἐνεδείξαντο, αὐτοὶ πάσχουσιν τιμωρούμενοι καὶ κολαζόμενοι καὶ μεμφόμενοι τὴν προγενομένην τῆς δόξης ἀνωφελῆ φαντασίαν. ἃ γὰρ μετὰ πόνου καὶ μερίμνης καὶ βίας καὶ χρόνῳ συνεσώρευσαν, τούτων ἐν στιγμῇ ἀφαιρεθέντες λυποῦνται ἢ ἑτέροις ἄκοντες συ‐
5νεχώρησαν. ἐπακολουθεῖ γὰρ τούτοις σὺν τῇ ἀβεβαίῳ τύχῃ νέμεσις χαλιναγωγὸς φθόνος ἐπιβουλὴ προδοσία λύπη μέριμνα φθίσις σώ‐ ματος, ὡς καὶ βουλομένους ἀπαλλάττεσθαι τῆς ματαίας εὐδαι‐ μονίας μετρίαν μεταμφιασαμένους τὴν τύχην μὴ δύνασθαι, πά‐ σχειν δὲ ὅσα ἡ πεπρωμένη ἄκοντας ἐβιάσατο.
10 Κατ’ ἀμφότερα δὲ αἱ διάμετροι στάσεις κριθήσονται, μία μὲν ὅταν ἀστὴρ ἀστέρα διαμετρήσῃ ἢ ὡροσκόπον, ἑτέρα δὲ ὅταν ἴδιον οἶκον ἢ τρίγωνον ἢ ὕψωμα διαμετρῇ· καὶ οἱ κύριοι δὲ τῶν τριγώνων ἢ τῶν αἱρέσεων ἑαυτοῖς ἐναντιούμενοι κάκιστοι καὶ
ἀβέβαιοι περὶ τὸν βίον γενήσονται.131

132

(1t)

Liber III.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον τρίτον.
3〈αʹ.〉 Περὶ ἐπικρατήσεως. Περὶ μὲν οὖν τῆς ὑποστάσεως τῶν ζωτικῶν χρόνων ἄλλοι μὲν
5ἀλλοίως παρέδωκαν· ἐπεὶ δὲ δοκεῖ ποικίλος καὶ πολυμερὴς ὑπάρ‐ χειν ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινο‐ βολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.
10 Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλίῳ, νυκτὸς δὲ Σελήνῃ· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ
15ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δ’ ἀμφότεροι παραπέσωσι, τὸ ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρα‐ νήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ τὸ πλεῖστον δ’ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου. Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται.
20Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι [ἢ] ἐπικαίρως ἐσχηματισμένος ἐπι‐ κρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δ’ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος
25ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπι‐
κρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης ἐν τῇ ἐπικαταδύσει132

133

οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρα‐ τήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανή‐ ματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη
5ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσου‐ ρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη ἐν τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ
10Ἥλιος ἐν τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σε‐ λήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος ἐν τῇ ἐπαναφορᾷ 〈τύχῃ〉 τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ
15κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσου‐ ρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰ‐ κοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρα‐ νήματι, ὁ δὲ Ἥλιος ἐν θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα
20τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἡλίου ἐν τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου τὸ μεσουράνημα ἐπικρατήσει καὶ 〈ὁ〉 τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένη‐ ται, ἀκυρολόγητα τὰ φῶτα ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκό‐ πος ἐπικρατήσει καὶ 〈ὁ〉 τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς
25δὲ ἐν τῷ ὑπὸ γῆν ἀποκεκλικότων τὸ μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ δυτικῷ τύχωσι ζῳδίῳ, τὸ ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν ἐν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ὑπὸ γῆν, τὸ ὅριον τῆς συνόδου ἐπικρα‐
30τήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ ἐν αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἐν ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως ἐν τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρι‐
35σκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου πεπτωκυῖα οὐ γίνεται ἀφέ‐
της, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέ‐133

134

ληνον φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύῃ τὴν φά‐ σιν, ἔστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον. δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας τὸ πλῆθος τῶν ἐτῶν ἀπο‐
5φαίνεσθαι. Οἷον ὡροσκόπος Σελήνη † Ὑδροχόῳ Κριῷ κβʹ· ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ τὴν πανσέληνον λύει περὶ μοίρας κζʹ τοῦ αὐτοῦ ζῳδίου. τὸ διάστημα τὸ μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου μοῖραι εʹ, ἅτινα συνάγεται ἔτη δʹ. τοσαῦτα ἐβίωσεν ὁ γεννώμενος. καὶ μάλιστα
10ἐὰν κακοποιὸς ἐπιφέρῃ τὴν ἀκτῖνα καὶ εἰ μαρτυρήσει δὲ ἢ ἐναν‐ τιωθῇ τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ [ὁ] ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύ‐ σεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν
15κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρ‐ τυρῇ καὶ ἐπίκεντρος τύχῃ ἢ ἐν ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκο‐
20δεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις. 〈βʹ.〉 Περὶ μοιρῶν ἐπισήμων τῶν κέντρων. Πρὸ πάντων οὖν στήσαντα τὴν ὡροσκοποῦσαν καὶ μεσουρα‐ νοῦσαν μοῖραν καὶ τῶν λοιπῶν κέντρων λαμβάνειν χρὴ ἀπὸ τῆς
25ὡροσκοπούσης μοίρας ἕως τῆς ἀντιμεσουρανούσης καὶ τοῦ συνα‐ χθέντος πλήθους τὸ τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρη‐ ματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἐν ταύταις ταῖς μοίραις, τὰς δὲ λοι‐ πὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας
30ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλ’ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως ἐν
35τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους134

135

ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέν‐ τρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. ἐὰν δὲ ἐν τῷ ὡρο‐ σκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε ἐν τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.
5 Οἷον ἔστω ὡροσκοπεῖν Ἰχθύας περὶ μοίρας ιγʹ, μεσουρανεῖν Τοξότου μοίρας κβʹ, ὑπὸ γῆν 〈εἶναι〉 Διδύμους τῶν αὐτῶν, δύνειν Παρθένου μοῖραν ιγʹ. ἔλαβον τὸ ἀπὸ τοῦ ὡροσκόπου διάστημα ἕως τοῦ ὑπογείου· γίνονται μοῖραι Ϟθʹ. τούτων τὸ τρίτον γίνονται λγʹ· ταύτας ἀπέλυσα ἀπὸ τοῦ ὡροσκόπου, κατέληξεν εἰς τὴν τοῦ
10Κριοῦ μοῖραν ιϛʹ· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπ’ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζʹ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι τὸ ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ 〈τῆσ〉 μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκο‐ πούσης· γίνονται παʹ· τούτων τὸ τρίτον γίνονται κζʹ· ταύτας
15ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθʹ. αὗται οὖν χρηματιστικαὶ καὶ αἱ τούτων διάμετροι, αἱ δὲ λοιπαὶ ἀχρημάτιστοι. τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς τὸ γινώσκειν τοὺς ἀστέρας πό‐ τερον ἐν χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις.
20 Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. τὸ μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τὸ τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπ〈ούσ〉ης κατὰ τὸ ἑξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, τὸ δὲ ἕτερον μέρος τῶν μοιρῶν κρί‐
25νειν πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπα‐ ναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ τὸ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν τὸ μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, τὸ δὲ ἕτερον τρίτον μέρος μέσον, τὸ δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. κατὰ ταὐτὰ
30δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανή‐ ματος καὶ τῆς κεντρικῆς τάξεως *** τὸ δὲ ἕτερον τῆς ἐπανα‐ φορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· τὸ δὲ λοιπὸν τρίτον ἕως 〈τῆσ〉 τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων
35διάμετρα συνεπισχύσει.
Ταῦτα πάντα καὶ ὁ Ὠρίων ἐν τῷ βιβλίῳ ἐξέθετο.135

136

〈γʹ.〉 Περὶ ἀφέσεως. Ἐπεὶ δέ τινες φθόνῳ φερόμενοι ἢ ἀπειρίᾳ μονομερῶς καὶ σκοτεινῶς πραγματεύονται τὴν ἄφεσιν (πάντοτε γὰρ ἀπὸ τῆς ἀφε‐ τικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς τὸ πλῆθος τῶν μοιρῶν
5κατὰ τὰς ἀναφορὰς ποιούμενοι ἀποφαίνονται), ἀναγκαῖον ἡμᾶς τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα ἐν τοῖς ὀλιγανα‐ φόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυ‐ νάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας
10μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκο‐ πεῖν δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος
15χρόνος συνάγεται καθ’ ὃ κλίμα [τι] γεγένηται, καὶ συναγαγόντας ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἐν ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματι‐ σμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρε‐ τῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ τὸ πλῆθος τῶν ἐτῶν.
20ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.
25 Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσό‐ τητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τύχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκο‐
30δεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κρι‐ θήσεται. ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης
ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἔνιοι μὲν οὖν τὴν κεντρικὴν διά‐136

137

στασιν πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν εʹ ἢ ϛʹ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δʹ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη
5ἡ γένεσις εὑρεθῇ· τὸ γὰρ λέγειν *** ἐπὰν δὲ εὑρεθῇ μεσουρα‐ νῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς δια‐ στάσεως τὸ ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι
10τὸ πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετρα‐ γώνου δέον λογίζεσθαι, ἀλλ’ ἕως τῆς κεντρικῆς διαστάσεως συλ‐ λογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναι‐ ρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ τὸ πλῆθος τῶν ἐτῶν. Ὑποδείγματος χάριν ἔστω τινὰ ὡροσκοπεῖσθαι κατὰ τὸ βʹ
15κλίμα Διδύμοις μοίρᾳ ηʹ, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβʹ. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρ‐ θένου μοίρας ηʹ, ἀλλ’ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβʹ, καὶ τὸ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς
20ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ ἐν τῇ κʹ μοίρᾳ τῶν Διδύμων ἢ τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβο‐ λήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναι‐ ρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβʹ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν
25τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβʹ ἕξομεν, ἀλλ’ ἕως τῆς ηʹ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεν‐ τρικῶς δὲ οὔ. ἔσθ’ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰ‐
30κοδεσποτῶν βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Το‐ ξότου μοίρας ηʹ, ἕως τῆς κβʹ τοῦ Ὑδροχόου, τὸ τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει τὸ κεν‐
35τρικὸν διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.
Μυστικώτερος δὲ ἔστω οὗτος ὁ λόγος καὶ δεδοκιμασμένος ὑφ’137

138

ἡμῶν καὶ ἀνηπλωμένος, τὴν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡς με‐ σουρανοῦσαν. ταύτης δὲ μεσουρανούσης σκοπεῖν δεήσει καὶ καθ’ ὃ κλίμα τις ζητεῖ, πόστη μοῖρα δύναται ὡροσκοπεῖν, καὶ ἐπιγνόν‐ τας ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι. οἷον ἔστω εἶναι ἀφετικὴν
5Σκορπίου μοῖραν ιβʹ κατὰ τὸ βʹ κλίμα· ἐὰν μὲν οὖν αὐτὴν λογι‐ ζώμεθα ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγʹ, ἔνθα τὸ ὑπόγειον κατέληξε. ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεσουρανοῦσαν αὐτήν, εὑρήσομεν ἐν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κηʹ, καὶ ἡ ἄφεσις ἔσται
10ἀπὸ τῆς ιβʹ μοίρας τοῦ Σκορπίου ἕως τῆς κηʹ τοῦ Αἰγόκερω. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαν‐ τες εὑρήσομεν. ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν 〈καὶ〉 ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ
15ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκο‐ ποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν. Ἔστω ὡροσκόπος ἡ Τοξότου μοῖρα ιηʹ, μεσουράνημα δὲ Ζυγοῦ
20μοῖρα δʹ, οἰκοδεσποτεῖν δὲ Ἑρμῆν καὶ εἶναι 〈Παρθένῳ〉 μοίρᾳ ιγʹ. λογίζομαι τὸ διάστημα τὸ ἀπ’ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λεʹ, ἅτινά ἐστι ὧραι βʹ καὶ μέρος γʹ ὥρας. ἐπεὶ οὖν οϛʹ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβʹ· ἐπιβάλλει ἄρα ἑκάστῃ ὥρᾳ ἔτη ϛʹ μῆνες δʹ. τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβʹ
25μῆνες ηʹ καὶ τοῦ τρίτου ἔτη βʹ μὴν αʹ ἡμέραι ιʹ· ὁμοῦ γίνεται ἔτη ιδʹ μῆνες θʹ ἡμέραι ιʹ. ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϛʹ· λοιπὰ ἔτη ξαʹ μῆνες βʹ ἡμέραι κʹ. τὸ δ’ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. τούτων οὕτως ὄντων ἔστω τὴν Σελή‐ νην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας ηʹ· ἔλαβον τῶν λοιπῶν κβʹ
30μοιρῶν ἔτη κθʹ μῆνας δʹ καὶ τοῦ Σκορπίου λϛʹ καὶ τῶν ιζʹ τοῦ Τοξότου ἔτη ιηʹ μῆνα αʹ ἡμέρας ιηʹ· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγʹ μῆνες εʹ ἡμέραι ιηʹ. ἐπεὶ οὖν τὰ τοῦ ἀφέ‐ του πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη
βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξαʹ μῆνας138

139

βʹ ἡμέρας κʹ· εἰ δ’ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπό‐ του ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγʹ, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγʹ ἔτη ζήσεσθαι. ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ
5ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζού‐ σης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραι‐ ρέται τῶν χρόνων γενήσονται. ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμ‐
10παρουσίας τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώ‐ νους τετραγώνους διαμέτρους. Ἀναιρέται δέ εἰσιν Κρόνος Ἄρης Ἥλιος Σελήνη ἐπὶ φάσιν φερομένη. εἰσὶ δὲ καὶ ἀναιρετικοὶ τόποι καθ’ ἕκαστον ζῴδιον τά τε ἀφετικὰ ὅρια καὶ τὰ τῶν κακοποιῶν· ἀναιρετικαὶ δὲ μοῖραι
15κριθήσονται αἱ παρ’ ἑκάτερα τῆς ἀφέσεως γʹ, ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσο‐ μοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζʹ. ἐν ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡρο‐
20σκοπεῖσθαι ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβʹ· αὕτη μὲν οὖν ἔσται μέση 〈ἀπὸ τῆς θʹ〉 ἕως τῆς ιεʹ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θʹ ἕως τῆς ιεʹ, ἀναιρεῖ οὐ μόνον εἰς τὸ αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ ἐν τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης
25εὑρεθῇ. Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιεʹ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβʹ ἢ ιγʹ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστι‐
30κὸς πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος ἐν Τοξότῃ τύχῃ μοίρᾳ ιγʹ ἢ καὶ ιβʹ ἢ καὶ κʹ, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δ’ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ ἐν Τοξότῃ εὑρεθῇ μοίρᾳ
35γʹ ἢ ζʹ, κατ’ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς
καὶ ζῳδιακῶς, καὶ οὐκ ἔστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ139

140

ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκε‐ κλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω. 〈δʹ.〉 Περὶ ἀνέμων τῶν ἀστέρων καὶ τῶν ὑψωμάτων
5καὶ βαθμῶν. Τούτων οὕτως ἐχόντων δεῖ καὶ τοὺς ἀνέμους ὑποτάξαι· πρό‐ τερον δὲ δεῖ σκοπεῖν, ἐν αἷς ἕκαστος μοίραις ὑψοῦται· ἐκ γὰρ τούτων ἡ διάκρισις γινώσκεται. ὁ μὲν οὖν Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθʹ τοῦ Κριοῦ, ἡ δὲ Σελήνη περὶ τὴν τρίτην τοῦ Ταύρου,
10ὁ δὲ Ζεὺς περὶ τὰς ιεʹ τοῦ Καρκίνου, ὁ δὲ Ἄρης περὶ τὴν κηʹ τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν καʹ τοῦ Ζυγοῦ, ὁ δὲ Ἑρμῆς περὶ τὴν ιεʹ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζʹ τῶν Ἰχθύων. ἐν δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. τὸ οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται
15καὶ τὸ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν ιθʹ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθʹ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ ἐν τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθʹ τοῦ Κριοῦ ἕως ιθʹ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθʹ τοῦ Καρ‐
20κίνου ἕως ιθʹ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθʹ τοῦ Ζυγοῦ ἕως ιθʹ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιεʹ, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν τὸ διά‐ στημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιεʹ ἐπιγνώσομαι. οἷον ἔστω
25Ἥλιος Ὑδροχόου μοίρᾳ κβʹ· λαμβάνω ἀπὸ τῆς ιθʹ τοῦ Αἰγόκερω ἕως κβʹ Ὑδροχόου· γίνονται λγʹ· ἀφαιροῦμεν τὰς δὶς ιεʹ μοίρας λʹ, οἵ εἰσι βαθμοὶ βʹ· λοιπαὶ γʹ, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γʹ. τοῦτο μὲν οὖν ὑπο‐ δείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν
30λογισαμένους τό τε βόρειον καὶ τὸ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ [ἡ] Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ [τισι] τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνε‐
35μον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς
ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ140

141

ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐ‐ τῆς αἱρέσεως. ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθ‐
5μοῖς ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδ’ ἐὰν ἐπίκεντρος τύχῃ ἐν τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέ‐ την, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. ἐὰν δὲ 〈ὁ〉 ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν ὁρίων τότε σκο‐
10πεῖν δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς. τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· ἐν γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγμα‐
15τευόμενοι οὐ διηκρίβωσαν. 〈εʹ.〉 Περὶ αἱρέσεως τῶν ἀστέρων. Δεῖ δὲ σκοπεῖν καὶ τὰς αἱρέσεις τῶν ἀστέρων. Ἥλιος μὲν γὰρ καὶ Ζεὺς καὶ Κρόνος ἡμέρας ὑπέργειοι χαίρουσι, νυκτὸς δὲ ὑπόγειοι· Σελήνη δὲ καὶ Ἄρης καὶ Ἀφροδίτη νυκτὸς ὑπέργειοι
20χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰ‐ κοδεσπότου ἐν οἷς ἐστιν ὁρίοις. ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννω‐ μένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. ἡ δὲ
25Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες. 〈ϛʹ.〉 Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα. Ἔστω ἐπὶ ὑποδείγματος Ἥλιος Καρκίνῳ μοίρᾳ κθʹ λʹ, Σελήνη Ἰχθύσι μοίρᾳ ιβʹ, Κρόνος Τοξότῃ μοίρᾳ κζʹ ηʹ, Ζεὺς Παρθένῳ
30μοίρᾳ κβʹ ιγʹ, Ἄρης Σκορπίῳ μοίρᾳ ζʹ κγʹ, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κηʹ ιγʹ, Ἑρμῆς Λέοντι μοίρᾳ ιαʹ κεʹ, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζʹ, μεσουράνημα Τοξότῃ μοίρᾳ κεʹ. ἀνοικοδεσπότητος ἡ
γένεσις διὰ τὸ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν141

142

ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, 〈Ἑρμῆς ὁ〉 τῶν ὁρίων κύ‐ ριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον·
5Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ τὸ ἰσόμοιρον εὑρε‐ θέντα Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθʹ· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδʹ ἔζησεν ἄν. Ἄλλη. Ἥλιος Ἰχθύσι μοίρᾳ κεʹ ηʹ, Σελήνη Διδύμοις μοίρᾳ ιϛʹ νγʹ, Κρόνος Ἰχθύσι μοίρᾳ αʹ κεʹ, Ζεὺς Τοξότῃ κδʹ ιηʹ, Ἄρης
10Ταύρῳ καʹ ηʹ, Ἀφροδίτη Ὑδροχόῳ μοίρᾳ θʹ, Ἑρμῆς Κρόνος Ταύρῳ λβʹ, ὡροσκόπος Ζυγῷ ιεʹ, μεσουράνημα Καρκίνῳ ιϛʹ. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς ἐν Σκορπίῳ μοίρας καʹ· τοῖς γὰρ ἀφετικοῖς ὁρίοις ἐφεστὼς
15εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ ναʹ ἔτει. ἔστιν οὖν τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ’ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται ἢ τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἐν ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ
20τοῦ ἀκτινοβολοῦντος, ἐφ’ οὗ ὁ ἀναιρέτης τυγχάνει. 〈ζʹ.〉 Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου. Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλ’ ὁπόταν ἡ Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους
25πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκού‐ ουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστά‐
30σεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας142

143

θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.
5〈ηʹ.〉 Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ τὸ αʹ ὄργανον Κριτοδήμου. Σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ ἐὰν ἐναντίοι γένωνται, τοὺς κλιμακτῆρας καὶ
10τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς ἐν τῷ ὀργάνῳ πρό‐ κειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἂν ὁ χρόνος συντρέχῃ· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν
15ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφορὰς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ καʹ ὁρίοις Ἀφρο‐ δίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζʹ. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· τὸ γὰρ μοιρικὸν τε‐
20τράγωνον τοῦτο. Ζεὺς Σκορπίου μοίρᾳ ιδʹ ὁρίοις Κρόνου· αἱ ιδʹ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. ἔστιν οὖν τὸ ἰσα‐ νάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδʹ μοῖραι Λέοντος ὅρια Ἡλίου· ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναιρεῖ.
25 Ἄρης Ταύρου μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς ἐν Λέοντι μοίρας κζʹ ἢ ἐν τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζʹ Ὑδροχόου ὅρια Ἀφρο‐ δίτης· ἀποθανεῖται οὖν ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφό‐
30ροις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζʹ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ· ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις. Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι
35Ταύρου μοῖραι λζʹ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γί‐143

144

νεται· ζητῶ οὖν ἐν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζʹ, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.
5 Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον καὶ † οἵους ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. ἔκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται
10ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἑξῆς τοῖς ἄλλοις ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη ιʹ καὶ μῆνας θʹ. 〈θʹ.〉 Περὶ ἀνέμων καὶ τροπῶν. Ἐμοὶ δ’ οὐκ ἔδοξεν ὥς τινες κατὰ τὴν ἑπτάζωνον τὰ ὅρια
15ὑπέθεντο, οἷον ηʹ ζʹ ϛʹ εʹ δʹ (καὶ οὐδ’ οὕτως συμφωνεῖ), ἀλλὰ ἀπὸ τῶν οἴκων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶ‐ κος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γʹ· καθ’ ἕκαστον οὖν ζῴδιον γʹ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρ‐ κίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται
20δʹ· ὁμοίως οὖν ἔχει καθ’ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δʹ. Κρόνου οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δʹ· ὁμοίως καθ’ ἕκαστον ζῴδιον δʹ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθ’ ἕκαστον ζῴδιον ὅρια εʹ. Ἄρεως οἶκος Κριὸς Σκορ‐
25πίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθ’ ἕκαστον ζῴδιον ὅρια εʹ. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθ’ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια εʹ. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δʹ· ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δʹ. ἐν
30οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γʹ, εἶτα δεύτερος Ζεὺς εʹ, εἶτα Ἀφροδίτη εʹ καὶ Σελήνη δʹ, ὁμοίως Κρόνος δʹ Ἑρμῆς δʹ καὶ ἑξῆς Ἄρης εʹ· γίνονται ὁμοῦ λʹ. νυκτὸς δὲ ἀνά‐ παλιν Ζεὺς εʹ, Ἥλιος γʹ, Σελήνη δʹ, Ἀφροδίτη εʹ, Ἑρμῆς δʹ, Κρό‐
νος δʹ, Ἄρης εʹ· γίνονται ὁμοῦ λʹ. ὁμοίως ἐν Ταύρῳ Παρθένῳ144

145

Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη 〈Σελήνη〉, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς
5Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκ‐ τὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος. Ἵνα οὖν ἴδῃς, ὅτι ἀληθῶς ἐστι ταῦτα τὰ ὅρια, καὶ ἀπὸ τῆς τῶν ἀστέρων φύσεως γνώσῃ. ἐὰν ὁ Ἥλιος τὰ αὐτοῦ ὅρια παρο‐
10δεύων τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, τὸ φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δὲ Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας 〈καὶ〉 δρόσος γίνεται·
15ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνῃ, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφ’ ἧς φάσεως φέρε‐
20ται ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου. 〈ιʹ.〉 Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρό‐ νων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς τὸ περὶ ἐμπράκτων
25χρόνων μεθ’ ὑποδειγμάτων. Ἔστι δὲ καὶ ἕτερος τρόπος ἀρίθμιος ἁρμόζων εἰς τὸν περὶ ζωῆς χρόνον καὶ εἰς τοὺς περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνους, ὃν καὶ ὁ βασιλεὺς Πετόσιρις ἐδήλωσε μυστικῶς. ὅθεν ἐπὰν τὴν ἐπικράτησιν ἢ τὴν οἰκοδεσποτείαν εὕρωμεν οἰκείως, πρὸς τὸ με‐
30ρίσαι χρησόμεθα τῇ προκειμένῃ ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑπο‐ κειμένῃ. Σκοπεῖν δεήσει, πότερον συνοδική ἐστιν ἡ γένεσις ἢ παν‐
σεληνιακή, καὶ ἐὰν μὲν συνοδικὴ εὑρεθῇ, ἀριθμεῖν τὰς μοίρας ἀπὸ145

146

τῆς συνόδου ἐπὶ τὴν κατ’ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπολύειν ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὸ ἑξῆς· καὶ ὅποι δ’ ἂν καταλήξῃ ὁ ἀριθμός, ὁ τοῦ ὁρίου κύριος ἔσται οἰκοδεσπότης τῆς ζωῆς καὶ τῆς ἀφέσεως. ἐὰν δὲ πανσεληνιακὴ ἡ γένεσις εὑρεθῇ, ἀριθμεῖν δεήσει
5ἀπὸ τῆς κατ’ ἐκτροπὴν σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ τὸ ἑξῆς ἀλλ’ ἀνωφερῶς, ὡς ἐπὶ τὸ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δ’ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ τὸ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι
10μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἐν ἀρσενικῷ, ἢ Σελήνῃ ἐὰν ἐν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ τὸ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ.
15ἐὰν δὲ τὸ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἐν ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἔστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν
20δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχημα‐ τίζεται καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ ἐν οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου,
25ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς τὸ σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακο‐ δαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ
30συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας. Καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς δεήσει σκο‐ πεῖν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τῆς ὡριμαίας ὑπεδείχθη, καὶ ἐὰν ἀνατολικὸς ἢ δυτικὸς ἢ ἔκκεντρος ἢ ἐπίκεντρος ἢ καὶ ἐνηλλαχὼς πρὸς τὸν τοῦ ζῳδίου κύριον καὶ
35ἀσύμφωνος αὐτῷ, καὶ οὕτως ἐπικρίνειν. ὁμοίως δὲ καὶ τὰς τῶν ἀναιρετικῶν ἀκτῖνας προβλέπειν, καὶ εἰ ἐν ἀρχῇ τῶν ὁρίων ἡ
ἄφεσις ἐξέπεσεν ἢ ἐπὶ τέλει· ἐντεῦθεν γὰρ χρὴ συλλογίζεσθαι τὰς146

147

τῶν ὀλιγοχρονίων καὶ πολυχρονίων γενέσεις καὶ τὰς τῶν διδύμων. πολλάκις γὰρ περὶ μὲν τὸ πρῶτον τεχθὲν ὅριον κακοποιεῖ τῆς ἀφέσεως κυριεῦσαν, ἢ καὶ τοῦ οἰκοδεσπότου παραπεσόντος ὀλι‐ γοχρονιότης ἐγένετο, περὶ δ’ ἕτερον ἐναλλαγέντος τοῦ ὁρίου [καὶ
5τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ τῇ Σελήνῃ ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας. καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τοῦ οἰκοδεσπότου] πολυ‐ χρονιότης καὶ βίου ὑπόστασις παρηκολούθησεν· ὅθεν ὑπὸ μιᾶς
10καὶ δευτέρας μοίρας πολλάκις ἡ παραλλαγὴ μεγίστην δύναμιν ἐνδείκνυται. —Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ταύρου μοίρᾳ κεʹ ιηʹ, Σελήνη Ὑδροχόου ζʹ ιʹ, Κρόνος Κριοῦ μοίρᾳ κδʹ, Ζεὺς Ταύρου μοίρᾳ δʹ κεʹ, Ἄρης Καρκίνου μοίρᾳ κβʹ νγʹ, Ἀφροδίτη Διδύμων μοίρᾳ κηʹ ιϛʹ, Ἑρμῆς Διδύμων μοίρᾳ ϛʹ, ὡροσκόπος Αἰγόκερω
15μοίρᾳ κζʹ. πανσελήνου οὔσης τῆς γενέσεως ἔλαβον ἀπὸ τῆς σελη‐ νιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον, ἥτις ἐτύγχανε Διδύμοις μοίρᾳ βʹ κεʹ· γίνονται ριεʹ. ταύτας ἀναποδίζω ἀπὸ τῆς ὡροσκο‐ πούσης μοίρας· καταλήγει εἰς τὴν τοῦ Ζυγοῦ μοῖραν βʹ, ἔνθεν ἡ ἄφεσις ἕως τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Κρόνος μὲν γὰρ ἐκ
20διαμέτρου, Ἄρης δὲ ἐκ τετραγώνου περὶ τὰς αὐτὰς μοίρας βάλ‐ λοντες τὴν ἀναίρεσιν ἐποίησαν, Ζεὺς δὲ ἦν ἀπόστροφος, ἡ δὲ Ἀφροδίτη ἦν παραπεπτωκυῖα, ἣ οὐκ ἴσχυσε βοηθῆσαι. ἔζησεν ἡ γένεσις ἔτη κηʹ μῆνας θʹ. —Ἄλλη. Ἥλιος Τοξότῃ ιβʹ ιϛʹ, Σελήνη Τοξότῃ ιζʹ κδʹ, Κρόνος Ζυγῷ ιαʹ λγʹ, Ζεὺς Διδύμοις ιθʹ ιαʹ, Ἄρης
25Σκορπίῳ δʹ κʹ, Ἀφροδίτη Ζυγῷ κϛʹ, Ἑρμῆς Σκορπίῳ κζʹ, ὡρο‐ σκόπος Ζυγῷ κʹ. ἔλαβον οὖν ἀπὸ τῆς συνοδικῆς μοίρας ἕως τῆς σεληνιακῆς· γίνονται εʹ· ταύτας ἀπὸ τοῦ ὡροσκόπου, καταλήγει Ζυγῷ κεʹ· ἐντεῦθεν ἡ ἄφεσις ἕως τῆς ἐν Σκορπίῳ Ἄρεως μοίρας εʹ. ἐτελεύτα τῷ ιβʹ ἔτει. αὕτη δὲ ἡ συνάντησις εἰ μὴ ἐτετεύχει, ἔζη
30καὶ τὰ τῆς Ἀφροδίτης ἔτη πδʹ. 〈ιαʹ.〉 Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς. Ὑποδείξομεν δέ, καθὼς καὶ ὁ βασιλεὺς ἐσήμανε, περὶ κλι‐
μακτῆρος ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς ἕως τῆς γενεθλιακῆς ἡμέρας147

148

λαμβάνειν, ἀπὸ δὲ τοῦ συναχθέντος ἀριθμοῦ τῶν ἡμερῶν ἐκκρούειν ὁσάκις δυνατὸν ἀνὰ νβʹ ζʹ, τὰς δὲ καταλειφθείσας πολλαπλασιά‐ ζειν, ὁσάκις ἂν ᾖς ἐκκεκρουκώς, καὶ σκοπεῖν, ἐὰν ὁ συναχθεὶς ἀριθμὸς ἐκ τοῦ πολυπλασιασμοῦ ἔχει κατ’ ἔλλειψιν τὸν ἴδιον τοῦ
5κλιμακτῆρος ἀριθμόν. Οἷον ὑποθέσεως χάριν ἔστω τὰ συναχθέντα ἡμέραι σκʹ· ἐκκρούω τετράκις ἀνὰ νβʹ ζʹ, γίνονται ἡμέραι σηʹ καὶ δʹ ἕβδομα καὶ καταλείπονται ιαʹ καὶ ἕβδομα γʹ. τοῦτόν φαμεν ἑβ‐ δομαδικὸν κλιμακτῆρα. Λέγει δ’ ὁμοίως σκοπεῖν, μὴ ὁ κατ’ ἔλλειψιν τοῦ ἀριθμοῦ
10τῶν ἐτῶν κλιμακτὴρ συνεμπέσῃ. οἷον 〈ἐπὶ〉 ὑποδείγματος ἡ ὑπό‐ στασις ἐὰν ᾖ ἐτῶν μζʹ, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν μεʹ, συναιρε‐ θήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατ’ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβ‐
15δομαδικὸς ἤνεγκε μοίρας εʹ· ταῦτα ἀναλύεται εἰς τὸν θʹ· παρά‐ κειται γὰρ ἐννάκις εʹ· γίνονται μεʹ. συνεμπέπτωκεν οὖν ὁ ἑβδομα‐ δικὸς εἰς τὸν ἐννεαδικόν. ἐὰν μὲν οὖν ὁ κατ’ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται τὸ προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ
20συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος. Ἡμεῖς δὲ συντομώτερον ἔφαμεν ἐπὶ τὸν εʹ δʹ πολυπλασιάζειν καὶ κεχρῆσθαι τῷ αὐτῷ τρόπῳ, ὡς ἐπὶ τῶν νβʹ, καὶ εὑρόντα πρῶ‐ τον ἐννεαδικὸν ζητεῖν, μὴ συνεμπίπτῃ αὐτῷ ἑβδομαδικός. οὐκ ἀρέσκει δέ τισι τὸ [αὐτὸ] ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς πεποιῆσθαι
25τὴν ἀρχήν. δυνατὸν οὖν ἰδίως τοῦτο ὑποδείγματος χάριν πεποιη‐ κέναι, ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος τὸ ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας· ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος
30δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δ’ ἡμερινοῖς τὰς ἐννεαδι‐ κὰς δοκεῖ τισι· κατ’ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ
ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατ’ ἀμφό‐148

149

τερα δὲ καὶ οὗτοι τὴν ἐναλλαγὴν ἐφέξουσι τῶν κλιμακτήρων. κατὰ μὲν γὰρ Ἥλιον καὶ Σελήνην Κρόνος ἑβδομαδικὸς ἔσται, Ἄρης ἐννεαδικὸς διὰ τὸ τῷ Καρκίνῳ καὶ τῷ Λέοντι ἀπὸ τοῦ ἐβδόμου τόπου ἐναντιοῦσθαι τὸν Αἰγόκερω καὶ τὸν Ὑδροχόον, ἅπερ Κρό‐
5νου οἰκητήρια, τὸν δὲ Κριὸν ἔνατον ἀπὸ Λέοντος καὶ τὸν Καρκίνον ἀπὸ Σκορπίου. φυσικώτερον οὖν λαμβάνεται ἀπὸ τοῦ ὑψώματος τῆς Σελήνης τοῦ Ταύρου ἑβδομαδικὸς μὲν Ἄρης διὰ τὸν Σκορπίον, ἐννεαδικὸς δὲ Κρόνος διὰ τὸν Αἰγόκερω. Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος γʹ Ἀδριανοῦ Ἀθὺρ κζʹ κατὰ
10Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου ιζʹ Φαμενὼθ ιαʹ. ἔλαβον τὰ πλήρη ἔτη λεʹ καὶ γενέθλιον λοιπὸν γʹ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δʹ ὑφαιρου‐ μένων καταλείπονται θʹ· καὶ τὰς τοῦ Φαμενὼθ ιαʹ· γίνονται αἱ πᾶσαι κʹ. καὶ ἐμβόλιμοι ηʹ· γίνονται αἱ πᾶσαι κηʹ. ἔστω οὖν
15ἡ ιαʹ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι τὸ ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν εʹ δʹ, ἐπεὶ ἕκα‐ στος ἐνιαυτὸς ἔχει ἐννεάδας μʹ καὶ περιλείπονται εʹ δʹ, τῶν δὲ
20πλήρων μηνῶν ἑκάστου ἡμέρας γʹ, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γʹ καὶ λοιπαὶ γʹ, καὶ τὰς λοιπὰς ἡμέρας ἕως τῆς ζητουμένης συν‐ αθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς
25καὶ ἐπὶ ἐνιαυτοῦ 〈χρῆσθαι〉 δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβ‐ δομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦ‐ ρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος
Ἰχθύες.149

150

〈ιβʹ.〉 Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθ’ ὑποδειγμάτων. Ἐπεὶ δὲ καθ’ ἕκαστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν ἐλέγχων
5ὑπομιμνήσκω, ἵνα μὴ δόξω διὰ τῦφον ταῦτα ποιεῖν, ἀναδραμὼν εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνά‐ μενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δ’ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀν‐
10θρώπων ἐγχρονίσας καὶ βουκολήσας οὓς μὲν τοῦ ζῆν περιέγραψε, οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἔρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν
15λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ 〈κατ’〉 ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆσδε τῆς βίβλου τὰ ὅλα συνέ‐ χεσθαι δι’ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπει‐
20ρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς 〈γὰρ〉 καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικὰς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς μα‐
25ταιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφά‐ λαια μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀν‐ δρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανό‐
30ητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν. Τῆς οὖν οἰκοδεσποτικῆς καὶ ἀναιρετικῆς ἀκτινοβολίας οὕτως
καθὼς πρόκειται διατεταγμένης τοῦ τε ἀριθμίου κλήρου καὶ τῶν150

151

ἀναιρετικῶν καὶ δυναστικῶν τόπων δοκιμάσας οὐκ ἐβουλήθην ἀπο‐ κρύψαι ἀλλὰ μεταδοῦναι. πρὸ πάντων οὖν σκοπεῖν δεήσει ἐπὶ πάσης γενέσεως, πότερον ἐπικράτησιν ἢ καὶ οἰκοδεσποτείαν ἔχει. ἐὰν μὲν οὕτως εὑρεθῇ, χρὴ τοῖς προκειμένοις ὁρίοις χρῆσθαι· ἐὰν
5δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδε‐ μιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζον‐
10τος ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας τὸ πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοί‐ ρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ τὸ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθ’ ὃ
15κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ παν‐ σελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ τὸ μεσουράνημα ἀνω‐
20φερῶς πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέ‐ σεως τὸ μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβά‐ ζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ τὸ ἑξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισα‐
25μένους ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόν‐ τας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοι‐ πὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν 〈κατὰ〉 τὸ ἑξῆς ὡς ἐπὶ τὸ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ τὸ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων
30ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον ἐν τῷ ὑπὲρ γῆν ἢ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐν ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συ‐ νοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τού‐
35των διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ κατα‐ βιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας
μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ τὸ ἑξῆς151

152

ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοι‐ ρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.
5 Ἔσθ’ ὅτε δὲ καὶ ἐπικρατήσεως καὶ οἰκοδεσποτείας οὔσης καὶ αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐ‐ τονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον
10μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων ἢ ἐπὶ τῶν ἐν τῇ μήτρᾳ. ὁ δ’ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ
15πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπο‐ ρᾶς εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται. 〈ιγʹ.〉 Πῶς δεῖ εὑρεῖν ἀκριβῶς τὸν ἐν τῇ σπορᾷ Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον.
20 Συντομώτερον δὲ τὴν εὕρεσιν κατὰ πλάτος διασαφήσομεν. ἐπὶ πάσης γενέσεως τὸ μὲν τετράγωνον Ἡλίου ἐστὶ σπόριμον ζῴδιον (ἔσθ’ ὅτε μὲν οὖν καὶ τὸ τρίγωνον, ὅταν πολλῶν μοιρῶν ὁ Ἥλιος τύχῃ καὶ μάλιστα ἐν τοῖς ὀλιγαναφόροις ζῳδίοις· ἐν δὲ τοῖς πολυαναφόροις εἰς τὰ ἑξάγωνα)· ὅπου δ’ ἂν ὁ ὡρο‐
25σκόπος τῆς ἐκτροπῆς ἐκπέσῃ, ἐκεῖ σημειοῦσθαι τὴν σπορίμην Σε‐ λήνην καὶ οὕτως ἐπιγινώσκειν, πότερον συνοδικὴ ἢ πανσεληνιακὴ ἡ σπορὰ τέτευχε. οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, ὡρο‐ σκόπος Παρθένῳ· ὁ σπόριμος Ἥλιος Ταύρῳ, Σελήνη σπορίμη Παρθένῳ· δῆλον ὅτι συνοδικὴ ἡ σπορά· οὐδέπω γὰρ ἡ Σελήνη
30τουτέστιν ὁ ὡροσκόπος τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου παρ‐ ήλλαξεν. ἐὰν δὲ ὁ ὡροσκόπος ὁ τῆς ἐκτροπῆς μετὰ τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου εὑρεθῇ, πανσεληνιακὴ ἡ σπορὰ ἔσται. τὰς αὐτὰς δὲ ἀφέσεις καὶ ἐπὶ τῆς σπορᾶς δεῖ ποιεῖσθαι, καθὰ καὶ ἐπὶ τῆς ἐκτροπῆς δεδήλωται. κατὰ τὸ πλεῖστον δὲ οἱ συνοδικὴν
35σπορὰν ἔχοντες ἐν πανσελήνῳ οὗτοι τελευτῶσιν, οἱ δὲ πανσελη‐
νιακὴν συνοδικῆς οὔσης τῆς Σελήνης τελευτῶσιν.152

153

Ἄλλως. ἐπιγνόντας, ἐν ποίῳ ζῳδίῳ γέγονεν ἡ σύνοδος ἢ ἡ πανσέληνος, ἀριθμεῖν ἀπὸ τῆς αὐτῆς μοίρας κατὰ τὸ ἑξῆς ἕως ἀναβιβάζοντος καὶ τὸ συναχθὲν πλῆθος, ἐὰν μὲν ἡμερινὴ ἡ γένε‐ σις ᾖ, ἀπὸ ὡροσκόπου κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινή,
5ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμ‐ πέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ᾖ, ὡς ἐπὶ τὸν ὡρο‐ σκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ᾖ, ἀνωφερῶς ἐπὶ τὸ δύνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερι‐
10νῆς μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυ‐ τικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων ἐν τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δ’ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπο‐ γείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ
15δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβά‐ ζων Διδύμοις μοίρᾳ κγʹ, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας ηʹ, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δʹ, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρεʹ. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει
20εἰς τὴν τῶν Διδύμων μοῖραν ιθʹ· κατὰ δὲ τὸ βʹ κλίμα συνάγουσιν ἔτη οϛʹ μῆνας ** ἔγγιστα· ταῦτα ἐβίωσε. Ταύτας τὰς αἱρέσεις ἔταξα, αἷς καὶ αὐτὸς ἐχρησάμην· ἐσκό‐ πουν γὰρ καὶ ἐπὶ γενέσεως ἐκ τῶν προκειμένων ὅρων, εἰ συν‐ τρέχουσι κατὰ τὸ αὐτὸ δύο ἢ τρεῖς ἢ πλείους, καὶ οὕτως ἀπα‐
25ραβάτως περὶ τέλους ἀπεφαινόμην. ὅθεν οὐκ εἰκῆ οὐδ’ ὡς ἔτυχεν ἐδήλωσα, ὅτι πᾶσα ἀγωγὴ καὶ καθ’ ἑαυτὴν καὶ πρὸς ἑτέραν συγ‐ κρινομένη εὐάρμοστός ἐστιν· ἣν εἴ τις φυλάττοι, εὐκατάληπτον ἕξει τὴν τῶν ζητουμένων ἀλήθειαν. τινὰ μὲν οὖν καὶ μυστικῶς διεγράψαμεν εἰς διάκρισιν καὶ σύγκρισιν τῶν ἐντυγχανόντων οὐ
30φθόνῳ φερόμενοι οὐδὲ ἀφελότητι, ἀλλὰ προθυμίαν τινὰ καὶ ἐπι‐ μονὴν βουλευόμενοι παρεισφέρειν τῷ μαθήματι. πᾶς γὰρ κατα‐ θυμίου προαιρέσεως ἀκολάστως τυχὼν ἀχάριστον τὴν δωρεὰν ἡγήσατο, ὁ δὲ μετὰ πόνου καὶ ζητήσεως οὐ μόνον ἡδονὴν ἀλλὰ
καὶ κατόρθωσιν τῇ πραγματείᾳ ἐπεισήνεγκεν.153

154

Ἔστω ὑποδείγματος χάριν Ἥλιος Ταύρου μοίρᾳ αʹ, Σελήνη Διδύμων μοίρᾳ ιϛʹ, ὡροσκόπος Ταύρου μοίρᾳ ιδʹ, ἡ σύνοδος περὶ μοίρας κζʹ τοῦ Κριοῦ, ἀναβιβάζων Αἰγόκερω μοίρᾳ κεʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἐπὶ τὸν ἀναβιβάζοντα ἀνωφερῶς· γίνονται Ϟβʹ·
5ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀνωφερῶς ἀπέλυσα· κατ‐ έληξεν εἰς τὴν τοῦ Ὑδροχόου μοῖραν ιβʹ. συνάγουσιν οὖν αἱ Ϟβʹ κατὰ τὸ Ἀλεξανδρείας κλίμα ἔτη οʹ 〈μῆνα αʹ〉· ἐτελεύτα τῷ οʹ ἔτει καὶ μηνὸς αʹ. ἀπὸ δὲ τῆς σπορᾶς οὕτως· ἐπεὶ ἡ πανσέληνος τῆς σπορᾶς γέγονεν Αἰγόκερω μοίρᾳ καʹ **** ἅτινα συνεγγίζει
10τοῖς εὑρεθεῖσιν ἔτεσιν. Ἄλλη. Ἥλιος Ὑδροχόου μοίρᾳ κθʹ, Σε‐ λήνη ἀρχαῖς Κριοῦ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ ιηʹ, σύνοδος Ὑδρο‐ χόου μοίρᾳ κϛʹ, ἀναβιβάζων Σκορπίου μοίρᾳ ιϛʹ. ἔλαβον ἀπὸ τῆς συνόδου ἀνωφερῶς ἕως τῆς τοῦ ὡροσκόπου μοίρας· γίνονται ληʹ· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας κατωφερῶς· συνάγεται ἔτη
15ἐν τῷ πρώτῳ κλίματι ἔγγιστα λγʹ· ἔζησεν ἔτη λβʹ μῆνας πέντε. ὁ δὲ τῆς σπορᾶς τόπος οὐκ ἔσχε τὴν ἄφεσιν· κατὰ γὰρ τὰς αὐτὰς μοίρας καὶ ἡ πανσέληνος τῆς σπορᾶς καὶ ὁ ἀναβιβάζων ἔτυχεν. ὅθεν καὶ ἐπικίνδυνον τὴν ἐκτροπὴν ἔσχε καὶ τὸ τέλος βίαιον. 〈ιδʹ.〉 Περὶ κλήρου τύχης εἰς τὸν περὶ ζωῆς τόπον μεθ
20ὑποδείγματος· ἐν ᾧ καὶ τὰ ἐλάχιστα ἔτη τῶν ἀστέρων. Εὗρον δὲ καὶ ταύτην τὴν αἵρεσιν περὶ χρόνων ζωῆς ὑπὸ μὲν τῶν ἀρχαίων ἀναπεπλεγμένην ποικίλως· αὐτὸς δὲ διὰ πείρας ἀνα‐ ζητήσας διέκρινα καὶ οἴομαι μᾶλλον τοῖς πλείστοις ἀρέσκειν. ἐν γὰρ τῇ ιγʹ βίβλῳ ὁ βασιλεὺς μετὰ τὸ προοίμιον καὶ τὰς τῶν
25ζῳδίων διατάξεις κλῆρον τύχης ἐπιφέρει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου, † ὃ μεγίστην περιποιεῖ καὶ ἐν ὅλῃ τῇ βίβλῳ μνημονεύει καὶ κύριον κρίνει τόπον, περὶ οὗ καὶ αἴνιγμα τέθεικε τὸ ἔμπαλιν καὶ ἀνάπαλιν· καὶ ὁ Ἥλιος ἀπὸ ἠοῦς ἀρχό‐ μενος παντὸς αἰῶνος κύτος παραδίδωσι ἕσπερον κύ‐
30κλον διανύων, καθάπερ ὁρᾶται. νυκτὸς δὲ ἐπερχομένης
οὐ πάντοτε ἡ Σελήνη φαεσφοροῦσα τεύξεται, ἀλλ’ ὁτὲ154

155

μὲν ἑσπέρας φανεῖσα δύεται, ὁτὲ δὲ ἐπίμονος μέχρι τινὸς μέρους, ἔσθ’ ὅτε δὲ διὰ τέλους τῆς νυκτὸς πο‐ ρεύσεται· διόπερ ἀκολούθως ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρηγγεγύηκεν. περὶ μὲν οὖν τούτου τοῦ διανοήματος
5ἄλλοι ἄλλως φανοῦσιν· ἐμοὶ δ’ ἔδοξεν ἐπὶ μὲν ἡμερινῆς γενέσεως λαμβάνειν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῆς, ἐφ’ ὅσον μὲν ἡ Σελήνη ὑπέργειός ἐστι τουτέστι μέχρις οὗ δύνει, ἀπ’ αὐτῆς ἐπὶ τὸν Ἥλιον λαμβάνειν καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, μετὰ δὲ τὴν δύσιν ἀπὸ Ἡλίου ἐπ’ αὐτήν. τὸ
10γὰρ ἐπιλέγειν· διόπερ ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρ‐ εγγεγύηκε τοῦτο δοκεῖ. σκοπεῖν δὲ δεήσει, εἰς ποῖον τόπον ἐξέπεσεν ὁ κλῆρος, καὶ τοῦτον ἡγεῖσθαι κύριον, ἔπειτα συνορᾶν τοῦ ζῳδίου τὸν κύριον ἐν ποίῳ ζῳδίῳ τέτευχε, τρίτον δὲ τὸν τού‐ του οἰκοδεσπότην· ἐκ τούτων γὰρ τῶν τριῶν τόπων καὶ τῶν τού‐
15των οἰκοδεσποτῶν ὁ βιώσιμος χρόνος εὑρεθήσεται κατὰ τοὺς τρεῖς ὅρους. Οἷον ἕκαστος τῶν ἀστέρων ἰδίας περιόδου δεσπόζει, Κρόνος μὲν οὖν ἐτῶν λʹ, Ζεὺς ιβʹ, Ἄρης ιεʹ, Ἥλιος ιθʹ, Ἀφροδίτη ηʹ, Ἑρμῆς κʹ, Σελήνη κεʹ· ὁμοίως δὲ καὶ ἕκαστος ἰδίων ἀναφορῶν
20κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπί‐ κεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλι‐ κώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρό‐ νους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ
25λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρ‐ τυροῦντες ἢ ἐν οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ
30λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντι‐ θέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτοὺς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ
35τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ155

156

μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δ’ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὁπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ·
5καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ καὶ ἐν τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορ‐ πίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν.
10ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κεʹ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβʹ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβʹ· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθʹ· τοσούτων ἐτῶν ἐτελεύτα. Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως
15δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαι‐ μονῶν παρ’ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λʹ καὶ μῆνας τοὺς αὐτοὺς ἐν ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνι‐ αυτόν· ἐτελεύτα τῷ λδʹ ἔτει.
20 Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἐν ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθ’ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις. 〈ιεʹ.〉 Περὶ κλιμακτήρων.
25 Εἰσὶ δὲ καὶ οἱ κληρικοὶ κλιμακτῆρες καὶ μάλιστα τῶν κακο‐ ποιῶν συνόντων ἢ μαρτυρούντων τὴν τύχην. ἐν μὲν οὖν τῷ δια‐ μέτρῳ τῷ διὰ τῶν ἑβδομάδων ἐνιαυτῶν, ἐν δὲ τῷ δεξιῷ τριγώνῳ τῷ διὰ τοῦ θʹ, ἐν δὲ τῷ ἀριστερῷ τριγώνῳ τῷ διὰ εʹ, ἐν δὲ τῷ δεξιῷ τετραγώνῳ τῷ διὰ ιʹ, ἐν δὲ τῷ ἀριστερῷ τῷ διὰ δʹ. οἱ δὲ
30βλάπτοντες ἐν τῷ δεξιῷ ἑξαγώνῳ διὰ ιαʹ, οἱ δὲ ἐν τῷ ἀριστερῷ ἑξαγώνῳ διὰ γʹ, οἱ δὲ ἐν τῇ προηγήσει τῆς τύχης διὰ ιβʹ, οἱ δὲ ἐν τῇ συναφῇ αὐτῆς ὄντες διὰ βʹ. ἐν Κριῷ ἐὰν ἐπιπαρῇ ὁ κε‐ κληρωμένος τὴν τύχην, ἕξει δι’ ἐτῶν θʹ, ἐν Ταύρῳ διὰ κεʹ, ἐν Διδύμοις διὰ κʹ, ἐν Καρκίνῳ διὰ κεʹ, ἐν Λέοντι διὰ ιβʹ, ἐν Παρ‐
35θένῳ διὰ ηʹ, ἐν Ζυγῷ διὰ λʹ, ἐν Σκορπίῳ διὰ ιεʹ, ἐν Τοξότῃ
διὰ ιβʹ, ἐν Αἰγόκερῳ διὰ ηʹ, ἐν Ὑδροχόῳ διὰ λʹ, ἐν Ἰχθύσι διὰ ιεʹ.156

157

〈ιϛʹ.〉 Μέσα ἔτη τῶν ἀστέρων. Τὰ δὲ μέσα ἔτη τῶν ἀστέρων ἐστὶ ταῦτα. Κρόνου μῆνες εʹ, Διὸς μῆνες θʹ, Ἄρεως μῆνες βʹ, Ἀφροδίτης μῆνες ϛʹ, Ἑρμοῦ μῆνες ηʹ, Ἡλίου ξδʹ. μερίζουσιν οὖν καὶ ταῦτα τὰ ἔτη σὺν ταῖς περι‐
5όδοις ἢ ταῖς ἀναφοραῖς τῶν ζῳδίων, ὁπόταν χρηματίζοντες τυγ‐ χάνωσιν. Ἄλλως τὰ μέσα ἔτη. Ἑκάστου ἀστέρος τὴν μεγάλην περί‐ οδον καὶ τὴν ἐλαχίστην συνθεὶς εὑρήσεις τὰ μέσα ἔτη. οἷον Κρόνου τὰ τέλεια ἔτη νζʹ καὶ τὰ ἐλάχιστα λʹ γίνονται πζʹ, ὧν τὸ
10ἥμισυ μγʹ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη οθʹ καὶ τὰ ἐλάχιστα ιβʹ γίνονται Ϟαʹ, ὧν τὸ ἥμισυ μεʹ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν ἢ διετίαν συνδράμῃ ὁ χρόνος—ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀνα‐
15φορὰς ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ αʹ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου ληʹ γʹ· καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀνα‐ φορὰν λαʹ δύο τρίτα· γίνονται οʹ· τοσαῦτα ἐβίωσεν.
20 Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ, Σελήνη Ἰχθύσι, Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κηʹ· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδʹ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιεʹ. ἐτελεύτα τῷ ξζʹ ἔτει. Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκό‐
25πος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευ‐ τέρου κλίματος κʹ καὶ περιόδου Διὸς ιβʹ. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κʹ καὶ Ἄρεως ιεʹ· γίνονται ξζʹ· ταῦτα ἐβίωσε. Βουληθεὶς μέντοι τὰς συντεταγμένας μοι βίβλους ἰδιωτικω‐ τέρας οὔσας διὰ τὸ τοιούτοις καὶ νέοις μου θρεπτοῖς προσπεφω‐
30νηκέναι, ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετα‐ συντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρε‐
πτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.157

158

(1t)

Liber IV.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον δʹ.
3〈αʹ.〉 Περιόδων διαιρέσεις. Καθηκόντως οὖν καὶ διδασκαλικῶς οἶμαι τὴν τῶν προκει‐
5μένων ἐπίλυσιν ποιήσασθαι θοινημάτων ** 〈τὸν〉 παρὰ πολλοῖς ἐζητημένον καὶ ἀποκεκρυμμένον τόπον δηλώσομεν, ὅς ἐστι περὶ διαιρέσεως χρόνων ἐμπράκτων καὶ ἀπράκτων. ὅσαι μὲν οὖν διαι‐ ρέσεις διὰ πείρας εἰσὶ δεδοκιμασμέναι, ταύτας δεῖ νῦν ὑποτάξαι. ἔστι δὲ πρώτη περίοδος πρὸς τὰ τέταρτα τῶν ἐλαχίστων περι‐
10όδων· οἷον Κρόνου τῶν ἐτῶν λʹ τὸ τέταρτον ζʹ ἥμισυ ... ἐπιβάλ‐ λουσι δὲ αὐτῷ κατ’ ἔτος ἡμέραι λδʹ. Ἄρεως ἐτῶν ιεʹ τὸ τέταρτον γʹ μῆνες θʹ, κατὰ δὲ τὸ ἔτος ἡμέραι μβʹ ἥμισυ. Ἀφροδίτης ἐτῶν ηʹ τὸ τέταρτον βʹ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι κβʹ δύο τρίτα. Ἑρμοῦ ἐτῶν κʹ τὸ [δὲ] τέταρτον εʹ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι νϛʹ δύο τρίτα.
15Ἡλίου ἐτῶν ιθʹ τὸ τέταρτον ἔτη δʹ μῆνες θʹ, ἡμέραι δὲ νγʹ ἥμισυ τρίτον. Σελήνης ἐτῶν κεʹ τὸ τέταρτον ϛʹ ἔτη μῆνες γʹ, ἐνιαύσιαι δὲ ἡμέραι οʹ ἥμισυ τρίτον. γίνονται ὁμοῦ [εʹ] ἔτη λβʹ μῆνες τρεῖς. 〈βʹ.〉 Περὶ ἀφέσεως. Τὴν ἀρχὴν τῆς ἀφέσεως ἐφέξει τῶν μὲν συνοδικῶν ὁ μετὰ τὴν
20σύνοδον πρῶτος, εἶθ’ ἑξῆς καθὼς διάκεινται· ἐπὶ δὲ τῶν παν‐ σελήνων ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγ‐
κρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται,158

159

τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀπο‐ κεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβʹ καὶ μῆνας γʹ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτι‐
5κοῦ ἀφετικοῦ ἀστέρος ποιητέον. 〈γʹ.〉 Περὶ ἐπιδιαιρέσεως ἡμερῶν. Περὶ δὲ τῆς τῶν ἡμερῶν διαιρέσεως οὕτως ποιεῖσθαι. ἐὰν γὰρ Κρόνος ἀφέτης εὑρεθῇ καθολικός, μερίζει ἔτη ζʹ ἥμισυ. ἐπεὶ δὲ ἐκ τούτων πάντας τοὺς ἀστέρας δεῖ λαμβάνειν, τὸν ἐπιμερισμὸν
10οὕτως ποιήσομεν. τὰς πεʹ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζʹ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζʹ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζʹ ἥμισυ, εἶθ’ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὖν ἡμερῶν δεσπόζει λδʹ, ταύτας ἐπὶ τὰ ζʹ ἥμισυ διὰ τὸ ἀφέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνεʹ·
15ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφρο‐ δίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβʹ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζʹ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ροʹ· τοσ‐ αύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζʹ ἥμισυ πολυπλασιάσωμεν, εὑ‐
20ρήσομεν τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιά‐ σαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. Ἑκάστου ἀστέρος ἡμέρας εὑρεῖν. Αἱ δὲ ἑκάστου ἡμέραι εὑρίσκονται τοιῷδε τρόπῳ. τὴν περί‐
25οδον διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσ‐ θέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λʹ, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξʹ· καὶ τὸ ἥμισυ τῶν λʹ γίνονται ιεʹ· ταύτας προσέθηκα ταῖς ξʹ· γίνονται οεʹ. καὶ πάλιν τὸ τρίτον τῶν λʹ γίνεται ιʹ· ταύτας ὁμοίως προσέθηκα τοῖς οεʹ· γίνονται πεʹ.
30ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν
ἀστέρων.159

160

〈δʹ.〉 Περὶ χρόνων διαιρέσεως ἀπὸ κλήρου τύχης καὶ δαίμονος. Καὶ ταύτην δὲ δυναστικὴν οὖσαν ὑποτάξω, τὴν ἀρχὴν τῆς ἀφέσεως ποιησάμενος ἀπὸ κλήρου τύχης καὶ δαίμονος, οἳ σημαί‐
5νουσιν Ἥλιόν τε καὶ Σελήνην· κοσμικῶς γὰρ ἡ Σελήνη τύχη ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθ’ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς
10διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίστα‐ ται. ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθε‐ νείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ
15ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκο‐ δεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονο‐ κράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων
20ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου
25παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσπο‐ τειῶν. ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει † εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον
30ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλ’ ἐπὶ τῶν τοιούτων τοὺς μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπο‐ γείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα
35ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς
πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς160

161

κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ·
5ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαί‐ μονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός· ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν
10ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι,
15ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ
20καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται. Ἔστω ἐπὶ ὑποδείγματος τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος πεπτωκέναι Κριῷ· καὶ ὁ μὲν καθόλου οἰκοδεσπότης Ἄρης, οἱ δὲ παραλαβόντες ὑπ’ αὐτοῦ συγκρινέσθωσαν, οἰκείως ἢ ἀλλοτρίως συσχηματίζονται. μερίζει οὖν αὐτὸς πρῶτος ἔτη ιεʹ, ἐξ ὧν ἑαυτῷ
25ἐπιμερίζει μῆνας ιεʹ, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας ηʹ, ἑξῆς Ἑρμῇ διὰ τοὺς Διδύμους μῆνας κʹ, εἶτα Σελήνῃ διὰ τὸν Καρκίνον μῆνας κεʹ, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθʹ, εἶθ’ ἑξῆς Ἑρμῇ μῆνας κʹ, εἶτα Ἀφροδίτῃ μῆνας ηʹ, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιεʹ, εἶτα Διὶ μῆνας ιβʹ διὰ τὸν Τοξότην, εἶτα
30Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη βʹ μῆνας γʹ, εἶτα τοὺς λοιποὺς ιαʹ εἰς συμπλήρωσιν τῶν ιεʹ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παρα‐ λήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη ηʹ καὶ ὁμοίως
ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειται. εἶτα μετὰ161

162

τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κʹ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κεʹ, μεθ’ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη ιθʹ· καὶ ἐφ’ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβʹ ζῳδίων συνάγει ἔτη ιζʹ
5μῆνας ζʹ, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κʹ, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων [καὶ] μηνῶν ζʹ ἐτῶν ιζʹ, τὰ λοιπὰ ἔτη βʹ καὶ μῆνας εʹ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνι‐ αυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν
10τῶν κʹ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρ‐ θένου ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζʹ ἔτη καὶ μῆνας ζʹ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς. Τινὲς μὲν οὖν τοὺς λοιποὺς χρόνους μερίζουσιν ἐκ τῶν τρι‐
15γώνων, ἐμοὶ δ’ οὐ δοκεῖ φύσιν ἔχειν· ἀλλὰ καθάπερ ἐπὶ τοῦ κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ
20ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατά‐ ξηρον ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει
25τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ
30ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς
ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ162

163

Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβά‐ νοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ
5πλεονεκτούμενα ὑπ’ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθος τῆς ἡμέρας ἐπαύ‐ ξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα
10ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένῃ ἀγωγῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.
15〈εʹ.〉 Περὶ τῆς τῶν συνδέσμων λύσεως καὶ ἀντιπαραδόσεως τῶν ἀστέρων. Αἱ δὲ τῶν συνδέσμων λύσεις ἐν διαφόροις γενήσονται διὰ τὰς τῶν ἀστέρων φύσεις. Ἥλιος μὲν οὖν καὶ Σελήνη Κρόνῳ παρα‐ διδόντες ἐναντιωμάτων καὶ φόβων εἰσὶ δηλωτικοί, ἐπάγοντες
20ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ἢ ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις
25ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαρα‐ διδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ
30γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ 〈τὸν〉 κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω
καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν163

164

τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστε‐ ρος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.
5〈ϛʹ.〉 Πόσα ἔτη μερίζει ἕκαστον ζῴδιον· καὶ τέλεια ἔτη τῶν ἀστέρων. Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λʹ, ὁ Αἰγόκερως κζʹ, ἐπεὶ ὁ Ἥλιος δεσπόζει τελείων ἐτῶν ρκʹ, ὧν τὸ ἥμισυ ξʹ· ἐκ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λʹ·
10ἡ δὲ Σελήνη δεσπόζει τελείων ἐτῶν ρηʹ, ὧν τὸ ἥμισυ νδʹ· τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζʹ· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζʹ, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ
15ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ Ἥλιος τὴν ἡμίσειαν τῶν ρκʹ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη ιθʹ· γίνονται οθʹ. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρηʹ ἐτῶν νδʹ καὶ τὰς ἐλαχίστας κεʹ·
20γίνονται οθʹ. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη ἀπεμέρισε τὰ νδʹ· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρε‐ χώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβʹ· γίνονται ξϛʹ. ὁμοίως δὲ καὶ τῇ
25Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδʹ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λʹ· γίνονται πδʹ. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παρ’ αὐτοῦ τὰ τέλεια ἔτη νζʹ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθʹ·
30γίνονται οϛʹ.164

165

〈ζʹ.〉 Περὶ χρόνων διαιρέσεων ἐπὶ κλήρου τύχης καὶ δαίμονος καὶ ἐπεμβάσεως ἀστέρων καὶ οἰκοδεσποτῶν καὶ συνόδου καὶ πανσελήνου μεθ’ ὑποδείγματος καὶ ἀντιπαραδόσεως.
5 Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους παραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι
10τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ
15χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὲ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται
20ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά. ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ
25Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης. Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ
30ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων
35περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει165

166

ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ μαρτυ‐ ρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα διαπράξεται ἀστατῶν τῇ γνώμῃ· ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκα‐ κωμένον τὸ ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει
5καὶ ἄλλα διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ
10περὶ τὰς ἐγχειρήσεις εὐεπήβολος ἔσται. πάντοτε μὲν οὖν ἰδικῶς αἱ πράξεις καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ
15ἂν πλείους ἀστέρες προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖ‐ θεν τὸ πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων ἢ πενιχρὰ ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερι‐ σμοῖς καὶ τὰ ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς
20πράξεις ἀποτελοῦντες ὁ τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ, ὁ δὲ τοῦ Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ δι’ ὑγρῶν ἢ κακοπαθείας καὶ κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου καὶ Σελήνης συμπαρόντων τῶν
25ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν ἡ διαίρεσις ἀπὸ τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης, ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ μεγάλαις
30δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατ’ ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων
35τετράγωνοι τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις
εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ166

167

δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενή‐ σεται καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν
5μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαρά‐ μονον τὴν τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον γενήσεται.
10〈ηʹ.〉 Ὑπόδειγμα ἀναγκαῖον. Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφρο‐ δίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσιν, 〈Κρόνοσ〉 πανσέληνος Τοξότῃ, Ζεὺς 〈Αἰγόκερῳ〉, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ· ζητῶ δὲ ἔτος οʹ.
15ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθʹ· εἶτα Παρθένῳ ἔτη κʹ, εἶτα Ζυγῷ ἔτη ηʹ, εἶτα Σκορπίῳ ἔτη ιεʹ· γίνεται ἔτη ξβʹ. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη ηʹ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παρ’
20αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους
25λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξʹ ἡμέρας ποιεῖ· τὰς γὰρ εʹ δʹ κατ’ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη βʹ μῆνας γʹ· Ὑδροχόῳ ἔτη βʹ μῆνας ϛʹ· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κριῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θʹ
30ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου
παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν·167

168

ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς προπειραθείς· ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος
5τῆς βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός, ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιεʹ, εἶτα Τοξότῃ ιβʹ ἐπικειμένου Κρόνου· ἕως ἐτῶν κζʹ ἀνώμαλος ἀλήτης
10γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ ὁ περιποιητικὸς Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζʹ, Διὸς ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονο‐
15γραφίαν ἔμπρακτον κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις ἐπιστεύθη καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία
20καὶ ἰδίῳ ταπεινώματι. μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς χρόνους Ὑδροχόου Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν, οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν δι’ ἀμέλειαν καὶ σπάνιν χρεωστίαις περιπεσὼν
25ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν ὑπόστασιν οὕτω φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη βʹ μῆνας ϛʹ, εἶτα Ζεὺς ἐνιαυτὸν αʹ, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γʹ, εἶτα Ἀφροδίτη μῆνας ηʹ, εἶτα Ἑρμῆς ἐνιαυτὸν αʹ μῆνας ηʹ· ἔκτοτε εἰς μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθ’ ἑξῆς Σελήνη παρέλαβε ἔτη βʹ
30μῆνα αʹ· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα καὶ [εἰς] φίλων βοηθείας τετευχέναι. εἶτα ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν αʹ μῆνας ζʹ ἐν Λέοντι καὶ Ἑρμῆς Παρθένῳ ἐνιαυτὸν αʹ μῆνας ηʹ· κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις καὶ τῷ
Ἑρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν168

169

ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας ηʹ, ἑξῆς Ἄρης ἐνιαυτὸν μῆνας γʹ, εἶτα Τοξότης ἐνιαυτὸν αʹ· καὶ τὸ τέλος ἐγένετο. 〈θʹ.〉 Περὶ κοσμικοῦ ἐνιαυτοῦ
5καὶ τοῦ πρὸς τὴν διαίρεσιν ἐνιαυτο, πόσων ἑκάτερος ἡμερῶν ἐστι καὶ πῶς δεῖ λογίζεσθαι. Ἐπεὶ δὲ ὁ μὲν κοσμικὸς ἐνιαυτός ἐστιν ἡμερῶν 〈τ〉ξεʹ δʹ, πρὸς δὲ τὴν διαίρεσιν ὁ ἐνιαυτὸς λζʹ, τὰς ἀνὰ εʹ ἑκάστου ἔτους ἀφαιροῦντες καὶ τὸ τέταρτον τῶν ἐνιαυτῶν καὶ συναγαγόντες τὰ
10ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγʹ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιεʹ, ζητεῖν δὲ τοῦ λγʹ ἔτους Μεσωρὶ κʹ. ἔλαβον τῶν λʹ ἐτῶν τὰς ἀνὰ εʹ· γίγνονται ρνʹ· καὶ τῶν δύο τῶν πλήρων ιʹ καὶ τὸ τέταρτον τῶν λβʹ· γίνονται ηʹ·
15γίνονται ὁμοῦ ρξηʹ. εἶτα ἔλαβον ἀπὸ τῆς ιεʹ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κʹ· γίνονται σιεʹ· ταύτας προσέθηκα ταῖς ρξηʹ· γεγόνασι τπγʹ· ἐκ τούτων ἀφαιρῶ τξʹ· λοιπαὶ κγʹ. ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγʹ καὶ ἡμέρας κγʹ· ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων
20ἀφέσει ποιοῦμαι. 〈ιʹ.〉 Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἑκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις. Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβʹ τῶν ἐτῶν λαβόντες
25ἐπιγνωσόμεθα, πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιεʹ, τούτων τὸ ιβʹ εἰσὶ μῆνες ιεʹ· ὁμοίως τούτων τὸ ιβʹ ἡμέραι λζʹ ἥμισυ· καὶ πάλιν τούτων τὸ ιβʹ ἡμέραι γʹ ὧραι γʹ. ταῦτα μερίζειν κατὰ τὸν ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαι‐
30ρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας εὕρῃ. λεπτομερέστερον οὖν
ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι πρὸς τὸ μὴ πλέκεσθαι169

170

τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθʹ μῆνας ιθʹ ἡμέρας μζʹ ἥμισυ ἡμέρας γʹ ὥρας κγʹ. Σελήνη ἔτη κεʹ μῆνας κεʹ ἡμέρας ξβʹ ἥμισυ ἡμέρας εʹ ὥρας εʹ. Κρόνος ἔτη λʹ μῆνας λʹ ἡμέρας ο〈εʹ〉 ἡμέρας ϛʹ ὥρας ϛʹ. Αἰγόκερως ἔτη κζʹ μῆνας κζʹ ἡμέρας ξζʹ ἥμισυ
5ἡμέρας εʹ ὥρας 〈ι〉εʹ. Ζεὺς ἔτη ιβʹ μῆνας ιβʹ ἡμέρας λʹ ἡμέρας βʹ ὥρας ιβʹ. Ἄρης ἔτη ιεʹ μῆνας ιεʹ ἡμέρας λζʹ ἥμισυ ἡμέρας γʹ ὥρας γʹ. Ἀφροδίτη ἔτη ηʹ μῆνας ηʹ ἡμέρας κʹ ἡμέραν αʹ ὥρας ιϛʹ. Ἑρμῆς ἔτη κʹ μῆνας κʹ ἡμέρας νʹ ἡμέρας δʹ ὥρας δʹ. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν νʹ ἢ ξʹ, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησό‐
10μεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ τὴν περίοδον τῶν ἐτῶν ἐφ’ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.
15 Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ιϛʹ σὺν ταῖς ἀνὰ εʹ ἑκάστου
20ἔτους. ἑπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβʹ οὐδέπω ἐμέρισε, δέδωκα αὐτοῖς ἔτος αʹ, εἶτα Κριῷ ἔτος αʹ μῆνας γʹ, Ταύρῳ μῆνας ηʹ· γίνεται ἔτη βʹ μῆνες ιαʹ. εἶθ’ ἑξῆς δώσει Ἑρμῇ ἔτος αʹ μῆνας ηʹ ἕως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζʹ· οὐδέπω δʹ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ
25Ἑρμῆς ἤδη ἔχων μῆνας ηʹ ἡμέρας ιεʹ· γίνονται ἡμέραι σνεʹ· ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας νʹ, εἶτα Καρκίνῳ ἡμέρας ξβʹ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζʹ ἥμισυ, εἶτα Παρθένῳ νʹ, εἶτα Ζυγῷ κʹ· γίνονται ἡμέραι σλʹ· λοιπαὶ ἡμέραι κεʹ. ταύτας
30Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι συμπληρώσεως τῶν λζʹ ἥμισυ· τὰς οὖν κεʹ ἡμέρας ὁ Ἄρης ἐπι‐ μερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γʹ ὥρας γʹ, εἶτα Τοξότῃ ἡμέρας βʹ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας εʹ ὥρας ιεʹ, εἶτα Ὑδροχόῳ ἡμέρας ϛʹ ὥρας ϛʹ, εἶτα Ἰχθύσι ἡμέρας βʹ ἥμισυ· Κριῷ
35ἡμέρας γʹ ὥρας λʹ, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κεʹ ἡμερῶν τὰς λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ
Διὸς παραλαβών, τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη170

171

ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει τούτους ἐπὶ γενέσεως, πῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὕτως ἀποφαί‐ νεσθαι. Τινὲς μὲν οὖν καὶ τὰς ἡμέρας κατὰ τὸ τρίγωνον ἐπιμερίζουσιν·
5ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοποιὸς κοσμοκράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμους καὶ ὠφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατ’ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν
10ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἢ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατ’ ἐπιδιαίρεσιν
15ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρημα‐ τιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παρο‐ δικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ
20συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκηʹ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτο‐ μέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδʹ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν. 〈ιαʹ.〉 Περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ μερικῆς ἀγωγῆς.
25 Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατ’ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν
30ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δ’ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι
κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων171

172

ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες
5διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δ’ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς
10καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκῃ τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ιʹ καὶ μῆνες θʹ, ἄλλοι δὲ πρὸς
15τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον—ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι βʹ ἢ ιʹ ἢ ζʹ, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ
20τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὃν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς
25δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυ‐ άνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἔστιν οὔτε ἔσται·
30ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον. Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαι‐ δεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας,
δι’ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν172

173

ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας
5τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυ‐
10λάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δέ τις καὶ μετὰ θάνατόν ἐστι
15κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν 〈εἰ〉 καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ
20συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παρα‐ λαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι
25μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν
30ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετ’ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονο‐ γραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς
35ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρι‐
σιν ποιεῖσθαι.173

174

Ἀρχὴ δὲ τῆς ὑφηγήσεως ἔστω ἐντεῦθεν. τὰ καταγόμενα ἔτη τῆς γενέσεως σκοπήσαντες ἐκκρούομεν ὁσάκις δυνάμεθα δωδεκάδας, τὸν δὲ περιλειπόμενον ἀριθμὸν ἐπὶ τὸν δυνάμενον παραλαβεῖν ἀποδόντες ἐπιγνωσόμεθα, τίνι παραδίδωσι τὸ ἔτος. τὸ δὲ λεχθὲν
5σύντομον μὲν ἔχει τὴν κατάληψιν, τὴν δὲ διάκρισιν ποικίλην. πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ,
10Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος λεʹ. ἀφεῖλον δωδεκάδας δύο, ἅ ἐστιν κδʹ· λοιπὰ ιαʹ· λογιζόμεθα οὖν τὰ ιαʹ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ιαʹ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην.
15αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λεʹ ἔτει· καὶ καθ’ ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν. Συγκρίνειν οὖν δεῖ καὶ ὁπόταν πολλαὶ παραδόσεις γένωνται,
20πότερον αἱ τῶν ἀγαθοποιῶν ἢ τῶν κακοποιῶν πλεονάζουσι, κἀκεί‐ νοις τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν
25ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθ’ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς
30ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἔστι μὲν τὸ ἔτος πρακτικὸν καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλ’ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατ’ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ
35ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ
αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ174

175

καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν· καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώ‐ πων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δʹ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ
5γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δʹ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δʹ, σύνοδος διχότομος πανσέληνος διχότομος βʹ· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν
10καὶ ἐπίγειον κατάστημα ἐκ δʹ στοιχείων καὶ ἐκ δʹ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δʹ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπ’ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προ‐
15γινώσκειν καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντι‐ γενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν
20συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμ‐ φωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεως γεγόνασιν, ἤτοι
25χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτε‐ λέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην
30ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα. Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ δι’ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ
35τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ
ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπ’ αὐτοῦ τὴν ἄφεσιν τῶν175

176

ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ
5περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς
10πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρι‐ κῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως ἢ λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν
15δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ
20συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παρ’ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς. Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν,
25εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρηματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτ’ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπ’ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά
30ἐστιν ὡροσκόπος [ἢ] μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπά. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ
35τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθ’ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται. ἐὰν δέ πως ἐπὶ γενέσεως
μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἑνὶ ζῳδίῳ τετευ‐176

177

χότων, παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὃ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσιν γʹ ἢ δʹ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς
5χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δ’ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐάν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον.
10ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφ’ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατ’ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως
15εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθή‐
20σεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον *** Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὠφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις
25κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενή‐ σονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται. Οἷον ἔστω τινὰ τῷ πρώτῳ κύκλῳ γεγαμηκέναι τῆς γενέσεως καταγούσης ἔτος λδʹ· δεῖ γὰρ κατὰ τὰς ἡλικίας καὶ τὰ ἀποτελέ‐
30σματα συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος
δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ177

178

προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατ’ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει
5ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ
10ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίας γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δ’ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν
15καταδίκῃ ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλα‐ γήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται
20κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικὰς χρονογρα‐ φίας καὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας
25φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον
25κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατ’ ἐπέμβασιν πρὸς τὸν παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβά‐ νουσιν *** ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει
30ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα
35καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν
λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.178

179

Ἐπεὶ δέ τινες τῶν συνταγματογράφων ᾐνίξαντο τὴν προκει‐ μένην αἵρεσιν, οἱ δὲ μέλλοντες ἐντυγχάνειν τῇδέ μου τῇ συντάξει μνησθήσονται κατ’ ἀρχὰς ὡς μηδεμιᾶς τινος ἐπεξειργασμένης ἀγωγῆς, ἀναγκαῖον καὶ τὰς κλεῖδας ἐπιδεῖξαι, δι’ ὧν ἡ παράδοσις
5κατὰ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνεργεστέρα γενομένη θαυμαστὸν ὅσον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ἐν ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεω‐ ρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.
10〈ιβʹ.〉 Περὶ τῶν ὀνομασιῶν τῶν ιβʹ τόπων καὶ περὶ τῆς δωδεκατρόπου. Ἀρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· βʹ βίος, Ἅιδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθή‐
15κης τόπος. γʹ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δʹ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρό‐ σωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχὴ μυστικὰ πράγματα. εʹ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ
20τινος ἢ εὐεργεσίας. ϛʹ δούλων σίνους ἔχθρας πάθους ἀσθε‐ νείας ***. ηʹ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θʹ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφων πραγμάτων κοινωνίας. ιʹ πράξεως δόξης
25προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ιαʹ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβʹ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας. Ἕκαστος μὲν οὖν τόπος καθὸ σημαίνει ἰδίως ἀποτελέσει,
30συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παρα‐ διδοὺς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκει‐ μένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ
τόπου τὸ ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων179

180

ἰδίαν ἀποτελεσμάτων δύναμιν ἐχούσης, ἣν ἐν τῷ τέλει τῶν διαι‐ ρέσεων τάξομεν. οἷον ἐὰν Κρόνος ἢ Ἄρης ἐπὶ τοῦ ὡροσκόπου ὄντες παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἐροῦμεν κατ’ ἐκεῖνο τὸ ἔτος σωματικὴν ὄχλησιν ἢ κίνδυνον ἢ αἱμαγμόν· ἐὰν δὲ ἐν τῷ
5ζʹ ἀπὸ ὡροσκόπου, παρατροπὴν διὰ γυναῖκα ἢ κίνδυνον γυναικὸς ἢ διὰ γάμον ἐπιταράχους αἰτίας· ἐὰν δὲ ἐν τῷ θʹ ἀπὸ ὡροσκόπου, ξενιτείαν ἐπισφαλῆ καὶ ἐπὶ ξένης σκυλμὸν ἢ ἀπὸ ξένων προδοσίας· ἐὰν δὲ ἐν τῷ ιβʹ, διὰ δούλους λύπην ἢ ἐχθρῶν ἐπαναστάσεις· ἢ ὅσα ἕκαστος τόπος ἀποτελεῖ, περὶ ἐκεῖνα ὁ ἀστὴρ ἐνεργήσει. ἐὰν
10δὲ ἀγαθοποιοὶ ἐπῶσι τοῖς τόποις, ἀγαθόν τι σημαίνουσιν, οἷον δόξας ὠφελείας ἀγορασμοὺς καταθυμίους ξενιτείας· κατὰ δὲ τοὺς παραλαμβάνοντας καὶ ἐπιμαρτυροῦντας τοῖς τόποις καὶ αἱ διακρίσεις ἔσονται, πλὴν ἔκ τε τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος καὶ τῶν τόπων τὸ εἶδος τοῦ ἀποτελέσματος καὶ ἡ ἔκβασις τῶν
15πραγμάτων κριθήσεται. προβλέπειν δὲ δεῖ καὶ τὸν κύριον τοῦ παραδιδόντος ἢ παραλαμβάνοντος, ἐν ὁποίῳ ζῳδίῳ τέτευχε· καὶ οὗτος γὰρ ἐνεργήσει 〈καὶ〉 πρὸς τὸ εἶδος καὶ τὸ ἀποτέλεσμα ἔσται. τὸ δὲ δεύτερον ζῴδιον τὸ ἀπὸ ὡροσκόπου καὶ τὸ ηʹ ἀργὸν καὶ θανατικὸν κριθήσεται· ἐν τούτοις παράδοσις ἢ παράληψις
20ὅταν γένηται, ἐκ θανατικῶν προφάσεων ὠφελοῦνται, καὶ μάλιστα ὅταν ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι, μείζονες ὠφέλειαι γενήσονται· εἰ δὲ καὶ κακοποιοί, κρίσεις ἀμφιλογίαι ἔσονται ἕνεκα τῆς κατα‐ λείψεως καὶ ἐπικίνδυνον τὸ ἔτος καὶ ἐπίλωβον ἢ ἄπρακτον. ἔσθ’ ὅτε μὲν οὖν τῶν κακοποιῶν μόνων ἐπόντων ἢ σὺν Ἡλίῳ ἢ Σελήνῃ
25ἢ Ἑρμῇ, καὶ φονικὰ ἐγκλήματα ἀναλαμβάνουσι καὶ καθ’ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἐπῇ ἢ μαρτυρῇ, ἕνεκα φαρμακείας ἐπιταράσσονται ἢ ὡς ἐπίβουλοι δια‐ βάλλονται. πλὴν θανάτου καὶ καταλείψεως δηλωτικοὶ οἱ τόποι τοῦ Κρόνου, κατὰ τὴν πρὸς Δία παράδοσιν κληρονομίας καὶ
30ὠφελείας ἐκ νεκρῶν ἀποτελοῦντες· ἐὰν οὖν καὶ αὕτη ἡ παράδοσις συνδράμῃ τῇ πρώτῃ χρονογραφίᾳ, ἀπαραβάτως κληρονομίαι καὶ μεγάλαι ὠφέλειαι ἔσονται κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ἐὰν δὲ τῆς διαιρέσεως οὔσης ἐν ταῖς Ἅιδου πύλαις τύχῃ ἡ αὐτὴ παράδοσις ἀπὸ Κρόνου καὶ εἰς Διὸς οἶκον, κληρονομία ἔσται. ἐὰν δὲ κατὰ
35μόνας ἡ παράδοσις ἔλθῃ, καὶ ὠφέλεια ἀπὸ νεκρικῶν· ὁμοίως δὲ180

181

κἂν ἐν τῷ αὐτῷ ζῳδίῳ ὄντες Κρόνος καὶ Ζεὺς παράδοσιν ἢ παρά‐ ληψιν ποιήσωνται. ἀπὸ ἀγαθοῦ δαίμονος ἢ ἀγαθῆς τύχης ἢ κλήρου ἐὰν γένηται παράδοσις ἀγαθοποιῶν ἐπόντων, ἔσονται κληρονομίαι ἢ δωρεὰ ἢ ἀγαθοῦ τινος πρόφασις. ἐὰν δέ πως οἱ θανατικοὶ
5τόποι τοῖς ἀποκλίμασι τὴν παράδοσιν ποιήσωνται ἢ καὶ τὰ ἀπο‐ κλίματα τοῖς θανατικοῖς, ἐπὶ ξένης ἢ ἀπὸ ξένης θάνατόν τινος ἀκούσονται· τὰ γὰρ δʹ ἀποκλίματα ξένων καὶ δούλων τόπον σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ Δίδυμοι καὶ ὁ Τοξότης καθολικῶς ἐπὶ πάσης γενέσεως τὸν περὶ δούλων τόπον σημαίνουσι διὰ τὸ
10κοσμικόν· ὡροσκοποῦντος γὰρ Καρκίνου ὁ περὶ δούλων ἐν τούτοις καταλήγει. ἐὰν οὖν ἐν ἑτέρῳ τις ζῳδίῳ τὸν περὶ δούλων τόπον ἔχῃ, ἐν δὲ τούτοις εὑρεθῶσι κακοποιοί, ἀπὸ δούλων ταραχὰς καὶ ἀδικίας ὑπομενοῦσιν, ἔτι δὲ καὶ ζημίας καὶ θανάτους καὶ δρασμούς, καὶ μάλιστα τοῦ Κρόνου γενομένου κατὰ τούσδε τοὺς τόπους· ἐὰν
15δὲ ἀγαθοποιοὶ ἐπῶσιν, εὐνοηθήσονται καὶ ἐκ τῶν τοιούτων ὠφε‐ λείας παραδέξονται καὶ αὐτοὶ δὲ εὐεργέται εἰς αὐτοὺς γενήσονται ἢ καί τινας ἀναθρέψουσιν ἐν τέκνων μοίραις. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποκλιμάτων νοείσθω. 〈ιγʹ.〉 Περὶ τῆς ἀπὸ ὑψώματος εἰς ὕψωμα παραδόσεως.
20 Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων οἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴκους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦ‐
25σιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἢ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἢ ὑψωμάτων ἢ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν. ὁ μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων,
30θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχει‐ ρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ἡλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων
35ἐναντιουμένων καὶ ἀνοικείως ἐσχηματισμένων, Ἑρμοῦ δὲ παρεμ‐181

182

πλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπ’ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι
5τραύμασί τε καὶ αἱμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν ἐμπρησμοῖς τε ἢ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθου‐ μένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν ἢ τῇ δόξῃ. παρατηρητέον οὖν, 〈εἰ〉 οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτε‐ ρινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γὰρ πρὸς
10τὸ ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ τὰς οἰκείας παραδόσεις ἢ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ
15Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ἐν ταῖς παραδόσεσιν ἢ ἐπεμβάσεσι δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἢ παραπεπτωκότες ἐπι‐ τάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἢ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικὰς βασάνους
20καὶ ἐν τοῖς διαπρασσομένοις κακίσεις. 〈ιδʹ.〉 Περὶ φάσεως τῶν ἀστέρων καὶ ἐπεμβάσεως. Καθολικῶς οὖν ἐπὶ πάντων τῶν ἀστέρων παρατηρητέον· ἐπὰν γὰρ ἀνατολικοὶ εὑρεθῶσι παραδιδόντες ἢ παραλαμβάνοντες καὶ τοῦ ἔτους κυριεύοντες ἢ τῶν καθολικῶν χρόνων, κατὰ δὲ τὴν
25ἐπέμβασιν εἰς τοὺς χρηματιστικοὺς τόπους γένωνται καὶ τὴν ἀνατολὴν ποιήσωνται, προφανῶς τὰς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὐτῶν τότε διεγείρεται καὶ κατὰ τὴν ἰδίαν φύσιν ἕκαστος τὸ ἴδιον ἀποτελεῖ. ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὃ δηλοῖ ὁ ἐνιαυτὸς ἐφ’ οὗ ἐστι ζῳδίου,
30ἐκείνου ἐνεργήσει τὸ ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τὰς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ἐν ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ἐν ταῖς ἀκρωνυχίαις ἀσθενέστεροι καὶ
ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προ‐182

183

δεικνύντες. εἰ δέ πως τὸ δεύτερον στηρίζοιεν, τὰς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτὰς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν· ἐὰν δὲ ὑπὸ δύσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας ἐν τοῖς διαπρασσομένοις ἐπάγουσιν,
5ἔτι δὲ καὶ σωματικοὺς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἢ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὸ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατ’ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρη‐
10γορίαν τινὰ καὶ βοήθειαν. τὸ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατ’ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτοὺς ἢ τὰ τούτων τετρά‐ γωνα ἢ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ ἐν χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνα‐
15τολικὸς γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τοὺς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατ’ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.
20〈ιεʹ.〉 Περὶ τρίτου καὶ ἐνάτου τόπου ἀπὸ ὡροσκόπου. Ὁ γʹ ἢ ὁ θʹ τόπος ἀπὸ ὡροσκόπου παραδιδοὺς ἢ παρα‐ λαμβάνων ἀγαθοποιῶν ἐπόντων ξενιτείας ἐπ’ ἀγαθῷ ἀποτελεῖ ἢ ἐπὶ ξένης ἢ ἀπὸ ξένων πράξεις καὶ συστάσεις ἀποτελοῦσι· κἂν δισώματος ὁ τόπος τύχῃ, πλειστάκις ὠφεληθήσονται ἢ πολλὰ
25ξενιτεύσουσι. τινὲς μὲν οὖν ἐν τούτοις τοῖς τόποις χρηματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἢ εὐχὰς ἢ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρό‐ νοιαν ἀσθένειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον [οἱ] ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ
30τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἢ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθί‐ στανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἢ βασιλέων τύπους κατασκευάσαντες
ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἢ μαρτυ‐183

184

ρούντων τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἢ ἐνδεί‐ αις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες δια‐ τελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατ’
5ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἑτεροσεβοῦσι ἢ ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ ἐν προγνώσει γίνονται καὶ χρησμοδο‐ σίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις διαλαμβάνονται· οἱ δὲ καὶ ἐν μείζονι τύχῃ καὶ δόξῃ καθεστῶτες ἀπὸ ξένης ἢ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἢ πόλεων,
10ὧν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθ’ ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται. 〈ιϛʹ.〉 Περὶ ἀνωμαλίας γενέσεων.
15 Πρὸ πάντων οὖν ἀναγκαῖον πάσης γενέσεως τὴν ὑπόστασιν καὶ τὴν τάξιν ἐπιγνόντας οὕτως καὶ τὰς τῶν ἀστέρων καὶ τῶν ζῳδίων ἁρμόζεσθαι φύσεις, ἵνα μὴ τὸ αὐτὸ ἀποτέλεσμα ἐπὶ τῶν μετρίων καὶ ἐνδόξων λέγηται, ἀλλὰ διάφορον. καὶ γὰρ ἕκαστος ἀστὴρ καὶ ἕκαστον ζῴδιον καὶ μετρίαν ἔχει φύσιν εὐεργεσίας ἢ
20κακώσεως καὶ ἔνδοξον ἐπέχει ἢ μείζονα κάκωσιν· ὅθεν καὶ μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται, ὁτὲ δὲ κακῶν. ἐπὰν οὖν ἐπίσημον καὶ λαμπρὰν ὑπόστασιν εὕρωμεν διαφυλασσομένην ὑπὸ τῆς τῶν ἀγαθῶν μαρτυρίας ἐν ταῖς χρονικαῖς παραδόσεσι κακοποιῶν ἐχόντων τοὺς χρόνους ἢ καὶ κατὰ τὴν ἐπέμβασιν τοῖς κέντροις ἢ χρημα‐
25τιστικοῖς τόποις ἐπεληλυθότων, οὐδὲν λέγομεν ἄτοπον πείσεσθαι τὴν γένεσιν· τὰς δὲ οἰκονομίας [ὡς] παντελῶς ἀτάκτως διοικήσει καὶ περιβοησίας ἢ ψόγους ἀναδέξεται ἔν τε θορύβοις καὶ φόβοις γενήσεται. ἐὰν δέ πως ὁ Ἥλιος ἢ ἡ πανσέληνος κακωθῇ, παρά‐ νομόν τι καὶ βίαιον διαπραξάμενοι ταραχάς τε καὶ πολυθρυλλήτους
30〈κινδύνουσ〉 ὑπομενοῦσι καὶ πόλεων ἢ ἐχθρῶν ἐπαναστάσεις, ὧν
χάριν ἐπιθορύβως διάγουσιν. ἐπὶ τῶν οὖν τοιούτων συγκρίνειν184

185

δεήσει τὴν τῶν ἀγαθοποιῶν συμπαρουσίαν ἢ μαρτυρίαν, ἵνα αἱ αἰτίαι παρεκδράμωσιν, ἤγουν καθαιρέσεις καὶ ἀτιμίας προλέγειν. ἐὰν δὲ μόνη ἡ Σελήνη ἢ ὁ ὡροσκόπος κακωθῇ, διὰ σκυλμοὺς σωματι‐ κοὺς καὶ ἐπισφαλεῖς νόσους ἀφαντασίωτος ἡ τῆς ἀρχῆς δόξα γενή‐
5σεται ἀνιαρά τε καὶ ἐπώδυνος τοῖς κεκτημένοις. ἐὰν δέ πως ἡ ὑπόστασις τῆς γενέσεως ἄπρακτον καὶ ἰδιοπράγμονα βίον διάγουσα εὑρεθῇ, οὔτε ἐν ταῖς τῶν χρόνων παραδόσεσιν οὔτε ἐν ταῖς τῶν κατ’ ἐπέμβασιν σχηματογραφίαις χρὴ λέγειν ποικίλα καὶ παράδοξα πράγματα οὔτε καινοποιίας πράξεων ἢ μεταβολάς, οὔτε τοὺς πάνυ
10εὐδαίμονας οἱ κακοποιοὶ ἐπεμβάντες εἰς τοὺς χρηματιστικοὺς τόπους καταβλάψουσιν οὔτε μὴν οἱ ἀγαθοποιοὶ τοὺς μετρίους ὠφελήσουσι διὰ τὸ πρόληψιν καθολικὴν ὑπάρχειν, ἣν ἀλλάξαι τὰ κατὰ μέρος οὐ δύνανται. εἰσὶ μὲν οὖν πολλαὶ γενέσεις ἀπὸ μεγάλης τύχης καὶ δόξης εἰς ταπεινότητα κατερχόμεναι, ἄλλαι δὲ
15ἀπὸ μετρίας τύχης καὶ ἀπὸ γένους ἀδόξου εἰς εὐδαιμονίαν καὶ περιφάνειαν καταντῶσαι. ἐπὰν οὖν εἰς ὕψος φερομένη ἡ γένεσις εὑρεθῇ ἐκ τῶν καθολικῶν αἱρέσεων, ἐν ταῖς κατὰ μέρος χρονο‐ γραφίαις ἀγαθοποιῶν μὲν ἐχόντων τοὺς χρόνους λαμπραὶ ἐπισημα‐ σίαι καὶ ὠφέλειαι καὶ προκοπαὶ παρακολουθήσουσι, κακοποιῶν
20δὲ ἐχόντων μετεωρισμοὶ καὶ ταραχαὶ καὶ ἐνοχλήσεις σωματικαί, ἡ δὲ ὑπόστασις ἀκαθαίρετος διαμενεῖ. ἐὰν δέ πως ἡ γένεσις εἰς ταπεινότητα φέρηται ἐκ τῆς καθολικῆς ὑποστάσεως, οἱ μὲν ἀγα‐ θοποιοὶ τοὺς ἐνιαυσίους χρόνους λαβόντες ἢ ἐπεμβάντες ἀσθενέστεροι εἰς τὸ εὐεργετεῖν γενήσονται, παραχωρήσουσι δὲ τοῖς κακοποιοῖς
25[εἰς] τὸ καταβλάψαι τὴν γένεσιν. οὕτως οὖν πάντοτε οὔτε οἱ ἀγαθοποιοὶ ἀγαθοποιὸν τόπον ἐπέχουσιν οὔτε μὴν οἱ κακοποιοὶ κακοποιόν, ἀλλὰ διὰ τῆς καθολικῆς ὑποστάσεως εἰς τὰς κατὰ μέρος χρονογραφίας ἐναλλασσόμενοι καὶ γινόμενοι ἀγαθοποιοὶ ***. Ἄλλως τε τὰς πράξεις ἑκάστης γενέσεως δεῖ ἐξετάζειν, πότερον
30ἀπὸ Ἑρμοῦ ἢ Ἄρεος ἢ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ Διός, ἵνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ἐν ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός.
35οἷον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλίου ἢ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ τόποι,
περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κἂν ἐπ’ αὐτοῦ ὁ ἐνιαυτὸς 〈ᾖ〉185

186

ἢ πρὸς αὐτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται,
5ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον. οἷον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικοὺς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους
10ἡ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, ἐν τῷ ἔτει γενήσονται· ἐὰν δὲ αἱ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον τὸ ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγα‐ θοποιοῖς τοὺς κακοποιοὺς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐν ἑνὶ ζῳδίῳ
15τουτέστιν οἰκοδέκτωρ γενόμενος ἐν τοῖς χρηματιστικοῖς τόποις, πρακτικὸν τὸν χρόνον ἀποτελεῖ. Δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ
20γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Ἐὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιοὺς ἐπόντας ἢ μαρτυροῦντας ἢ καὶ χρηματιστικὸν τὸ ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἢ ὠφέλειαν ἢ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους
25τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ἐν ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἢ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ
30πίστεις τινὲς ἢ δωρεὰς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχῃ ἢ συμπαρῇ, ὁμοίως
35δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ ἐν τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς ἐν τῷ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπω‐ φελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων
εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ186

187

Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περι‐
5βοησίας, κἂν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἢ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται. Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαιρέτως δὲ ἡ κατὰ τετράγωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ἰσαναφόροις·
10ἐν δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν *** ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καὶ ἐπιζήμια διὰ τὸ εἶναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεως σκοπεῖν δεήσει τὰς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ
15καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῷ αὐτῷ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατ’ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυνα‐
20μένου χωρεῖν ἀποτέλεσμα οἷον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενή‐ σεται τὰ ἀποτελέσματα, ἔσθ’ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἂν τὸν τῆς ἀκμῆς χρόνον καταλαβὼν ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οἷον
25δωρεὰν κατάλειψιν ἢ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά. ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθο‐ λικῆς [καὶ] συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα
30συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν
προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ τὸ ἀποτέλεσμα187

188

ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δ’ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠφεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἐξ ἧς ὁ προειρημένος
5προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ ἐν τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλ’ ἐν τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ τὸ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε τὸ ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον τὸ αὐτὸ ἤτοι δι’ ἀποδημίαν ἢ κρίσιν ἢ κατηγορίαν ἢ
10ἑτέραν τινὰ αἰτίαν· τὸ δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγο‐ ρασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἢ ξενιτείας καὶ τῶν λοιπῶν τῶν ἐν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἢ καὶ ἐναντιότητας· καὶ καθάπερ
15δι’ ὀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αἰφνιδίως ἢ ἀπροσ‐ δοκήτως ἐπιφέρειν, ὁτὲ δ’ ἐπιτείνειν καὶ διακατέχειν μετ’ ἀνάγκης, μέχρις οὗ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβῃ τοὺς ἀστέρας.
20 Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὐτὰς ποιεῖται, ἀλλ’ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων τὸ κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθὼν ἐξ ὑστέρου πολλὴν ζάλην καὶ
25φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τὰς ἐπομβρίας συντελεῖ ἢ μετὰ τοὺς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλ’ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδ’ ὅλως ἐνδειξαμένη χειμερινὴν
30στάσιν ἐν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἔσθ’ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἱ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλ’ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ἐξ ὑστέρου τὰς φάσεις ποιήσονται, ἔσθ’ ὅτε δὲ οὐδ’ ὅλως
35ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθαι παρὰ τὰς τοῦ188

189

ἔτους ἀνατολὰς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικοὺς καὶ κυκλικοὺς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς. 〈ιζʹ.〉 Περὶ παραδόσεως ἀστέρων καὶ ἀποτελεσμάτων
5καὶ ὡροσκόπου. Ἀκολούθως δὲ καὶ τὰς παραδόσεις τῶν ἀστέρων ὑποτάξομεν. Ἥλιος μὲν οὖν Κρόνῳ παραδιδοὺς πονηρὸν τὸ ἔτος ἀποτελεῖ· ἀπραγίας γὰρ καὶ ἐναντιώματα σημαίνει ἔχθρας δὲ ἢ ἀντιλογίας καὶ ἀπὸ ὑπερεχόντων ἢ πρεσβυτέρων κακώσεις καὶ ταγμάτων ἐπα‐
10ναστάσεις νόσους τε ἢ ὀφθαλμίας ἀνωμαλίας τε βίου καὶ κινήσεις ἐπιφόβους ὑποτακτικῶν τε ἐπιθέσεις καὶ πατρὸς θάνατον ἢ ὁμοίου πατρός. κακῶς πεσὼν καταιτιασμοὺς ἀποτελεῖ καὶ συνοχάς. Ἥλιος Διὶ παραδιδοὺς τὸ ἔτος λαμπρὸν τὸ ἔτος δηλοῖ καὶ πατρὸς δόξαν τῷ ἔχοντι καὶ ὑπερεχόντων συστάσεις καὶ εὐημερίας
15καὶ δωρεὰς καὶ πράξεις ἐπισήμους ἢ ἀρχὰς ἢ σπορὰς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ ἐν τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστι‐ κὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. —Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς τὸ ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα· αὐτῷ † ταραχοὺς ἐμπράκτους καὶ
20μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχθρας ἢ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αἱμαγμοὺς ἢ [δι’] αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμοὺς ἐπιφθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Ἀφροδίτῃ ἀγαθὸν
25καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περι‐ ποιεῖ καὶ δωρεὰς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἢ ἀγορασμοὺς κόσμου ἢ σωμάτων, τοῖς δ’ ἐν ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς
30ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχὰς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδια‐
σμοὺς καὶ ζημίας. —Ἥλιος Σελήνῃ πρακτικὸς καὶ φιλάνθρωπος189

190

ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονὰς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. —Ἥλιος ἑαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπρὰς ἐπισημασίας καὶ
5πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχῃ ἢ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἧσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήσῃ,
10μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς. Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν
15ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἢ προσεπιτεῖναι τὸ κακὸν ἢ ὠφελῆσαι καὶ δοξάσαι. βέλτιον μὲν οὖν ἐν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτοὺς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον
20τραπήσονται. 〈ιηʹ.〉 Ἐπιμερισμοὶ Σελήνης. Σελήνη ἑαυτῇ ἐπιμερίσασα ἀηδής· ἐπάγει γὰρ ἔχθρας καὶ ἀντιδικίας ἀπὸ μειζόνων προσώπων καὶ βίου αὐξο *** οἰκείων τε ἢ γυναικὸς ἀντικαταστάσεις· ἐὰν δὲ κακοποιὸς ἐπιθεωρήσῃ, σωμα‐
25τικὰς ἀσθενείας καὶ κινδύνους αἰφνιδίους ἀποτελεῖ. σκοπεῖν δὲ δεῖ ἐν τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ τὸ ζῴδιον ἐν ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβὰς χείρονά τινα ἀποτελέσει· εἰ δ’ ἀγαθο‐ ποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολὰς τόπων, εἶθ’ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν
30φαύλων ἴασιν ἀποτελεῖ. —Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν βίου καὶ ἐξοδιασμοὺς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δ’ ἐν εὐσταθείᾳ καὶ δόξῃ βίου
35ὑπάρχουσιν ἐξοδιασμοὺς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων190

191

καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. —Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέωρον τὸ ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολὰς καὶ ψύξεις πράξεων καὶ σωμα‐
5τικοὺς κινδύνους καὶ κρυπτῶν πόνους ἢ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὖσα· ἀνατολῆς δὲ οὔσης ἧττον τὸ κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. —Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ ἐν περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχὰς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάς· ἀγάμοις γάμον,
10γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσ‐ δοκωμένων 〈καὶ〉 ἐλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὁ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέ‐ ρας· κινδύνους γὰρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις
15ἢ πυρὸς ἐπιφορὰς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἢ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δ’ ἀφαιρετικὴ τύχῃ ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τὰ φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τὰς ἐπιβολὰς 〈οὐκ〉 εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων
20καὶ μόχθων. —Σελήνη Ἀφροδίτῃ εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἢ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ
25παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικὰ πρόσωπα. —Σελήνη Ἑρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετὰ ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετὰ κακοποιῶν, δίκας καὶ ταραχὰς ὑπομενοῦσι χάριν
30ἀργυρίων ἢ γραπτῶν ἢ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμοὺς
πλείστους ποιήσονται.191

192

〈ιθʹ.〉 Ἐπιμερισμοὶ ὡροσκόπου. Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικοὺς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας
5ἐπιταράχους πτώσεις τε ἢ σίνη. —Ὡροσκόπος Διὶ λαμπρὸν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισήμους· οἱ δὲ ἀπὸ μειζόνων ὠφελοῦνται καὶ προάγονται, τινὲς δὲ καὶ κινδύνων ἢ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἱ δὲ καὶ ἐλευθερίας πειρῶνται. —Ὡροσκόπος Ἀφροδίτῃ ἀγαθὸν
10καὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγορασμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν. — Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τὸ ἔτος δηλοῖ· τοῖς δὲ ἐν δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. —Ὡροσκόπος Σελήνῃ ἀμετάβολον καὶ
15πρακτικὸν ἀπό τε θηλυκῶν ὠφελείας καὶ συστάσεις καινισμοὺς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγα‐ θοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. —Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δ’ ὑπὸ κακοποιῶν
20βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον. Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῷ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ τὸ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φαῦλον. 〈κʹ.〉 Ἐπιμερισμοὶ Κρόνου.
25 Κρόνος ἑαυτῷ ἐπιμερίσας σκυλμοὺς καὶ ἀπραξίας σημαίνει καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκο‐ φαντίας ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν
30ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων διατελέσει *** ἠπιώτερος γενήσεται καὶ μετὰ βραδυτῆτος καί τινων ἀνυστικός. —Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον,
ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ192

193

ἔχθρας τε καὶ ζημίας ἢ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δ’ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. —Κρόνος Σελήνῃ
5μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώπων· ἔχθρας τε καὶ χωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχὰς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύ‐ σεις τε καὶ σκοτισμοὺς καὶ πάθη ἀπροσδόκητα. —Κρόνος Ἄρει
10κάκιστον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπι‐ βουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχὰς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων
15ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ ἐν χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθο‐ ποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας
20γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύσουσιν. οἱ δὲ καὶ ἐξ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγορασμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορ‐ θώσεις ποιούμενοι συγκοσμοῦνται τῷ βίῳ. ἐὰν δέ πως ὁ τοῦ
25Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτυρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμοὺς ποιήσονται. —Κρόνος Ἀφρο‐ δίτῃ χωρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν
30λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώ‐ μασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ
γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατὰ γαστρὸς193

194

ἔχῃ· καὶ τοῖς κατ’ ἄνδρα φίλοις ἀκαταστατήσει. —Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμφισβητήσεις ἀργυρικῶν τε ἢ ψηφικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ
5ἰδίων θανάτους καὶ πολυΐστορες καὶ περίεργοι γίνονται ἐν τούτοις τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραφίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ διάμετροι κάκιστοι τυγχά‐ νουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικὰς ἀφορμὰς
10φόβους καὶ ταραχάς. 〈καʹ.〉 Ἐπιμερισμοὶ Διός. Ζεὺς ἑαυτῷ ἐπιμερίσας ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον ἀποτελεῖ καὶ ὠφελείας ἀπὸ φίλων καὶ δωρεὰς καὶ πραγμάτων κατορθώσεις πίστεις τε καὶ οἰκονομίας καὶ συστάσεις μειζόνων καὶ
15τέκνων σποράς· ἐὰν δέ πως ὑπὸ Ἄρεως θεωρηθῇ, ἀνωμαλίας καὶ ἀκαίρους ἐξοδιασμοὺς προδηλοῖ. —Ζεὺς Ἡλίῳ ἐπιμερίσας λαμπρὸν καὶ περιποιητικὸν τὸν χρόνον δηλοῖ ** πρὸς τὰ ὑπερέχοντα πρό‐ σωπα καὶ ὀχλικὰς εὐημερίας ἐπάγει ἀρχάς τε καὶ προκοπάς, καὶ τιμῶν καὶ στεμμάτων καταξιοῖ ἡγεμονίας τε καὶ στραταρχίας καὶ
20ἐξουσιαστικῆς τύχης πρόδηλος κατὰ τὴν τοῦ θέματος τάξιν καὶ τοποθεσίαν. τοῖς δὲ μετρίοις πράξεις καὶ κακῶν ἀπαλλαγὴν καὶ ἐλευθερίαν συστάσεις ἐπωφελεῖς μεταβολὰς καὶ φιλίας συμπαθεῖς τεκνοποιίας ἐπικτήσεις σωμάτων, καὶ μάλιστα ἡμερινὸς καλῶς σχηματιζόμενος. —Ζεὺς Κρόνῳ μετεώρους κινήσεις καὶ ἐξοδιασμοὺς
25ποιεῖ καὶ οἰκείων ἀπειθείας, τινῶν δὲ καὶ θανάτους καὶ τόπων καὶ πραγμάτων μεταβολὰς καὶ κοινωνίας ἀβεβαίους καὶ φίλων ἔχθρας καὶ ἐν τοῖς διαπρασσομένοις δυσεπιτεύκτως ἢ μετὰ ὑπερθέ‐ σεως κατορθοῦντας καὶ ἐντεύξεις ποιουμένους καὶ αἰτήσεις καὶ ἐν ὀχλήσει γινομένους. —Ζεὺς Ἄρει, βλαβερὸς καὶ ἐπιτάραχος ὁ
30ἐνιαυτὸς καὶ πρὸς ὑπερέχοντας ἔχθρας καὶ διαβολὰς καταγνώσεις τε καὶ προδοσίας ἐπέχων ἐπικινδύνους τε ξενιτείας καὶ νόσους ἐπισφαλεῖς ἰδίων τε κλιμακτῆρας ἢ θανάτους ἀνωμαλίας τε βίου καὶ ἐξοδιασμούς. ἐὰν δὲ δημοσία ἢ στρατιωτικὴ ἡ γένεσις εὑρεθῇ καὶ τὸ σχῆμα καλῶς τύχῃ, συστάσεις καὶ προκοπὰς μετὰ ἐξοδια‐
35σμῶν ἀποτελεῖ δωρεάς τε καὶ ὑποσχέσεις, ἐπιφόβως δὲ ἢ ὑπόπτως194

195

διάγοντας. —Ζεὺς Ἀφροδίτῃ ὠφέλιμος καὶ περικτητικὸς ἐπα‐ φροδισίας ἐπάγων συστάσεις τε καὶ δωρεὰς καὶ ἀπὸ γυναικῶν ἢ διὰ γυναικῶν ὠφελουμένους συνηθείαις τε καὶ ἐπιπλοκαῖς καὶ φιλίαις περιτρεπομένους ἀγάμοις τε γάμον γεγαμηκόσι τε σπορὰν
5ἢ τέκνωσιν. ἐπὶ δὲ τῶν ἐνδόξων γενέσεων στεμματοφορίας καὶ τάξεις ἐπισήμους ἀρχάς τε πολιτικὰς καὶ δωρεὰς εἰς ὄχλους καὶ προκοπὰς μείζονας καὶ προστασίας ἀποτελεῖ καὶ σωμάτων καὶ κόσμου ἐπικτήσεις. —Ζεὺς Ἑρμῇ πρακτικὸς ἐπικερδὴς ἐκπλοκὰς πραγμάτων καὶ τοῖς διὰ λόγων ἢ ψήφων ἢ γραπτῶν ἐπωφελὴς
10καθέστηκε κοινωνίας τε καὶ φιλίας μειζόνων ἐπάγει καὶ δωρεὰς ἢ καταγραφὰς καὶ ἐκ παραθηκῶν ἢ εὑρεμάτων ὠφελουμένους· ὅθεν καὶ σωμάτων ἀγορασμοὺς ποιοῦνται καὶ φιλόκαλοι καθίστανται. τινὲς δὲ καὶ προβιβάζονται, καὶ μάλιστα ἐὰν καλῶς τύχωσι κείμενοι· καθολικῶς δὲ ἐν ὄχλοις διαβάλλονται καὶ ἐπιταράσσονται ἢ περι‐
15βοησίας ὑπομένουσι, μάλιστα κακῶς σχηματισθέντες ἢ ὑπὸ κακο‐ ποιῶν διαμετρούμενοι ἢ συνόντες ἢ τετραγωνιζόμενοι ἀγῶνα οὐ τὸν τυχόντα ὑπομένουσι καὶ ἐπιφόβως διάγουσιν. —Ζεὺς Σελήνῃ εὐκατόρθωτον καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ ἀπό τε θηλυκῶν καὶ μειζόνων προσώπων συστάσεις καὶ ὠφελείας δόξας τε καὶ
20ἀρχὰς καὶ προστασίας καὶ ἀπαλλαγὴν κινδύνων καὶ περίκτησιν κόσμου ἢ σωμάτων, σποράς τε ἢ τεκνώσεις καὶ ἐπιπλοκὰς θηλυ‐ κῶν δωρεάς τε καὶ καταγραφὰς καὶ μητρὸς εὐεργεσίαν τοῖς ἔχουσιν. ἐὰν δὲ καλῶς τὸ σχῆμα τύχῃ, καὶ παραθηκῶν κυριεύσουσιν ἢ θησαυρῶν εὑρετὰς ἀποτελεῖ εὐχρη〈μάτουσ〉 καὶ θεῷ εὐχαριστοῦντας
25κακώσεως τε ἢ δουλείας ἀπαλλακτικούς. 〈κβʹ.〉 Ἐπιμερισμοὶ Ἄρεως. Ἄρης ἑαυτῷ ἐπιμερίζων ἡμερινὸς ἀηδὴς καὶ ἐπιτάραχος γενή‐ σεται· ἐπάγει γὰρ ἔχθρας καὶ βλάβας καὶ δημοσίων πραγμάτων ἐπηρείας ἢ εἰς δημόσια ἀναλίσκοντας· τινὲς μὲν οὖν καὶ ἀπὸ
30στρατηγικῶν ἢ ἐξουσιαστικῶν προσώπων ἐπηρεάζονται ἢ συνέχονται. νυκτὸς δὲ οὐ κακός, ἀλλὰ κατορθωτικὸς καὶ ἐπωφελὴς καὶ μάλιστα 〈εἰ〉 ἐν τοῖς χρηματίζουσι ζῳδίοις καθίσταται, καὶ μάλιστα τοῖς τὰς Ἀρεϊκὰς πράξεις μετερχομένοις ἢ δημοσίας καὶ στρατιωτικάς.
Ἄρης Ἡλίῳ παραδιδοὺς πατρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ195

196

μή γε, ὁμοίου πατρός, ἔχθρας τε μειζόνων καὶ φίλων χωρισμοὺς ἀποτελεῖ νόσους τε ἐπισφαλεῖς καὶ αἰσθητηρίων πόνους καὶ ἀπὸ πυρὸς ἢ ὕψους ἢ τετραπόδων κίνδυνον αἱμαγμούς τε καὶ τομὰς καὶ καταπτώσεις φθόνους τε καὶ ἀμφισβητήσεις ἐπάγει καὶ
5ξενιτείας ἐπιφόβους. ἐὰν δέ πως ἐπὶ χρηματιζόντων ζῳδίων τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιφθόνους καὶ ἐγκοπτικούς.
10 Ἄρης Σελήνῃ σφαλερὸς καὶ ἐπικίνδυνος ἀκαταστασίας καὶ συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπι‐ τάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν
15τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ ἐὰν ἡμερινὴ ᾖ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχῃ καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ προγεγραμμένα ἀποβήσεται, ἔτι δὲ καὶ ἐπισκιασμοὺς τραύματα συνθραύσεις μελῶν ὀφθαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν ἐν
20χρηματιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπὰς ἀποτε‐ λοῦσιν· ἐπὶ δὲ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθορὰς ἢ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει. Ἄρης Κρόνῳ κάκιστον καὶ ταραχῶδες τὸ ἔτος δηλοῖ· γίνονται γὰρ ἐν δίκαις καὶ ἐπηρείαις ζημίαις τε καὶ ἀθετήσεσι καὶ ἰδίων
25κινδύνους ἢ θανάτους καὶ φθορὰς ὁρῶσι βιαίοις τε πράγμασι καὶ ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἢ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθή‐
30σονται, ἐκτὸς εἰ μή πως ἐν οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγα‐ θοποιῶν μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται. Ἄρης Διὶ καλὸν καὶ πρακτικὸν τὸ ἔτος δηλοῖ, ἐπάγων κατορθώσεις ἢ μειζόνων ὠφελείας καὶ συστάσεις καὶ ἐλπίδας ἀγαθὰς καὶ τῶν προσδοκωμένων συντέλειαν· καὶ ἂν λόγον ἔχῃ
35στρατείας, στρατευθήσεται ὁ τοιοῦτος ἢ προκόψει. οἱ δὲ ἐν μείζονι
τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων196

197

μεταβολὰς ἐπ’ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτοὺς ὑποστάσει, πρότερον ἐν ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενό‐ μενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός. Ἄρης Ἀφροδίτῃ ἔχθρας καὶ χωρισμοὺς θηλυκῶν προσώπων
5καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτ’ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναῖκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.
10 Ἄρης Ἑρμῇ παραδιδοὺς ἐπιτάραχον τὸ ἔτος δηλοῖ· κινδύνους γὰρ καὶ ζημίας ἐπέχων χάριν γραπτῶν καὶ ἀργυρικῶν ἢ ψηφικῶν ἀμφισβητήσεις μυστικῶν τε κακουργίας ἐγγύας τε καὶ χρεωστίας ἐπιθέσεις τε καὶ ἀπολογίας· καὶ ἐὰν εἰς δίσωμα ζῴδια τύχωσι, καὶ αὐτοὶ τὰ ὅμοια ἑτέροις ἐνδείξονται ἢ ῥᾳδιουργήσουσι. καὶ
15ἐὰν μὲν αἱ τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενή‐ σονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούσαις περιτραπήσονται. 〈κγʹ.〉 Ἐπιμερισμοὶ Ἀφροδίτης.
20 Ἀφροδίτη ἑαυτῇ ἐπιμερίζουσα καλῶς κειμένη ἐπάγει φιλίας καὶ συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας καὶ δωρεὰς καὶ συνηθείας ἐπιτερπεῖς καὶ γάμους καὶ οἰκείων εὐνοίας καὶ ἡδονὰς καὶ ὠφελείας. ἐὰν δὲ 〈μετὰ〉 Κρόνου ἢ Ἄρεως εὑρεθῇ ἢ ὑπὸ τούτων θεωρηθῇ ἢ καὶ ἐν ἀχρηματίστοις ζῳδίοις τύχῃ, ψόγους
25καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἐξ ἀνδρῶν. Ἀφροδίτη Ἡλίῳ δοξαστικὸν καὶ περιποιητικὸν ἀποτελεῖ τὸν χρόνον πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα συστατικὸν καὶ
30ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεὰς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δ’ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας
καὶ ἀρχιερωσύνας καὶ προκοπὰς καὶ ἀρχὰς ἐπάγει καὶ εἰς ὄχλους197

198

δωρεὰς χρηματισμοὺς καὶ μυστικῶν πραγμάτων ἢ θείων συνίστορας καὶ ἐπαφροδισίας καὶ εὐφροσύνας ἀποτελεῖ. Ἀφροδίτη Σελήνῃ καλῶς κειμένη καὶ ἐπὶ ἐπικαίρων τόπων σχηματιζομένη περικτητικὸν καὶ ὠφέλιμον τὸν χρόνον δηλοῖ καὶ
5τῇ περὶ τὸν βίον συγκοσμεῖ φαντασίᾳ καὶ δόξας ἐπισήμους παρέχει, πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἢ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ
10μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ φιλικὰ πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου. Ἀφροδίτη Κρόνῳ μετέωρον καὶ βλαβερὸν τὸν χρόνον δηλοῖ θηλυκῶν τε χωρισμοὺς μάχας ὕβρεις δειγματισμοὺς ἀδικίας ἐπάγει
15καὶ μητρὸς ἢ θηλυκῶν ἔχθρας τε συγγενικῶν ἢ ἀτιμίας καὶ πρὸς πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπί‐
20πτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίων πόνοις ἐπιβουλαῖς τε καὶ φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως ἢ Ἑρμοῦ συνεπιμαρτυρούντων. Ἀφροδίτη Διὶ ἀγαθὸν καὶ περικτητικὸν τὸ ἔτος δηλοῖ καὶ μειζόνων προσώπων συστάσεις καὶ δωρεὰς ἐπάγει ἀρχάς τε καὶ
25πολιτικὰς καὶ ὀχλικὰς φαντασίας δόξας τε καὶ προκοπὰς γάμους τε καὶ συμβουλὰς θηλυκῶν προσώπων καὶ φιλίας σποράς τε καὶ τεκνώσεις καὶ ἐπαφροδισίας ἐν τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ καὶ μέτριός τις ᾖ, εὐπρακτήσει καὶ τῶν φαύλων ἢ ὑποταγῆς ἀπόλυσιν ἕξει πίστεώς τε ἢ τιμῆς καταξιωθήσεται καὶ συγκοσμηθήσεται τῇ
30περὶ αὐτὸν ὑποστάσει. Ἀφροδίτη Ἄρεϊ, μετέωρος ὁ ἐνιαυτός· γυναικῶν μάχας χωρι‐ σμοὺς αἱμαγμοὺς φθορὰς θηλυκῶν ἢ μητρὸς θάνατον· οἱ δὲ καὶ δίκας λέγουσι διὰ γυναῖκας ἀντιζηλίας καὶ ἔχθρας ὑπομένοντες καὶ δειγματισμοὺς ψόγους τε ἢ μοιχείας· ἀδικοῦνται δὲ ἢ προδί‐
35δονται καὶ παρὰ προαίρεσιν πράσσοντες ἢ ὑποκρινόμενοι φέρουσι
τὴν κόλασιν. ἔσθ’ ὅτε μὲν οὖν καὶ εὐκταῖον τὸν χωρισμὸν τῆς198

199

συμβιώσεως ἡγούμενοι διακρατοῦσι διά τινας προσδοκωμένας ἐλπίδας εὐθρυλλήτους περιβοήσεις. Ἀφροδίτη Ἑρμῇ πρακτικὸν καὶ εὐεπήβολον τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ λήψεις καὶ ἐμπορίας καὶ τοῖς περὶ λόγον
5ἢ παιδείαν ὁρμωμένοις φιλίας περιποιεῖ ἀγορασμούς τε κόσμου καὶ σωμάτων κοινωνίας τε καὶ συναρμογὰς ἀρρενικῶν καὶ θηλυκῶν δόξας τε καὶ τιμὰς κατορθώσεις πραγμάτων συνίστοράς τε μυστι‐ κῶν καὶ παραθηκῶν πίστεις καὶ συγγενῶν συμπαθείας. 〈κδʹ.〉 Ἐπιμερισμοὶ Ἑρμο.
10 Ἑρμῆς ἑαυτῷ ἐπιμερίσας πρακτικὸς καὶ ἐπωφελὴς περί τε τὰς ἐπιχειρήσεις καὶ πίστεις καὶ εὐεπηβόλους ἀποτελεῖ καὶ ἐχθρῶν ὑπερτέρους ὑποκριτικῶς καὶ μυστικῶς διαπρασσομένους πραγμάτων τε κατορθωτὰς καὶ τὰς ἀπὸ λόγων ἢ ψήφων εὐημερίας ἀναδεχο‐ μένους· καὶ μάλιστα ἐὰν ἀνατολικὸς τύχῃ ἢ ἐν χρηματιστικοῖς
15ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός. Ἑρμῆς Ἡλίῳ παραδιδοὺς τὸ ἔτος εὐεπήβολος κοινωνικὸς πρακτικός, συστάσεις ἐπάγων μειζόνων καὶ αἰτήσεις καὶ δωρεάς,
20μεθ’ ὑπερθέσεων δὲ καὶ ἐμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήσεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παι‐ δείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθ’ ὑποκρίσεως τελοῦντες περιγίνονται. Ἑρμῆς Σελήνῃ πρακτικὸν τὸ ἔτος δηλοῖ, μάλιστα δὲ ἐὰν καὶ
25καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχῃ καὶ ἐν χρημα‐ τιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπρασσομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακο‐
30ποιῶν θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμοὺς ἢ ἐπηρείας τε καὶ μει‐ ζόνων ἀπειλὰς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας. Ἑρμῆς Κρόνῳ ἐπιτάραχον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ, πραγμάτων ἀνασκευὰς ἐπηρείας ζημίας τε καὶ κρίσεις ἐπάγων μυστικῶν τε ἢ γραπτῶν χάριν ἢ δανείων. γίνονται δὲ ἐν ἀσθενείαις
35ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἢ καὶ φαρμάκων199

200

πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεω‐ ροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθ’ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλί‐
5σεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματι‐ σθέντες μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται. Ἑρμῆς Διὶ πρακτικὸς μὲν καὶ εὐεπήβολος συστάσεις καὶ
10φιλίας ἐπάγων κατορθώσεις τε πραγμάτων καὶ διοικονομίας καὶ μάντεις καὶ περὶ λόγους καὶ ψήφους εὐημερίας· πλὴν καθολικῶς ἐν ὄχλοις ἐπιταράσσονται καὶ περιβοησίας καὶ φόβους ὑπομένουσιν ἀκαίροις τε ἐξοδιασμοῖς περιτρέπονται καὶ πρὸς οἰκεῖα ἢ φιλικὰ ἢ συγγενικὰ ἀκαταστατοῦσι καὶ ἀγῶνα σώματος ὑπομένουσι, κἂν
15μὴ ἴδιον πλὴν ὑπὲρ ἑτέρων. Ἑρμῆς Ἄρεϊ οὐκ ἀγαθός· ἔχθρας καὶ κρίσεις ζημίας τε καὶ κακουργίας ἐπάγει πλαστογραφίας καὶ ἐγγύας καὶ δάνη ἐπιθέσεις τε καὶ συλήσεις ἀστασίας τε καὶ προδοσίας οἰκείων τε ἀκα‐ ταστασίας. ἔσθ’ ὅτε μὲν οὖν καὶ αὐτοὶ ἑτέροις τὰ αὐτὰ ἐνδείξονται·
20πλὴν περὶ τὰς ἐπιβολὰς θρασεῖς καὶ πρακτικοὶ γίνονται καὶ ποι‐ κίλως διευθύνουσιν ἐπιβολὰς μηχανώμενοι καὶ ἐπιφόβως καὶ ἐπι‐ ταράχως διάγουσιν ὑπόπτους αἰτίας ἢ καθαιρέσεις προσδοκῶντες. Ἑρμῆς Ἀφροδίτῃ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περί τε τὰς δόσεις καὶ τὰς λήψεις ἀγορασμούς τε καὶ συναλλαγὰς
25ἐπαφροδίτους καὶ τοῖς διὰ λόγου ἢ παιδείας ἢ δι’ οἰκονομίας ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δ’ ἐν μείζονι τύχῃ καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπὰς εὐεπιτεύκτους
30ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς. 〈κεʹ.〉 Τῶν τεττάρων κλήρων μερισμο. Ὁ κλῆρος τῆς τύχης παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐτυ‐
χίαν δηλοῖ καὶ προκοπὴν πράξεις τε καὶ δόξας καὶ πραγμάτων200

201

κατορθώσεις καὶ προσδοκωμένων συντέλειαν καὶ ἀπὸ νεκρικῶν ὠφελείας. ἀποκεκλικὼς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος ἥττο‐ νας μὲν τὰς πράξεις ἢ τὰς δόξας παρέχει, ἀπαραμόνους δὲ ἢ ὅσα ἂν διαπράξωνται μετὰ ἐναντιωμάτων καὶ κινδύνων ἢ κρίσεων καὶ
5ἐπηρειῶν. Ὁ δαίμων παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων καταθυμίους προαιρέσεις ἀποτελεῖ κριτικούς τε καὶ εὐκατορθώτους λογισμοὺς καὶ φίλων συμβουλίας ἐπωφελεῖς συστάσεις τε μειζόνων δωρεάς τε καὶ δόξαν καὶ εἰς τὰς
10ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴησιν πλείστην ἔχοντας. παραπεπτωκὼς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρού‐ μενος μετεωρισμοὺς καὶ ψυχικὰς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας.
15ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ’ ὅτε καὶ καθ’ αὑτῶν κινδυνῶδές τι μηχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐν ἐκστάσει φρενῶν γίνονται. Ὁ ἔρως παραδιδοὺς ἢ παραλαμβάνων ἐν χρηματιστικοῖς τόποις καὶ ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων εὐπροαιρέτους
20ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γὰρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθ’ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς
25ἐπιμαρτυρήσαντες ἢ ἐπόντες τῷ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπ’ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἔσθ’ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκαστος τῶν ἀστέρων ὁ κεκληρωμένος τὸν τόπον ἢ
30ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εἶδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σὺν τῷ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνῃ συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ
35ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται201

202

καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνεπιμαρτυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς τὸ γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων
5τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ, φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τοὺς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἢ
10κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς ὁ τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ τὸ ἀνάπαλιν.
15 [Περὶ ἀνάγκης.] Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα ἐν χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαι‐ ρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίσεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρὰ προαίρεσιν διαπράξαντες
20ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά‐ ζονται ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ τὸ ἀνάπαλιν. Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων
25καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων. 〈κϛʹ.〉 Τὸ τέταρτον περὶ χρόνων διαιρέσεως καὶ τὴν ἑπτάζωνον ἀνωφερῶς κατὰ Κριτόδημον. Σελήνη αʹ ἔτος αʹ· Ἑρμῆς βʹ ἔτη βʹ· Ἀφροδίτη γʹ ἔτη γʹ· Ἥλιος δʹ 〈ἔτη δʹ〉· Ἄρης εʹ ἔτη εʹ· Ζεὺς ϛʹ ἔτη ϛʹ· Κρόνος ζʹ ἔτη
30ζʹ· γίνοντα ἔτη κηʹ. μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ᾖ, αὐτὸς γίνεται πρῶτος [ὁ] κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἄλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ϛʹ· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς,
35ἕκτος Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται,202

203

ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη εʹ, εἶτα οἱ ἑξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ τὸ συμπληρω‐ θῆναι ἔτη κηʹ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ιʹ ἔτη καὶ μῆνας θʹ, ἡμέρας μὲν ἀπὸ
5Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλίου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκο‐ δεσπότου ἢ ἄλλου τινὸς ἀστέρος καλῶς κειμένου. 〈κζʹ.〉 Ἄλλως ἐκ τοῦ Σεύθου περὶ ἐνιαυτῶν ἐκ τοῦ
10Ἑρμείου † σχολὴν τὴν ἄφεσιν ποιοῦσα ἀπὸ Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. Τόποι δʹ εἰσίν, ἀφ’ ὧν ἡ ἀρχὴ τοῦ ἔτους λαμβάνεται, οἷον Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἔστι δὲ ἡ κατά‐ κρισις ἥδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ·
15ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρ’ ἰδίαν αἵρεσιν
20ἄρχεσθαι· ἰσχυροτέρως γὰρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνι‐ αυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ὁ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὗ
25ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾖ καὶ τοῖς ἀριθμοῖς προσθετική· ἐπὶ δὲ τῶν δύο φώτων † τῶν πνευμάτων ἐὰν μὴ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος †. εἰ
30δὲ μή γε καθὼς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ
ἐφορώντων κατὰ τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ203

204

ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων τὸ ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ τὸ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα
5τύχῃ. 〈κηʹ.〉 Περὶ μηνὸς ποῦ ἔσται. Τὸν δὲ μῆνα λήψῃ οὕτως. ἀπὸ τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ τοῦ κεκληρωμένου τὸν ἐνιαυτὸν ζῳδίου. ἐπιτηρεῖν καὶ τὸ ζῴδιον, ἐν ᾧ ἡ σύνοδος γέγονεν, ἐάνπερ
10ᾖ συνοδικὴ ἡ γένεσις· ὁμοίως δὲ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἔσται [καὶ] ἡ πανσέληνος, [καὶ] ἐάνπερ ᾖ πανσεληνιακή· ἐν γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἂν τύχῃ ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἢ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἷον
15ἐὰν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου, ἔκτοτε ἔσται καὶ ἡ ἀρχὴ τοῦ μηνός. 〈κθʹ.〉 Περὶ ἡμέρας χρηματιστικῆς. Τὰς δὲ ἡμέρας οὕτως εὑρήσεις. τὰ καταγόμενα ἔτη πλήρη τῆς γενέσεως πολυπλασίασον ἐπὶ εʹ δʹ καὶ τὰς ἀπὸ τῆς γενεθλίου
20ἡμέρας μέχρις οὗ ζητεῖς προσυπολάμβανε μετὰ τῶν πολυπλασια‐ σθέντων ἀριθμῶν· κἂν μὲν ᾖ κατὰ Ἀλεξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ δʹ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβʹ. τὰς λοιπὰς πολυπλα‐ σίασον ἐπὶ τὸν εʹ καὶ ἐπὶ τὰς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὗ
25ζητεῖς καὶ μέριζε εἰς τὸν ιβʹ· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδοὺς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήσῃ ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τοὺς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας
30δήλωσον. Τὰς δὲ ὥρας οὕτως. ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὴν ἡμέραν
διέκβαλλε περὶ τὴν τῆς ἡμέρας ἀρχὴν ἀνὰ δύο ἀπὸ τῆς γενεσιακῆς204

205

ὥρας, καὶ γνώσῃ τὰς καλὰς καὶ ἐμπράκτους ὥρας. εὔχρηστον δὲ καὶ πρὸς παντὸς πράγματος ἐπιβολὴν καὶ καταρχήν· καὶ μάλιστα τὰς ἀσθενικὰς καὶ κατακλιτικὰς ἀκριβῶς ἐπιγνώσῃ 〈ἐκ〉 τῶν ὡροσκοπικῶν πρὸς τὰ φῶτα καὶ τὰ λοιπὰ κέντρα τῶν ἀστέρων.
5 Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεως, ἐν τούτοις εἴρηται· ὅσον δὲ [τῆς] ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἑαυτῷ παρέξει, ἐάνπερ ᾖ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὃν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἂν ἐν φύσει κεχορηγημένος.
10 Τὸν περίπατον ἐὰν ποιῇς, τοῖς ὁρίοις χρῶ, οἷον ηʹ ζʹ ϛʹ εʹ δʹ, ἐὰν ἢ τὸν ἀπὸ Ἡλίου ἐνιαυτὸν ἢ τὸν μῆνα ἀπὸ τοῦ κατὰ πάροδον Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου *** τῶν ἐνιαυτῶν ἢ ὡς παρετηρησάμην ἐγὼ Ἑρμείας. δεῖ δὲ ἀπὸ πάντων τῶν ἀστέρων ἐπὶ πάντας τοὺς ἀστέρας [ἀφέσεις] τὸν
15περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφορὰς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἢ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αἱμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ
20ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ ἐν τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατ’ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.
25 Ἄλλως περὶ ἐνιαυτοῦ. Τοὺς δὲ ἐνιαυτοὺς οὕτως λήψῃ· ἀπὸ Ἡλίου, ὃς δηλοῖ τὰ ψυχικά· ἀπὸ Σελήνης, ἣ δηλοῖ τὰ σωματικὰ καὶ περὶ μητρός· ἀπὸ κλήρου τύχης. τούτους δὲ ἐξεταστέον, πῶς ἔχουσι πρὸς ἀλλήλους· ἐὰν γὰρ ἀγαθοποιοὶ ὦσι καὶ συμφώνως φανῶσι, καὶ ἀγαθὸν τὸν ἐνιαυτὸν σημαίνουσιν· ἐὰν δὲ κακοποιοί,
30ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὸ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ. 〈λʹ.〉 Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὸ τέταρτον τῆς περιόδου. Διαίρεσις χρόνων ἐμπράκτων πρὸς τὰ τέταρτα. οἷον Κρόνου
35ἔτη λʹ, τὸ τέταρτον ζʹ ἥμισυ· Διὸς ἔτη ιβʹ, τὸ τέταρτον ἔτη γʹ·205

206

Ἄρεως ἔτη ιεʹ, τὸ τέταρτον ἔτη γʹ μῆνες θʹ· Ἡλίου ἔτη ιθʹ, τὸ τέταρτον ἔτη δʹ μῆνες θʹ. Ἀφροδίτης ἔτη ηʹ, τὸ τέταρτον ἔτη βʹ· Ἑρμοῦ ἔτη κʹ, τὸ τέταρτον ἔτη εʹ· Σελήνης ἔτη κεʹ, τὸ τέταρτον ἔτη ϛʹ μῆνες γʹ. ταῦτα οἱ μικροὶ κύκλοι αὐτῶν, ὁ δὲ μέγιστος
5αὐτῶν Ἡλίου ρκʹ, Σελήνης ρηʹ, Κρόνου νζʹ, Διὸς οθʹ, Ἄρεως ξϛʹ, Ἀφροδίτης πβʹ, Ἑρμοῦ οϛʹ. μερίζουσι δὲ τὰς ἡμέρας οὕτως· οἷον Κρόνου εἰσὶν ἡμέραι χλζʹ, Διὸς σνεʹ, Ἄρεως τιηʹ, Ἡλίου υλγʹ, Ἀφροδίτης τξηʹ ιηʹ, Ἑρμοῦ υκγʹ ιηʹ, Σελήνης φλαʹ. Ζεὺς ἐκ τῶν γʹ ἐτῶν μερίζει ἑαυτῷ ἡμέρας ρβʹ, Ἄρει ρκζʹ ιβʹ, Ἡλίῳ ρξαʹ ϛʹ,
10Ἀφροδίτῃ ξζʹ ιβʹ, Ἑρμῇ ροʹ ιβʹ, Σελήνῃ σιβʹ ϛʹ, Κρόνῳ σνεʹ. Ἄρης ἐκ τῶν γʹ ἐτῶν καὶ μηνῶν θʹ ἑαυτῷ ρνθʹ εʹ, Κρόνῳ τιηʹ, Διὶ ρκζʹ, Ἡλίῳ σιθʹ, Ἀφροδίτῃ πδʹ ιηʹ, Ἑρμῇ σιβʹ καʹ, Σελήνῃ σξεʹ δύο τρίτα. Ἥλιος ἐκ τῶν ἐτῶν δʹ καὶ μηνῶν θʹ Κρόνῳ υγʹ, Διὶ ρξαʹ ὥρας ιβʹ, Ἄρεϊ σαʹ, Ἡλίῳ σνεʹ ηʹ, Ἀφροδίτῃ ξϛʹ καʹ,
15Ἑρμῇ σξζʹ δʹ, Σελήνῃ τλϛʹ ϛʹ. Ἀφροδίτη ἔτη βʹ· Κρόνῳ ροʹ, Διὶ ξηʹ, Ἄρεϊ πεʹ, Ἡλίῳ ρζʹ ιβʹ, ἑαυτῇ μεʹ, Ἑρμῇ ριγʹ ιβʹ, Σελήνῃ ρμαʹ ιβʹ. Ἑρμῆς ἔτη εʹ· Κρόνῳ υκεʹ, Διὶ ροʹ, Ἄρεϊ σιβʹ, Ἡλίῳ σξηʹ ιζʹ, Ἀφροδίτῃ ριβʹ, ἑαυτῷ σπγʹ ιβʹ, Σελήνῃ τνηʹ ιηʹ. Σελήνη ἐκ τῶν ἐτῶν ϛʹ καὶ μηνῶν γʹ Κρόνῳ υκεʹ, Διὶ ροʹ, Ἄρεϊ σξεʹ ιεʹ,
20Ἡλίῳ τλϛʹ, Ἀφροδίτῃ ρμαʹ ιϛʹ, Σελήνῃ υμβʹ. ὅπου δ’ ἂν κατα‐ λήξῃ τὸ ἔτος, ὁ κύριος τοῦ ζῳδίου πρῶτος δίδωσιν· οἷον Κρόνος πεʹ, εἶτα Ἥλιος νγʹ ὥρας ιηʹ, Ἑρμῆς νϛʹ ὥρας ιηʹ, Ἀφροδίτη κβʹ ὥρας ιηʹ, Ζεὺς λδʹ, Σελήνη οʹ ὥρας ιηʹ, Ἄρης μβʹ ὥρας ιβʹ. Ἄλλη ἀγωγή. Ὅσα ὅρια ἔχει τις τῶν ἀστέρων ἐν τοῖς ιβʹ
25ζῳδίοις, τοσαῦτα ἔτη δίδωσιν. οἷον ὡροσκόπος Ζυγῷ· κατάγονται
ἔτη κηʹ· Αἰγόκερως τὰς πρώτας νζʹ Κρόνῳ δίδωσιν, εἶτα Ἑρμῇ206

207

οϛʹ, εἶτα Ἀφροδίτῃ πβʹ, εἶτα Διὶ οθʹ, εἶτα Ἄρεϊ ξεʹ, εἶτα Σελήνῃ οʹ, εἶτα Ἡλίῳ ὥρας ϛʹ. Ἄλλη διαίρεσις. Τὰ ἐλάχιστα τοῦ ἀστέρος πολυπλασίασον ἐπὶ τὸν δʹ καὶ δίδου Σελήνῃ κεʹ Ἡλίῳ ὥρας ϛʹ· ἕξει οὖν ὁ τοῦ
5Κρόνου διὰ τὸν Αἰγόκερω ἡμέρας ρκʹ, εἶτα Ἑρμῆς πʹ, εἶτα Ἀφρο‐ δίτη λβʹ, εἶτα Ζεὺς μηʹ, εἶτα Ἄρης ξʹ, εἶτα Σελήνη κεʹ, εἶτα Ἥλιος ὥρας ϛʹ· ὁ ἐνιαυτὸς ἡμέρας καὶ νυκτὸς ἀπὸ τοῦ ὡροσκόπου. κατάγει τις ἔτη κηʹ ἐλάχιστα ἀπὸ Ζυγοῦ, ἔστι δὲ Κρόνος Ταύρῳ· τὰ κηʹ καταλήγει εἰς Λέοντα· Ζυγῷ οὖν Κρόνος παρέδωκεν Ἡλίῳ
10καὶ ἔχει τὸν ἐνιαυτὸν Ἥλιος. τοῦτο ἀρέσκει Αἰγυπτίοις Βαβυ‐ λωνίοις καὶ Ἕλλησιν. Τὰ τρίγωνα συγκρίνουσιν οὕτως [κηʹ]. Ἀφροδίτη κυρία τοῦ τριγώνου· ἀπὸ οὖν Ἀφροδίτης τῆς ἐν Καρκίνῳ καταλήγει εἰς Ζυγόν· ὁ κύριος τοῦ τριγώνου ἡμέρας Κρόνος Ζυγῷ· Κρόνος ἀπὸ
15Ἀφροδίτης παρέλαβε τὸν ἐνιαυτόν· ἡ διαίρεσις μάχεται.207

208

(1t)

Liber V.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως βιβλίον εʹ κλειδίου τὸ
3tἑπόμενον τῷ τετάρτῳ.
4〈αʹ.〉 Περὶ αἰτιατικοῦ τόπου.
5 Ἐν μὲν τοῖς προτεταγμένοις βιβλίοις αἱρέσεις μετ’ ἐπιλύσεως ἐξεθέμεθα, νυνὶ δὲ ἐν ταύτῃ καὶ ἑτέρους δυναστικοὺς τόπους ἐπιδιασαφήσομεν καὶ τὰς εἰς τὴν τῶν ἀστέρων διαίρεσιν ἁρμο‐ ζούσας κλεῖδας. Τούτων οὕτως ἐχόντων ἀναγκαῖον καὶ ἕτερον τόπον ἐκ πείρας
10δοκιμάσαι, ὃν ἀφθόνως ἐπιδείξω, ὅς ἐστιν αἰτιατικὸς καὶ φόβων καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ’ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει
15μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως γὰρ ἐπισφαλεῖς 〈καὶ ἐπι〉κίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαι‐ ρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.
20 Ἔδοξε δὲ μᾶλλον καὶ τούτῳ τῷ τόπῳ χρῆσθαι· ἐπὰν γὰρ ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεϊ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν οʹ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται.
25οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεϊ ἢ Σελήνη, πάλιν εἰ Κρόνος ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ
τύχωσιν, εἷς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετρα‐208

209

γώνου ἢ τριγώνου ἢ διαμέτρου ἀπόστροφος τυχὼν παράδοσιν ἢ παράληψιν ποιήσηται πρὸς τὸ τοιοῦτον σχῆμα· τότε γὰρ ἐπι‐ ταραχθήσεται ἡ γένεσις καὶ ἐν ἀπολογίαις ἢ συνοχαῖς ἢ τηρήσεσι γενήσεται ἢ ὑπόπτους αἰτίας περὶ τοιούτων ἕξει καὶ δυσσυνείδητος
5ἀναστρέψει· καὶ ἂν μὲν ἀγαθοποιὸς συμπροσῇ ὁποτέρῳ τούτων ἢ οἰκείως μαρτυρήσῃ, ἀπαλλαγὴν τῶν φόβων ἢ κινδύνων ἕξει ἢ μεταβολὴν ἐπὶ τὸ ἀγαθόν, πλὴν οὐκ ἀτάραχος διαμενεῖ. ἐὰν δὲ τὸ σχῆμα κεκακωμένον τύχῃ χωρὶς τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, καταδικασθήσεται ἢ ἐν δεσμοῖς γενήσεται ἢ συνοχῇ ἢ τηρήσει·
10ἐὰν δέ πως ἡ ὑπόστασις μεγάλη εὑρεθῇ τοιούτου σχήματος ὄντος, [καὶ] κατὰ τὸν χρόνον ἐκεῖνον εὐλαβηθήσεται περὶ τοῦ ἀξιώματος καὶ τοῦ βίου καὶ κατηγορίας ἢ προδοσίας ὑπομενεῖ καὶ ἐξουσίᾳ ἢ βασιλεῖ ἀπολογήσεται, καὶ ἐὰν μὴ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ ἑτέρου δέ, ἵνα τὸ τοῦ φόβου καὶ τὸ τῆς ἀγωνίας ἀποτελεσθῇ. οὕτως ὁ τόπος
15δυναστικός. Ἐὰν δὲ οἱ καθολικοὶ χρόνοι καὶ οἱ ἐνιαυτοὶ εἰς τὸ αὐτὸ συνδράμωσι, πλῆρες τὸ τῆς αἰτίας γενήσεται συνοχῆς τε ἢ καθαι‐ ρέσεως· κατὰ δὲ τοὺς κυκλικοὺς ἐνιαυτοὺς ἡ διαίρεσις γενομένη τοὺς φόβους καὶ τὰς ἀνίας ἀποτελέσει· ἐὰν δὲ νηπίου γένεσις
20τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ᾖ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ’ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ,
25διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ
30καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἷον στρατείας τηρή‐ σεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἢ ἐπάνω τῶν τοι‐ ούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ
35δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ209

210

ἑτέρων ἐξουσίαν ὄντας καὶ κολαζομένους κατὰ συνείδησιν, ὡς καὶ ξενιτεύοντας ἢ πλέοντας κατέχεσθαί που ἢ νήσοις ἢ ἐρήμοις τόποις εἴτε καὶ ἐν ἱεροῖς τόποις ἢ ναοῖς παρεδρεύειν. ἔσθ’ ὅτε μὲν οὖν χρονικοῖς πάθεσι συνέχονται ἢ ἱεραῖς νόσοις θεοληψίαις μαγείαις
5σκιασμοῖς ῥιγοπυρέτοις καὶ τοῖς ὁμοίοις. εὐσυνέτως οὖν περὶ τούτων τῶν τόπων τὴν διάκρισιν δεῖ ποιεῖσθαι, πότερον ἐπὶ δόξῃ ἢ δι’ ἀνάγκην καὶ ἑτέραν κακωτικὴν αἰτίαν ἡ κατοχὴ γενήσεται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Σκορπίῳ, Σελήνη Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Ζυγῷ, Κρόνος Λέοντι, Ἄρης Αἰγό‐
10κερῳ. ἀμφότεροι οἱ κακοποιοὶ ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ· εἰ μὲν οὖν ἄνευ τῆς τῶν ἀγαθοποιῶν συμπαρουσίας τὰ φῶτα ἐτύγχανεν, ἦν λέγειν συνοχήν· νυνὶ δὲ τὸ σχῆμα εὐφαντασίωτον καὶ ἐπίδοξον γέγονεν. ὁ τοιοῦτος γὰρ στρατιώτης τυγχάνων ἐτῶν λεʹ ἐπὶ δεσμωτῶν καὶ φυλακῆς ἐπάγει καὶ ἐν τῇ εἱρκτῇ γυναικὸς ἠράσθη, δι’ ἣν κατη‐
15γορίαν ἐπιτάραχον ἀναλαβὼν ἐξοδιασμὸν ποιησάμενος διέφυγε τὸν κίνδυνον· ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ δοῦλον φυγόντα συλλαβὼν ἔδησεν. 〈βʹ.〉 Περὶ ἐνιαυτοῦ κλιμακτηρικοῦ καὶ ἐκλειπτικῶν τόπων καὶ καταρχῶν.
20 Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμα‐ κτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος
25ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως
30συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ’ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.
35Ἄλλως τε ἀπὸ τοῦ κατὰ γένεσιν Κρόνου ἐπὶ τὸν κύριον τῆς210

211

συνόδου ἢ πανσελήνου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ὅπου δ’ ἂν ἐκπέσῃ, ἐκεῖ γενομένου Κρόνου ἢ ἐν τοῖς τετραγώνοις ἢ διαμέτροις ἔσται ὁ θάνατος ἢ ἐπισφαλὴς κλιμακτὴρ σωματικὸς ἢ πρακτικός· ὁμοίως δὲ καὶ [ἐὰν] ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν
5τοῖς τούτων τετραγώνοις γενήσεται ὁ ἐνιαυτὸς κλιμακτηρικός. ἐὰν δέ πως Ἡλίου γενομένου κατὰ πάροδον ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τετραγώνοις κακοποιοῦ ἐπιθεωροῦντος τὸν Ἥλιον τότε κατακλιθῇ τις, ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἡ κατάκλισις. αἱ δ’ ἐπισημασίαι τῶν ἐπιτάσεων ἢ κινδύνων τότε
10γενήσονται, τῆς Σελήνης κατὰ τοὺς αὐτοὺς τόπους τοῦ ἀναβιβάζοντος διαπορευομένης. Τοῦ δὲ προκειμένου τόπου δυναστικοῦ τετευχότος, τουτέστι τοῦ ἐκλειπτικοῦ, παραίρεσίν τινα τοῖς ἐντυγχάνουσιν ὑποτίθεμαι, οὐχ ὅτι μὲν δυνατὸν τὰ τῆς εἱμαρμένης δόγματα παραιτησάμενον
15τινὰ κατὰ τὴν ἰδίαν βούλησιν πράσσειν· ἐγὼ δέ φημι τάχα καὶ δυνατὸν τοῖς ἐντυγχάνουσι ταύτῃ τῇ θεωρίᾳ θραῦσαι τὸ κακὸν μετρίως. τὸ γὰρ θεῖον βουληθὲν προγινώσκειν ἀνθρώπους τὰ μέλλοντα εἰς φῶς προήγαγε τὴν ἐπιστήμην, δι’ ἧς τὸ καθ’ αὑτὸν ἕκαστος προγινώσκων εὐθυμότερος μὲν πρὸς τὸ ἀγαθόν, γενναι‐
20ότερος δὲ πρὸς τὸ φαῦλον ἀποκαθίσταται. ἐπεὶ οὖν τινὰ μὲν φυλακτέα ἐκ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων συμπαρουσίας ἢ μαρ‐ τυρίας προγινώσκεται, ὁμοίως δὲ καὶ ἀγαθοποιοῦ τι δυναμένου παρέχειν εἰ κακοποιὸς συνεμπέσῃ ἢ μαρτυρῇ, κωλυτὴς τοῦ ἀγαθοῦ γενήσεται· εἰ δὲ κακοποιοὶ ἢ ἀγαθοποιοὶ ἄνευ τῆς ἑτέρων μαρ‐
25τυρίας ἐπῶσιν ἢ συσχηματισθῶσι, βέβαιον καὶ τὸ ἀποτέλεσμα γενήσεται. κατὰ τοῦτο γοῦν οἱ μὲν μυσταγωγούμενοι τῇ θεωρίᾳ ταύτῃ προγινώσκειν θέλοντες ὠφεληθήσονται τὸ μὴ κεναῖς ἐλπίσι μοχθεῖν καὶ ὀδυνηρὰν ἐπάγρυπνον βάσανον ἀναλαμβάνειν καὶ τὸ μὴ ματαίως ἐρᾶν ἀδυνάτων ἢ πάλιν τὸ προθυμίαν τινὰ τῇ τοῦ
30καιροῦ ἀγαθοποιίᾳ εἰσενεγκαμένους ἐπιτυχεῖν τῶν προσδοκωμένων. αἰφνίδιον γὰρ ἀγαθὸν πολλάκις ὡς κακὸν ἐλύπησε καὶ αἰφνίδιον κακὸν μὴ προγεγυμνακόσι τὴν ψυχὴν μεγίστην παρέσχε λύπην. Ἵνα δὲ μὴ παρεκτραπέντες εἰς ἑτέραν καταντήσωμεν, σκοπεῖν δεήσει τὸν ἀναβιβάζοντα ἑκάστης γενέσεως ἐν ποίῳ ζῳδίῳ τέτευχε,
35πότερον τροπικῷ ἢ στερεῷ ἢ δισώμῳ καὶ τίνος ἀστέρος, καὶ ἡ
τοῦ ζῳδίου δύναμις θραυσθήσεται. εὑρίσκομεν οὖν πολλάκις211

212

ἀστέρας δυναμένους παρασχεῖν τι κατὰ γένεσιν ἢ κατ’ ἐπέμβασιν ἐν τούτοις τοῖς τόποις καὶ μηδὲν ἀποτελοῦντας. ἐὰν δέ πως καὶ φάσιν τινὰ ποιήσωνται κατὰ τοῦ ἀναβιβάζοντος ἢ τοῦ καταβιβά‐ ζοντος, αἴτιοι κακῶν καθίστανται, μάλιστα ἐὰν καὶ ἀναποδίζοντες
5ἢ δύνοντες εὑρεθῶσι. πρὸς δὲ τὸ καταγόμενον ἔτος σκοπεῖν δεήσει τὸν καιρικὸν ἀναβιβάζοντα, ἐν ποίῳ τόπῳ τῆς γενέσεως τὴν ἐπέμ‐ βασιν πεποίηται· ὁμοίως γὰρ τοῦ τε ζῳδίου καὶ τοῦ δεσπότου τὴν δύναμιν θραύσει· καὶ ἐὰν μάλιστα οἱ αὐτοὶ χρονοκράτορες εὑρεθῶσιν, οὐδὲν δύνανται παρέχειν, μέχρις οὗ τοῦ τόπου
10χωρισθῶσιν. 〈γʹ.〉 Περὶ καταρχῶν. Πρὸς δὲ τὰς καταγομένας ἡμέρας φυλακτέον τῆς Σελήνης διαπορευομένης τὸν καιρικὸν ἀναβιβάζοντα καὶ τὰ τούτου τετρά‐ γωνα καὶ διάμετρα, μάλιστα δὲ κατὰ τὰς αὐτὰς μοίρας, μὴ κατάρ‐
15χεσθαί τινος μὴ πλεῖν μὴ γαμεῖν μὴ ἐντυγχάνειν μὴ κτίζειν μὴ καταφυτεύειν μὴ συνίστασθαι μήτε τὸ καθόλου τι πράττειν. οὔτε γὰρ βέβαιον κριθήσεται τὸ γενόμενον οὔτε εὐσυντέλεστον, εὐμετα‐ νόητον δὲ καὶ ἀτελὲς καὶ ἐπιζήμιον ἢ λυπηρὸν καὶ μὴ ἐπιμένον. ἐὰν δόξῃ τις ἐν αὐταῖς ταῖς ἡμέραις ἐκπλοκήν τινα πεποιηκέναι
20πράγματός τινος, ἀνασκευασθήσεται καὶ ἐπιτάραχον γενήσεται καὶ ἐπιζήμιον ἢ εὐκαθαίρετον καὶ προσκοπτικόν· οὐδὲ γὰρ οἱ ἀγαθο‐ ποιοὶ παρατυγχάνοντες τούτοις τοῖς τόποις πλῆρες ἀγαθόν τι πράξουσιν. ὅθεν καὶ ἄνευ γενέσεως ἐάν τις τὰς καιρικὰς παρόδους τῆς Σελήνης πρὸς τὸν ἀναβιβάζοντα παραφυλάσσῃ, οὐ διαμαρτή‐
25σεται. ἐὰν δέ πως καὶ ἕτερόν τινα ἐναρξάμενον πράγματος εὕρῃς τῆς Σελήνης φερομένης κατὰ τῶν ἐκλειπτικῶν τόπων, προλέγειν ἀτελὲς καὶ εὐμετανόητον καὶ ἐπιζήμιον. καὶ αὐτὸς μὲν οὖν τὰς τοιαύτας ἡμέρας φυλαττόμενος κατὰ τὸ δυνατὸν καὶ ποιούμενος τὰς καταρχὰς τῶν πράξεων ἢ τῶν φιλιῶν κατὰ τὴν τῶν καιρῶν
30χρονογραφίαν ἀμετανόητον ἡγούμην τὴν καταρχὴν καὶ εὐσυντέ‐ λεστον, ἔσθ’ ὅτε δ’ ἐπλανήθην καὶ διὰ φίλου ἄκαιρον παρουσίαν ἢ σύστασιν ἢ μετὰ ἀνάγκης καταρξάμενός τινος ἐπιζήμιον καὶ ἐπίλυπον ἢ ὑπερθετικὴν ἔκβασιν κατελαβόμην. ὅθεν ἐπὶ πάσης
καταρχῆς παρατηρητέον ἐπί τε τῆς τῶν στόλων ἀναγωγῆς καὶ212

213

στρατοπεδαρχίας καὶ πολεμαρχίας καὶ προκοπῆς καὶ ἐξόδου καὶ πᾶν ὅτι ποτ’ οὖν ἐν βίῳ τελούμενον τυγχάνει· οὐδὲ μὴν τῷ θεῷ θύειν καὶ ἱερὰ καθιδρύειν χρήσιμον· οὔτε γὰρ εὐχαὶ συντελεσθήσονται οὔτε θεὸς θρησκευθήσεται, ἀλλ’ ὡς ἀργὸν καὶ ἄπρακτον διαφημισθήσεται
5καὶ οἱ ὀμνύντες ἐπιορκήσουσι καὶ αἱ πίστεις οὐ συντελεσθήσονται οὔτε εἰς ὄχλους δωρεαὶ ἢ πολυτέλειαι κτισμάτων εὔφημοι ἢ ἐπίμονοι γενήσονται, ἐπίψογοι δὲ καὶ εὐκαθαίρετοι. οὐδὲ μὴν αἱ σωματικαὶ θεραπεῖαι εὐίατοι, ἐπίνοσοι δὲ καὶ δυσθεράπευτοι, καὶ μάλιστα τῶν κακοποιῶν μαρτυρούντων τοῖς τόποις ἢ τῆς Σελήνης μοιρικῶς
10κατ’ αὐτῶν φερομένης· ἐν μὲν γὰρ τῷ αὐτῷ ζῳδίῳ οὖσα μεθ’ ὑπερθέσεως καὶ ἐμποδισμῶν τινῶν ἔσται ἀνυστική· πλὴν καὶ οὕτως ἀβεβαίους τὰς πράξεις ἀποτελεῖ. 〈δʹ.〉 Περὶ κλιμακτηρικῶν ζῳδίων. Καὶ ταῦτα δὲ τὰ ζῴδια κλιμακτηρικὰ τυγχάνει· Κριὸς Ταῦρος
15Καρκίνος Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυτοὶ γινόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατ’ αὐτοὺς γινομένου ἐν ταύταις ταῖς παραδόσεσι καὶ ὁ μὴν πρόδηλος ἔσται. 〈εʹ.〉 Περὶ ἀντιγενέσεως εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων τόπον.
20 Τὴν δὲ ἀντιγένεσιν ἀναγκαίως ποιήσομεν· πολλὰ γὰρ συμ‐ βάλλεται πρὸς τὰς καιρικὰς τῶν χρόνων ἐναλλαγάς· ὁτὲ μὲν γὰρ συμβεβαιοῦσα τὰς τῶν ἀποτελεσμάτων δυνάμεις, ὁτὲ δὲ κωλύουσα ἰδίων ἀποτελεσμάτων ἐστὶ δηλωτική. τῇ οὖν γενεθλιακῇ ἡμέρᾳ κατὰ τὸ ἔτος τὸ καταγόμενον ψηφίσαντες ἀκριβῶς τοὺς ἀστέρας
25τὸν ὡροσκόπον οὕτως εὑρήσομεν. τοῦ Ἡλίου ἔτι ὄντος ἐν τῷ γενεθλιακῷ ζῳδίῳ σκοποῦμεν, πότε ὁ Ἥλιος καὶ ποίᾳ ὥρᾳ ἔλθῃ ἐπὶ τὴν ἀποκαταστατικὴν μοῖραν, ἥνπερ καὶ ἔσχεν ἀπὸ γενέσεως, καὶ ἐκείνην ἐροῦμεν ὡροσκοποῦσαν. ἐὰν δέ πως νυκτερινῆς οὔσης τῆς γενέσεως ἡμέρας ἡ ἀποκατάστασις εὑρεθῇ, τοὺς ἡμερινοὺς
30οἰκοδεσπότας συγκρινοῦμεν καὶ τὸν κύριον τοῦ ὁρίου καὶ τοῦ ὡρο‐
σκόπου πρὸς τοὺς κατὰ γένεσιν ἀστέρας.213

214

〈ϛʹ.〉 Περὶ μηνὸς χρηματιστικοῦ καὶ ἡμέρας ἀπὸ τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὴν κατ’ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. Περὶ δὲ μηνὸς χρηματιστικοῦ οὕτως ἔδοξε τῷ βασιλεῖ. ἀπὸ
5τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὴν κατ’ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν δεήσει τὸν κύριον τοῦ ζῳδίου, εἰ ἐν τοῖς χρηματίζουσι ζῳδίοις ὑπάρχει, τούς τε ἐπόντας ἢ μαρτυροῦντας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς συγκρίνειν· τὰς δὲ ἡμέρας ἀπὸ τῆς παροδικῆς Σελήνης ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον
10καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. οἱ δὲ τὸν κύριον τῶν συνοδικῶν μοιρῶν μαθόντες ἢ τῶν πανσεληνιακῶν πρὸς ἐκεῖνον τὸν μῆνα λέγουσι. Καὶ τοῦτον δὲ τὸν μῆνα τινὲς ἐνεργῆ φέρουσι· ὁποῖον γὰρ ἂν ἡ Σελήνη [ἢ] ἐπὶ γενέσεως σχῆμα εὑρεθῇ ἔχουσα πρὸς τὸν Ἥλιον, τοιοῦτον καὶ ἐπὶ τῆς παρόδου κτησαμένη προδηλώσει τὸν
15μῆνα. οἷον Ἥλιος Λέοντι μοίρᾳ εʹ, Σελήνη Ζυγῷ μοίρᾳ κϛʹ· τὸ διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην μοῖραι εἰσὶ παʹ· τοσαύτας ἡ Σελήνη ἀποδιαστήσασα τοῦ Ἡλίου καὶ τὸν μῆνα καὶ τὸ αὐτὸ σχῆμα ποιησαμένη ὁποῖον καὶ ἐπὶ γενέσεως ἐνδείξεται τὸν μῆνα. Ἐμοὶ δὲ μᾶλλον ἔδοξεν ἐκ πείρας χρηματιστικοὺς μῆνας ἐκεί‐
20νους ὑπάρχειν, ἐν οἷς ἂν ζῳδίοις αἱ διαιρέσεις τῶν ἐνιαυτῶν γέ‐ νωνται· κατ’ ἐκείνους γὰρ τοὺς τόπους γενόμενος ὁ Ἥλιος ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις τὸ ἀποτέλεσμα προμηνύει τὸ ἐν τῷ ἔτει ἢ ἐν ταῖς παραδόσεσι σημαινόμενον· ὁμοίως δὲ καὶ ὁ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Σελήνη ἐν τοῖς προειρημέ‐
25νοις τόποις κατ’ ἐπέμβασιν γενόμενοι ἐνδείξονται. ἐνεργέστερον δὲ μᾶλλον ἐκεῖνον τὸν τόπον κρινοῦμεν πρὸς ἀποτέλεσμα, ἐν ᾧ ἂν οἱ προκείμενοι ἀστέρες ἐπεμβάντες φάσιν ποιήσωνται· τότε γὰρ καὶ τῶν πραγμάτων καινοποιΐαι ἢ ἐνέργειαι γενήσονται. ἐὰν δὲ ὁποῖόν τις ἔχων σχῆμα τύχῃ, οὕτω καὶ διεξέλθῃ τὸ ζῴδιον,
30οὐδεμία ἐναλλαγὴ οὐδὲ καινοποιία γενήσεται οὐδὲ προσδοκωμένου ἀποτελέσματος συντέλεια. ὁ μέντοι Ἥλιος διαπορευόμενος τοὺς τόπους καὶ διεγείρων τῶν χρονοκρατόρων τὰς δυνάμεις ἐνεργέστε‐
ρος καθίσταται.214

215

〈ζʹ.〉 Περὶ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου. ἀληθὴς αὕτη ἡ διαίρεσις τῶν ἡμερῶν. Περὶ δὲ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου οὕτως. τὰ καταγόμενα τῆς γενέσεως ἔτη πλήρη πολυπλασίασον ἐπὶ τὸν εʹ δʹ
5καὶ τὰς ἀπὸ τῆς γενέσεως ἕως τῆς ζητουμένης ἡμέρας συναγα‐ γόντες καὶ ταῖς προτέραις ἐπισυμμίξαντες ἐκκρούομεν δωδεκάδας, τὰς δὲ περιλειπομένας ἀπολύομεν ἀπὸ τοῦ ὡροσκόπου ἀνὰ μίαν ἑκάστῳ ζῳδίῳ διδόντες. ἔνιοι δὲ ἀπὸ τοῦ παρακόλλου Σελήνης εἰς ὃ ἂν ζῴδιον καταλήξῃ σκοποῦσι, πότερον χρηματιστικὸν ἢ ὡς
10ἐναλλάξ. τῇ μὲν οὖν Σελήνῃ προσέχειν δεῖ καὶ τῇ ταύτης προσ‐ νεύσει, πῶς πρὸς τὸ ζῴδιον σχηματίζεται. ἐὰν γάρ πως τῇ ζητου‐ μένῃ ἡμέρᾳ ἡ Σελήνη τῷ τῆς προσνεύσεως ζῳδίῳ μαρτυρήσῃ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις καλὴ καὶ ἐπίσημος καὶ ἐπωφελὴς ἡ ἡμέρα γενήσεται· ἐὰν δὲ εἰς τὸ αὐτὸ ζῴδιον καὶ ἡ ἡμέρα καὶ
15ἡ πρόσνευσις τῆς Σελήνης εὑρεθῇ, κρεῖσσον· ἐὰν δὲ ἀπόστροφος ᾖ ἡ Σελήνη ἢ ἡ πρόσνευσις τῇ ἡμέρᾳ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις μέση καὶ οὐ πάνυ ἄπρακτος, ἐν δὲ τοῖς λοιποῖς λυπηρὰ καὶ ἐπιζήμιος ἢ ἐπικίνδυνος γενήσεται. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς ἡμέρας, πῶς σχηματίζεται καὶ ὑπὸ τίνων μαρτυρεῖται
20καὶ πότερον ἐν τῷ αὐτῷ ζῳδίῳ ἢ χρηματιστικῷ ἢ ἀποστρόφῳ, τούς τε κατ’ ἐπέμβασιν ἀστέρας, πῶς πρὸς τὴν ἡμέραν ἢ τὸν κύριον κεῖνται· κατὰ γὰρ τὴν ἑκάστου ζῳδίου καὶ ἀστέρος φύσιν πρόδηλος ἡ ἡμέρα γενήσεται. ἐὰν δὲ καὶ ἐν ᾧ τις ζῳδίῳ τὴν ἡμέραν καταγάγῃ, αὐτῇ τῇ ἡμέρᾳ ἀστέρος ἐπέμβασις γένηται ἢ
25ἐπιμαρτύρησις, χρηματιστικὴ ἀγαθοῦ ἢ κακοῦ κατὰ τοὺς ἐπόντας ἀστέρας. ὁμοίως δὲ καὶ περὶ ἃ σημαίνει ἀποτελέσματα ὁ ἐνι‐ αυτός, περὶ ἐκεῖνα ἐνεργὴς ἡ ἡμέρα γενομένη κατὰ τοὺς τόπους τῶν παραδόσεων ἢ παραλήψεων καὶ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις.
30 Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δʹ Μεχὶρ ιγʹ ὥρα νυκτερινὴ αʹ, ζητεῖν δὲ τῷ κʹ ἔτει Ἀντωνίνου Φαωφὶ ιʹ· εἰσὶ σμγʹ, καὶ γίνονται ὁμοῦ υλβʹ. ἀφαιρῶ τὰς τξʹ, λοιπαὶ οβʹ· ταύτας ἀπο‐ λύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα
ἐν τῷ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ215

216

ἡμέρᾳ· ἦν γὰρ ὁ Ἥλιος ἐπὶ τῆς γενέσεως Ὑδροχόῳ καὶ ὁ κατ’ ἐπέμβασιν Ἄρης καὶ ἡ Σελήνη Αἰγόκερῳ ἀπόστροφος· μετέωρος ἡ ἡμέρα. ἦν δὲ καὶ εἰς τὸν περὶ δούλων τόπον· γέγονε στόμαχος πρὸς δουλικὸν πρόσωπον. καὶ αὕτη δὲ ἡ ἀγωγὴ φυσική, ἐν
5οἷς ἂν ὁ Ἥλιος γενόμενος προμηνύει τὸ ἐν τῷ μηνὶ ἀποτέλεσμα γενόμενον. 〈ηʹ.〉 Περὶ τῶν προσνεύσεων τῆς Σελήνης ἐν ταῖς νεο‐ μηνίαις ταῖς ἀπὸ Λέοντος καὶ τοῖς ἑξῆς ζῳδίοις. Ὑπετάξαμεν δὲ καὶ τὰς προσνεύσεις τῆς Σελήνης ἀναγκαίως.
10συνοδεύσασα γὰρ τῷ Ἡλίῳ ἐν Καρκίνῳ καὶ φανεῖσα ἐν Λέοντι προσνεύσει τῷ Καρκίνῳ· εἶτα ἐν Παρθένῳ προσνεύσει τοῖς Διδύ‐ μοις, εἶτ’ ἐν Ζυγῷ γενομένη προσνεύσει Ταύρῳ, εἶτα Σκορπίῳ γενομένη προσνεύσει Κριῷ, εἶτ’ ἐν Τοξότῃ γενομένη προσνεύσει Αἰγόκερῳ. ὥστε τὴν αʹ διχομηνίαν, ἥτις ἐστί, πρώτη πανσέ‐
15ληνος ποιεῖ βλέπουσα πρὸς ἀπηλιώτην· εἶτα ἀπὸ τῆς δευτέρας διχομηνίας ἀφαρπάξει βλέπουσα πρὸς λίβα· εἶτ’ ἐν Αἰγόκερῳ ἀποκρούσασα προσνεύσει Τοξότῃ, εἶτ’ ἐν Ὑδροχόῳ γενομένη προσ‐ νεύσει Σκορπίῳ, εἶτ’ ἐν Ἰχθύσι γενομένη προσνεύσει Παρθένῳ, εἶτα ἐν Ταύρῳ προσνεύσει Λέοντι, εἶτα ἐν Διδύμοις γενομένη
20προσνεύσει Καρκίνῳ· γίνεται πρὸς ἀπηλιώτην ζῴδια ϛʹ καὶ πρὸς λίβα ζῴδια ϛʹ· σύνοδος Λέοντι. Ἔστω νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ φανεῖσα ἐν Αἰγό‐ κερῳ· προσνεύσει Διδύμοις· ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν Σκορ‐ πίῳ προσνεύσει Κριῷ, ἐν Τοξότῃ προσνεύσει Ἰχθύσιν, ἐν Αἰγό‐
25κερῳ προσνεύσει Ὑδροχόῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ὑδροχόῳ προσνεύσει Αἰγόκερῳ, ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ [ἐν Διδύ‐ μοις προσνεύσει Ταύρῳ], ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Κριῷ προσνεύσει Λέοντι. Παρθένου νεομηνίᾳ ἀνατείλασα ἡ Σε‐
30λήνη καὶ γενομένη ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. δευτέρᾳ διχο‐ τομίᾳ ἀποκρούσασα ἐν Ἰχθύσι προσνεύσει Ὑδροχόῳ, ἐν Κριῷ
προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις216

217

προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει Ζυγῷ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. σύνοδος Ζυγῷ· ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Ὑδροχόῳ προσ‐
5νεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα Κριοῦ προσνεύσει Ἰχθύσιν, ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσ‐ νεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. σύνοδος Σκορπίῳ γενομένη· ἀνατείλασα ἐν
10Τοξότῃ προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Ὑδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Διδύμοις προσνεύσει Διδύ‐ μοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρού‐ σασα ἐν Ταύρῳ προσνεύσει Κριῷ, ἐν Διδύμοις προσνεύσει Ἰχθύ‐ σιν, ἐν Καρκίνῳ προσνεύσει Ὑδροχόῳ, ἐν Λέοντι προσνεύσει
15Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. σύνοδος Τοξότῃ· Τοξότου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Ὑδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ καὶ Ταύρῳ προσνεύσει Διδύμοις. δευτέρᾳ διχομηνίᾳ
20ἀποκρούσασα 〈Διδύμων〉 προσνεύσει Ταύρῳ, ἐν Καρκίνῳ προσνεύ‐ σει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόῳ, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. σύνοδος Αἰγόκερῳ γενομένη· ἀνατείλασα ἐν Ὑδροχόῳ προσνεύσει Σκορπίῳ, ἐν Ἰχθύσι προσνεύσει Ζυγῷ, ἐν Κριῷ
25προσνεύσει Παρθένῳ, ἐν Ταύρῳ προσνεύσει Λέοντι, ἐν Διδύμοις προσνεύσει Καρκίνῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Καρκίνῳ προσνεύσει Διδύμοις, ἐν Λέοντι προσνεύσει Ταύρῳ, ἐν Παρθένῳ προσνεύσει Κριῷ, ἐν Ζυγῷ προσνεύσει Ἰχθύσιν, ἐν Σκορπίῳ προσ‐ νεύσει Ὑδροχόῳ, ἐν Τοξότῃ προσνεύσει Αἰγόκερῳ. Ὑδροχόου νεο‐
30μηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ, ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ, ἐν Διδύ‐ μοις προσνεύσει Παρθένῳ, ἐν Καρκίνῳ προσνεύσει Λέοντι. δευ‐ τέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Λέοντι προσνεύσει Καρκίνῳ, ἐν Παρθένῳ προσνεύσει Διδύμοις, ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν
35Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότῃ προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. Ἰχθύων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει
Τοξότῃ, ἐν Διδύμοις προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει217

218

Ζυγῷ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. δευτέρᾳ διχομηνίᾳ ἀπο‐ κρούσασα ἐν Παρθένῳ προσνεύσει Λέοντι, ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύ‐ σει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύ‐
5σει Ἰχθύσι. Κριοῦ νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρ‐ κίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρ‐ θένῳ προσνεύσει Ζυγῷ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ζυγῷ προσνεύσει Παρθένῳ, ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ
10προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Ὑδρο‐ χόῳ προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. σύνοδος Ταύρῳ· Ταύρου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Καρκίνῳ προσνεύσει Ὑδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ
15προσνεύσει Σκορπίῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Σκορπίῳ προσνεύσει Ζυγῷ, ἐν Τοξότῃ προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Ὑδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Ἰχθύσι προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. Διδύμων νεο‐ μηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν
20Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόῳ, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ, δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Τοξότῃ προσνεύσει Σκορπίῳ, ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Ὑδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ, ἐν
25Ταύρῳ προσνεύσει Διδύμοις. Καὶ ταῦτα δὲ τὰ ζῴδια κλιμακτηρικὰ τυγχάνει· Κριὸς Καρ‐ κίνος Ζυγὸς Αἰγόκερως Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυ‐ τοὶ γενόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατ’ αὐτοὺς γινομένου ἐν ταῖς παρόδοις καὶ ὁ μὴν πρόδηλος ἔσται.
30〈θʹ.〉 Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ’ ὁτὲ μὲν προσδοκωμέ‐ νων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθ, ἔσθ’ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
35Προβλέπειν δὲ δεῖ τοὺς παρῳχηκότας καὶ τοὺς ἐνεστῶτας καὶ
τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν218

219

εἰς ἀπράκτους καταντῶσιν ἢ ἀπὸ κακοποιῶν εἰς ἀγαθοποιούς. πολλάκις γὰρ ἐπίδικόν τις τὸν καιρὸν ἔχων ἢ ἐπίφοβον διὰ τὴν κακοποιῶν χρονογραφίαν κατεδικάσθη, ἐξ ὑστέρου δὲ μετα‐ παραλαμβανόντων τῶν ἀγαθοποιῶν καὶ τῆς καθολικῆς χρονογρα‐
5φίας ἐνδειξαμένης ἀκαθαίρετον τὴν γένεσιν ἀποκατάστασις τῆς τε δόξης καὶ τοῦ βίου ἐγένετο δι’ ἑτέρας ἀπολογίας καὶ εἰς μείζονα τύχην ἡ ὑπόστασις προεξῆκεν. ἐπὰν οὖν εἰς ἧτταν καθολικὴν φέρηται ἡ γένεσις καὶ οἱ χρόνοι συντρέχωσι, προκατασκευάζονται διάφοροι κατηγορίαι κρίσεις μειώσεις ἔχθραι, ἕως ἂν ἐκεῖνο τὸ
10αἴτιον καταντήσῃ, ὅπερ ἔδει γενέσθαι. ὡσαύτως κἂν ἀγαθοῦ πρόφασις γένηται κατὰ τὴν τῶν χρόνων μετέλευσιν, προκατασκευ‐ άζονται φιλίαι, συστάσεις μειζόνων καὶ συμπάθειαι, κληρονομίαι, καταλείψεις, δωρεαί, ἔνθεν καὶ οἱ ἄδοξοι καὶ οἱ ἀσθενέστεροι κατὰ τὰς αἰτίας γενόμενοι νέοι καὶ φρόνιμοι καὶ ἐπέραστοι δια‐
15λαμβάνονται διὰ τῶν τῆς εὐδαιμονίας ὅρων, οἱ δὲ πάνυ ἀνδρεῖοι καὶ πεπαιδευμένοι τῇ ἐξ ἀρχῆς καταβολῇ καταδικασθέντες σκληροὶ δειλοί τε καὶ ἄπρακτοι νομιζόμενοι ὑπὸ τῶν ἡττόνων καταδυνα‐ στεύονται καὶ τὰς ἀδοξίας γενναίως ὑπομένοντες τοῖς τῆς εἱμαρ‐ μένης νόμοις ὑπείκουσιν. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῶν ἡγεμονικῶν
20γενέσεων μηδέπω τὸν χρόνον τῆς ἀρχῆς πεπληρωκότας, κατὰ δια‐ δοχὴν δὲ ἑτέρων τὰς μεταβάσεις ποιουμένους οὓς μὲν ἐπὶ τὸ ἐν‐ δοξότερον καὶ ἐπωφελές, οὓς δὲ ἐπὶ τὸ ἐναντίον καὶ καθαιρετικὸν ἐπιβραδύνοντας· ὅθεν ἐνίοις ἐπ’ ἀγαθῷ καὶ σωτηρίᾳ τὰ κακὰ προσγίνεται, ἑτέροις δὲ τὰ δοκοῦντα ἀγαθὰ ἐξ ὑστέρου κακῶν
25αἴτια καθίστανται. Νενομοθέτηκε γὰρ ἡ εἱμαρμένη ἑκάστῳ ἀμετάθετον ἀποτελεσ‐ μάτων ἐνέργειαν περιτειχίσασα πολλαῖς αἰτίαις ἀγαθῶν τε καὶ κακῶν, δι’ ὧν αὐτογέννητοι ὑπουργοὶ δύο θεαὶ φερόμεναι, Ἐλπίς τε καὶ Τύχη, διακρατοῦσι τὸν βίον καὶ μετὰ ἀνάγκης καὶ πλάνης
30φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρ‐
ρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε219

220

φαιδρά, ἀλλὰ διὰ παντὸς ἀποκεκρυμμένη πανταχοῦ λεληθότως ἐπιβαίνει καὶ προσμειδιῶσα πᾶσιν οἷά τε κόλαξ πολλὰς αἱρέσεις ἀγαθῶν ἐπιδείκνυσιν ὧν οὐκ ἔστι λαβέσθαι· πλανῶσα δὲ τοὺς πλείστους διακρατεῖ, οἱ δὲ καίπερ ἀδικούμενοι καὶ κατακόλουθοι
5γενόμενοι ταῖς ἡδοναῖς πάλιν ὑπ’ αὐτῆς ἀνθέλκονται, καὶ ἐλπί‐ ζοντες ἃ θέλουσι πιστεύουσιν, ἐπιτυγχάνουσι δὲ ἃ μὴ προσδο‐ κῶσιν. εἰ δέ ποτε καὶ βεβαίαν οἴησίν τινα παράσχῃ, καταλεί‐ πουσα πρὸς ἑτέρους πεπόρευται καὶ δοκεῖ παρὰ πᾶσιν εἶναι παρ’ οὐδενὶ μένουσα. ὅθεν οἱ μὲν ἄπειροι τῆς προγνώσεως ἢ μηδ’
10ὅλως ἐντυχεῖν βουλόμενοι ἄγονται καὶ λεηλατοῦνται ὑπὸ τῶν προειρημένων θεῶν καὶ πᾶσαν τιμωρίαν ὑπομένοντες μεθ’ ἡδονῆς κολάζονται· καὶ οἱ μὲν τῶν προσδοκηθέντων ἀπὸ μέρους ἐπιτυγ‐ χάνοντες καὶ μείζονας πίστεις εἰσενεγκάμενοι βεβαίας καὶ καλὰς τὰς ἐκβάσεις περιμένουσιν, οὐκ εἰδότες τὸ εὐκαθαίρετον καὶ τὸ
15ἐπισφαλὲς τῶν ἀντιπτωμάτων, ἔνιοι δὲ οὐ πρὸς καιρὸν ἀλλὰ διὰ παντὸς ταῖς γνώμαις καταδικασθέντες, ἔκδοτον δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα ταῖς ἐπιθυμίαις παραδεδωκότες ἀτιμαζόμενοι καὶ ἀναι‐ σχυντοῦντες ἢ μηδ’ ὅλως ἐπιτυχεῖν δυνάμενοι παραμένουσιν ἀβε‐ βαίῳ τύχῃ καὶ πλάνῳ ἐλπίδι ἐξυπηρετοῦντες. οἱ δὲ περὶ τὴν τῶν
20μελλόντων πρόγνωσιν καὶ τὴν ἀλήθειαν ἀσχοληθέντες ἀδουλαγώ‐ γητον καὶ ἐλευθέραν τὴν ψυχὴν κτησάμενοι καταφρονοῦσι μὲν τῆς τύχης, οὐ προσκαρτεροῦσι δὲ ἐλπίδι, τὸν δὲ θάνατον οὐ φοβοῦν‐ ται, ἀταράχως δὲ διάγουσι, προγεγυμνακότες τὴν ψυχὴν θαρσα‐ λέαν, καὶ οὔτε μὴν ἐπὶ τοῖς ἀγαθοῖς ἀγάλλονται οὔτε ἐπὶ τοῖς
25φαύλοις ταπεινοῦνται, ἀρκοῦνται δὲ τοῖς παροῦσι. ἀδυνάτων δὲ μὴ ἐρῶντες ἐγκρατῶς φέρουσι τὰ νενομοθετημένα καὶ πάσης ἡδο‐ νῆς ἢ κολακείας ἀλλοτριωθέντες στρατιῶται τῆς εἱμαρμένης καθί‐ στανται. ἀδύνατον γάρ τινα εὐχαῖς ἢ θυσίαις ἐπινικῆσαι τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ κατασκευάσαι ἑαυτῷ πρὸς τὸ θέλειν ἑτέραν·
30τὰ γὰρ δεδομένα καὶ μὴ εὐχομένων ἡμῶν γενήσεται, τὰ δὲ μὴ πεπρωμένα οὐδὲ εὐχομένων συμβήσεται. καθάπερ οὖν οἱ ἐν τῇ
σκηνῇ ὑποκριταὶ ταῖς τῶν ποιητῶν γραφαῖς ὑπαλλάσσοντες καὶ220

221

τὰ πρόσωπα ὑποκρίνονται κοσμίως ὁτὲ μὲν βασιλεῖς ὁτὲ λῃστὰς ὁτὲ ἀγρότας δημότας τε καὶ θεούς, τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς 〈χρὴ〉 τοῖς τῆς εἱμαρμένης περιτεθειμένοις προσώποις ὑποκρίνα‐ σθαι καὶ ἐξομοιοῦσθαι ταῖς τῶν καιρῶν τύχαις οὐ συγγινώσκον‐
5τας. ἐὰν δέ τις μὴ θέλῃ, κακὸς γενόμενος αὐτὸ τοῦτο πεί‐ σεται. κἂν μέν τις προσέχῃ ταῖς ὑπ’ ἐμοῦ συντεταγμέναις παραγγελίαις καὶ καθολικαῖς χρονογραφίαις, πάντα κατὰ τρόπον εὑρήσει· ἐὰν δὲ κατοπτεύσῃ μέρη τινά, τὰς δὲ αἰτίας ἢ τὰς λοι‐ πὰς ἐπιλύσεις μὴ ἐπιγνῷ, ἔπαινον ἐμοῦ καὶ ψόγον καταψηφιεῖ‐
10ται· ἐὰν δὲ μηδ’ ὅλως ἐντύχῃ † ὑπακούσειν, ἐλεγχθήσεται ὁ τοι‐ οῦτος ἀμαθὴς καὶ ἀκόλαστος ὑπὸ τῶν φιλοκάλων καὶ ἐγκρατεστέ‐ ρων ἀνδρῶν. Δεῖ δὲ καὶ τοῦτο προγινώσκειν κατὰ τὸν φυσικὸν λόγον, ὅτι οὐ τὰ αὐτὰ δίδοται πᾶσιν οὐδὲ συμφέρει·
15
ἄλλῳ μὲν γὰρ δῶκε θεὸς πολεμήϊα ἔργα,
ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
ἄλλῳ δ’ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς
ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι καὶ κατὰ τὸν συγγραφέα. οὐ γὰρ πάντες ἄνθρωποι πάντων
20ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παρα‐ δεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ
25τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρα‐ καταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθ’ ἡδο‐
30νῆς τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ221

222

μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον [καὶ] οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ἠρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ’ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς
5καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγ‐ χανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς
10μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ’ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.
15 Ἐάσαντες δὲ τὰ περὶ φυτῶν καὶ οὐσίας ἐπὶ τὴν ἀνθρώπειον γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ’ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμ‐ παθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι
20οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόν‐ τες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι
25καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμει‐ ναν 〈καὶ〉 πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.
30 Ἵνα δὲ τῇ ἐξ ἀρχῆς πραγματείᾳ καὶ τὸ τέλος ἐπιθῶμεν, τὰς φυσικὰς καὶ ἀναγκαστικὰς διαιρέσεις ὑποτάξωμεν. ἔσθ’ ὅτε γὰρ διὰ τῆς προκειμένης δωδεκαετίας εἰς κενοὺς τόπους συνεμπεσού‐ σης τῆς παραδόσεως ἐξαίρετα συμβαίνει γίνεσθαι ἢ πάλιν ἀγα‐ θοποιῶν μόνων δοκούντων ἔχειν τὸν χρόνον αἴτια κακῶν συνεπι‐
35γίνεται.222

223

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἄρης Παρθένῳ, Ἀφρο‐ δίτη Αἰγόκερῳ, ὡροσκόπος Παρθένῳ. ἔσται οὖν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Δία δύο καὶ ἀπὸ Διὸς ἐπὶ Σελήνην δύο καὶ ἀπὸ
5Ἀφροδίτης ἐπὶ Ἑρμῆν καὶ Ἥλιον δύο· τὰ οὖν δύο καὶ τὰ δʹ καὶ τὰ ϛʹ καὶ τὰ ηʹ καὶ ιʹ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως ἐπὶ Σελή‐ νην γʹ καὶ ἀπὸ Κρόνου ἐπὶ Ἄρεα γʹ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἀφρο‐ δίτην γʹ· τὰ οὖν γʹ καὶ ϛʹ καὶ θʹ καὶ ιβʹ καὶ ιεʹ πρὸς αὐτούς. εἶτα διεκβάλλομεν ἀπὸ Κρόνου ἐπὶ Δία δʹ καὶ ἀπὸ Διὸς ἐπὶ
10Ἀφροδίτην δʹ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ Ἑρμῆν δʹ. τὰ οὖν δʹ καὶ ηʹ καὶ ιβʹ καὶ ιϛʹ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως καὶ ὡροσκό‐ που ἐπὶ Ἀφροδίτην εʹ καὶ ἀπὸ Διὸς ἐπὶ Ἥλιον καὶ Ἑρμῆ νεʹ καὶ ἀπὸ Κρόνου ἐπὶ Σελήνην εʹ· ἄρα οὖν τὰ εʹ καὶ τὰ ιʹ καὶ τὰ ιεʹ καὶ τὰ κʹ πρὸς αὐτούς. εἶτα πάλιν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου
15πρὸς Ἥλιον καὶ Ἑρμῆν ϛʹ καὶ ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Κρόνον ϛʹ· ἄρα οὖν τὰ ϛʹ καὶ τὰ ιβʹ καὶ τὰ ιηʹ καὶ τὰ κδʹ καὶ τὰ λʹ πρὸς αὐτούς. εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην ζʹ καὶ *** τὰ οὖν ζʹ καὶ τὰ ιδʹ καὶ τὰ καʹ καὶ τὰ κηʹ καὶ τὰ λεʹ πρὸς αὐτούς. ὁμοίως δὲ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ηʹ, εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἥλιον
20καὶ Ἑρμῆν ηʹ καὶ ἀπὸ Ἑρμοῦ καὶ Ἡλίου ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ηʹ· τὰ οὖν ηʹ καὶ τὰ ιϛʹ καὶ τὰ κδʹ καὶ τὰ λβʹ καὶ μʹ πρὸς αὐ‐ τούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Δία θʹ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον θʹ καὶ ἀπὸ Σελήνης ἐπὶ Κρόνον θʹ· τὰ οὖν θʹ καὶ ιηʹ καὶ κζʹ καὶ λϛʹ καὶ μεʹ πρὸς αὐτούς. εἶτα ἀπὸ
25Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Σελήνην ιʹ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Δία ιʹ καὶ ἀπὸ Διὸς ἐπὶ Κρόνον ιʹ· τὰ οὖν ιʹ καὶ κʹ καὶ λʹ καὶ μʹ καὶ νʹ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην ιαʹ καὶ ἀπὸ Σε‐ λήνης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιαʹ καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ Κρόνον ιαʹ· τὰ οὖν ιαʹ καὶ κβʹ καὶ λγʹ καὶ μδʹ καὶ νεʹ πρὸς
30αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ πρὸς Ἀφροδίτην ιβʹ καὶ ἀπὸ Σελήνης ἐπὶ Δία ιβʹ καὶ ἀπὸ Διὸς ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιβʹ· τὰ οὖν ιβʹ καὶ κδʹ καὶ λϛʹ καὶ μηʹ καὶ ξʹ πρὸς αὐτούς. καὶ μέχρις οὗ τις βούληται τὸν ἀριθμὸν ἐπιπροσθεὶς εὑρήσει. Οὗτος μὲν ὁ ἀριθμὸς ἀναγκαστικὸς καὶ ἐπιδιπλούμενος διὰ
35τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, 〈ὃσ〉 ἐν δευτέρῳ μέρει κεί‐
σεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδε‐223

224

κάδας καὶ τὸν ἐπίλοιπον ζητεῖν· καὶ ἐὰν μὲν εὑρεθῇ ἔχων παρά‐ δοσιν, ἐκείνῳ μᾶλλον χρῆσθαι· εἰ δὲ μὴ εὑρεθῇ, ἐξ ἀνάγκης ἐπὶ τοῦτον κατελευσόμεθα [ἢ ἐπὶ τὸν ὑποκείμενον]. οἷον ἐὰν ζητῶμεν ἔτος κʹ, ἀφελόντες τὰ ιβʹ τὰ λοιπὰ ηʹ ζητοῦμεν, εἰ ἔχει παρά‐
5δοσιν. ἐὰν οὖν μὴ εὑρεθῇ, τὰς ἀπὸ δʹ διαστάσεις ζητοῦμεν καὶ τοῖς λοιποῖς ὡς ηʹ χρησόμεθα (ἐνεργεστέρα γὰρ ἡ παράδοσις) ἢ πάλιν τὰς διὰ δύο· οἱ γὰρ συνέχοντες ἀριθμοὶ τὴν ηʹ εἰσὶ βʹ καὶ δʹ· δὶς γὰρ δʹ ἐστὶν ηʹ καὶ πάλιν τετράκις βʹ ηʹ. καὶ οὕτως γὰρ ἐνεργεῖς ἔσονται αἱ παραδόσεις. εἶτα τὰ καʹ καὶ τὰ ιθʹ παρὰ
10διάμετρον δηλοῖ· ἐάν τε γὰρ ἀφέλωμεν τὰς ιβʹ ἀπὸ τῶν ιθʹ, περι‐ λείπονται ζʹ, ἐάν τε γʹ ζʹ ποιήσωμεν, γίνεται καʹ. ἐπὶ δὲ τῶν κζʹ ἐνεργήσει καὶ ἡ διὰ γʹ καὶ θʹ καὶ ζʹ. τὰ κδʹ ἐὰν εὑρεθῇ ἔχοντα παράδοσιν, χρήσομαι, ἐπεὶ τὰ διὰ γʹ, τὰ ιγʹ καὶ τὰ κεʹ καὶ τὰ λζʹ, εἰς τὸ αὐτὸ ζῴδιον καταλήγει. ἐὰν οὖν εὑρεθῇ ἀστὴρ ἐπικείμενος
15ἑαυτῷ, καὶ τῷ ζῳδίῳ παραδεδωκὼς ἔσται· ἐὰν δὲ τούτου ἐπικει‐ μένου ἕτεροι ἀστέρες ἐν τῷ ἑξῆς ζῳδίῳ τύχωσιν, ἐκείνοις μᾶλλον παραδώσει. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως τῶν ιγʹ καὶ κεʹ ἐνιαυτῶν Ἄρης Διὶ παραδίδωσι καὶ Ζεὺς Σελήνῃ· ἐὰν δὲ τῷ ἑξῆς μηδεὶς εὑρεθῇ, ἑαυτοῖς ἔσονται παραδεδωκότες τὸν ἐνιαυτόν. ἐπεὶ
20δὲ ἕκαστος ἀριθμὸς κατὰ τὴν ἰδίαν ἁρμονίαν δοκεῖ φυσικὸς ὑπάρ‐ χειν, πρὸς τὰς ἀφαιρέσεις τῶν κύκλων ἐξαιρέτως χρησόμεθα πρῶτον μὲν τοῖς διὰ ιβʹ διὰ τὰ ιβʹ ζῴδια, εἶτα τοῖς διὰ ζʹ διὰ τοὺς ζʹ ἀστέρας. ἐάνπερ οὖν τῶν ιβʹ παράδοσις μὴ εὑρεθῇ, ἵνα ἐξ ἀνάγκης ἐκ τούτων γένηται (ἔδοξε δὲ καὶ τοῦτον τὸν λόγον
25φυσικώτερον ὑπάρχοντα προσυποτάξαι), μοιρικῶς κατὰ συνάντησιν καὶ ἀκτινοβολίαν ἀπὸ πάντων τῶν ἀστέρων τὰς ἀφέσεις ποιεῖσθαι καὶ συγκρίνειν τὴν ἑκάστου ἀστέρος πρὸς ἑκάτερον ἀποτελεσματο‐ γραφίαν. εἰ γὰρ ὡροσκόπος ἀφέτης κριθεὶς ἢ ὁ Ἥλιος ἢ ἡ Σε‐ λήνη καὶ τὴν φορὰν ποιούμενοι κατὰ τὴν τῶν χρόνων μετέλευσιν
30ἐπὶ τὰς τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν ἀκτινοβολίας ἢ μοίρας παραγενόμενοι αἴτιοι ἢ ἀγαθῶν ἢ φαύλων καθίστανται, ὁτὲ δὲ καὶ τὸ τέλος ἐπάγουσι, πῶς οὐχὶ μᾶλλον καὶ ἡ τῶν λοιπῶν ἀστέ‐ ρων δύναμις εὐτονήσει πρὸς ἄφεσιν καὶ ἀκτινοβολίαν; ἢ μόνοις τοῖς τρισὶ τὴν κυρίαν τῆς ἀφέσεως προσνέμομεν, τοὺς δὲ λοιποὺς
35διὰ παντὸς στηρίζοντας καὶ πεπηγότας καθάπερ σημείων χάριν
ἐσομένους παρίεμεν; πᾶς δὲ ἀστὴρ κατὰ τὴν ἰδίαν φορὰν224

225

τοῦ ἀνέμου κινούμενος ἀποτελεστικὸς ἀγαθοῦ τε καὶ κακοῦ γενή‐ σεται. Ταῦτα δὲ ἐκ πείρας αὐτὸς δοκιμάσας συνίστημι· πολλάκις γὰρ μηδεμιᾶς ἐπικρατήσεως οἰκείως εὑρεθείσης μήτε οἰκοδεσπο‐
5τικῆς προφάσεως μήθ’ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώ‐ δεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν
10Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπι‐ καίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προφανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην.
15περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρό‐ νος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν
20κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόβους ἐπι‐ σφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀφροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἢ ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους
25τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπη‐ ρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν ἢ μυστικῶν πραγμάτων, ἢ ἀδελ‐ φῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστά‐ σεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν
30δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονώτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀπο‐ κλίμασιν ἥττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκο‐
35πήσαντες ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ’ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως
ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ225

226

δὲ τὴν 〈τοῦ〉 ἀναποδισμοῦ χρονογραφίαν ἀπὸ ἑτέρου ζῳδίου εἰς ἕτερον ζῴδιον γενόμενος ἀκτινοβολήσῃ, ἐνεργήσει πρὸς τὸ ἀγαθὸν ἢ φαῦλον. Χρὴ μέντοι ἐκ τῆς τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγ‐
5ματείας τὰς μοιρικὰς κινήσεις ἐξετάζειν· αἱ γὰρ καθολικαὶ ὑπο‐ στάσεις καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάλη‐ πτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παν‐
10τὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρησάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πό‐ λεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερ‐
15χόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται, ἀλλ’ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχό‐ μενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησά‐ μενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰ‐
20κονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδε‐ μία τις αὐτοῖς φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλ’ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσα‐
25πώλεσε καὶ τὸ ζῆν, ἕτεροι δ’ ἔμειναν ἐπ’ ὀλέθρῳ, τινὲς δ’ ἐπὶ ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμη‐ θέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς
30ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίστα‐ ται, ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθ’ ἑκάστην γένεσιν ιβʹ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν
35ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ
συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.226

227

Οἷον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Ὑδροχόος μοιρικῶς· ἐφέξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκ‐ νων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θʹ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δʹ καὶ εʹ
5ἐπ’ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπ’ αὐτὸν ἡ διὰ θʹ καὶ ιʹ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Ὑδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γο‐ νέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ
10γʹ καὶ δʹ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ’ αὐτὸν εὐτονήσει καὶ ἀπ’ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ιʹ καὶ ιαʹ. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν ἢ καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ
15πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδʹ ἔτος. ὑφαιρου‐ μένων δυοδεκάδων δύο ὑπολείπονται ιʹ· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ
20τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περι‐ έπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευο‐ μένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ πάλιν μὴ προσδοκω‐
25μένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν. 〈ιʹ.〉 Τῶν προκειμένων ἀγωγῶν ὑπόδειγμα. Ὑποδείξομεν δὲ καὶ γενέσεις ὑποδείγματος χάριν εἰς τὸ εὐσύ‐ νοπτον τοῖς ἐντυγχάνουσι τὴν θεωρίαν φανῆναι. οἷον Ἥλιος Σε‐ λήνη Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Σκορπίῳ, Κρόνος Τοξότῃ, Ζεὺς
30Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κʹ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ
Ἄρει Λέοντι ἡ διὰ ηʹ· παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γʹ227

228

εἰς τὸ ιʹ ζῴδιον τουτέστι τὸ μεσουράνημα. ἀξίωσις γέγονε πρὸς βασιλέως περὶ δόξης καὶ οὐκ ἔτυχε· χαλεπὸς γὰρ Ζεὺς Ἄρει πα‐ ραδιδούς. ἰσχύει δὲ καὶ ἡ διὰ δʹ διαίρεσις τουτέστιν ἀπὸ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην καὶ ὡροσκόπον καὶ Ἑρμῆν καὶ Ἀφροδί‐
5την· ἐνόσησεν οὖν ἐν τῷ κʹ ἔτει καὶ ἀπὸ τετραπόδου πεσὼν ἐσύρη, ὡς παρά τι καὶ τὰς ὄψεις ἀφανίσαι· γέγονε δὲ καὶ πρὸς θηλυ‐ κὸν πρόσωπον ψόγος καὶ ἐπίθεσις καὶ ζημία, ὥστε ἕκαστος τῶν ἀστέρων τὸ ἴδιον ἀπετέλεσε παρὰ κακοποιῶν παραλαβών. τῷ δὲ κγʹ ἔτει Ζεὺς ἀπὸ βασιλικοῦ τόπου (ὁ γὰρ τρίτος καὶ ὁ ἔνατος
10ἀπὸ ὡροσκόπου τόπος θεὸν καὶ βασιλέα δηλοῖ) παραδιδοὺς τοῖς φωσὶ καὶ Ἀφροδίτῃ καὶ ὡροσκόπῳ καὶ Ἑρμῇ διὰ δωρεᾶς παρέσχεν ἐξουσιαστικὸν συνέδριον. οὐδὲν οὖν δυνατὸν ἄνθρωπον πράσσειν φιλίας βασιλέων καὶ μειζόνων κεκτημένον ἀντιπρασσόντων τῶν χρόνων.
15 Ἄλλη. Ἥλιος Ταύρῳ, Σελήνη Ἑρμῆς Κριῷ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβʹ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ ϛʹ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κριῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου
20εἰς ὑψωτικόν. τῷ δὲ μεʹ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδω‐ κεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατ’ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ
25παλλακίδας ἠλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μϛʹ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ
30Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο. Ἄλλη. Ἥλιος Ταύρῳ, Σελήνη Ἀφροδίτη ὡροσκόπος Κριῷ, Κρόνος Αἰγόκερῳ, Ζεὺς Παρθένῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Διδύ‐
μοις. τῷ ναʹ ἔτει ἐξενίτευσε καὶ ἐπὶ βασιλέως ἐλθὼν δίκην ὑπὲρ228

229

φίλου ἀρχιερωσύνης ἐνίκησεν· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ ὡροσκόπου 〈ἐπὶ〉 Ἑρμῆν ὄντα ἐν τῷ περὶ θεοῦ καὶ βασιλέως. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ τέκνου θάνατος ἐγέ‐ νετο· Ἄρης γὰρ ἀπὸ θανατικοῦ τόπου Κρόνῳ παρέδωκεν ὄντι ἐν
5τῷ περὶ τέκνων τόπῳ. Ἄλλη. Ἥλιος Ἑρμῆς Σκορπίῳ, Σελήνη Ἄρης Τοξότῃ, Κρό‐ νος Αἰγόκερῳ, Ζεὺς Ὑδροχόῳ, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ταύρῳ· τούτου τοῦ προκειμένου θέματος ὁ υἱὸς ὡς πρὸς σύγκρι‐ σιν ἐδηλώθη καὶ ἐκ ταύτης τῆς αἱρέσεως τῷ κβʹ ἔτει περὶ τὸν
10πατέρα ἥκει. Ζεὺς γὰρ Ἡλίῳ τὴν παράδοσιν ἐποιήσατο δηλοῦντι πατέρα καὶ ἡ ἀπὸ Ἄρεος ὄντος ἐν τῷ θανατικῷ τόπῳ πρὸς Ἀφρο‐ δίτην παράδοσις τοῦ θανάτου τὸ αἴτιον. Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Λέων Σελήνη Ὑδροχόῳ, Κρόνος Κριῷ, Ζεὺς Ἰχθύσιν, Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Παρ‐
15θένῳ. τῷ κδʹ ἔτει ἀπὸ νεκρικῶν ὠφελήθη καὶ φίλων· τῷ κϛʹ ἔτει γάμος καὶ ὠφέλεια γυναικός· τῷ κθʹ ἔτει διὰ θάνατον ἀλλοτρίου δούλου καὶ πρόφασιν φαρμάκου πράγματα καὶ ταραχὰς ἔσχηκεν· Κρόνος γὰρ Ἡλίῳ Ἄρει Ἀφροδίτῃ ἐν τῷ περὶ δούλων τόπῳ οὖσι τὴν παράδοσιν ἐποιήσατο· ἔτυχε δὲ βοηθείας διὰ μειζόνων φιλίας
20ἀρρενικῶν τε καὶ θηλυκῶν. τῷ λαʹ ἔτει ἐξενίτευσε καὶ ἐπὶ τῆς ξένης ἡδέως μὲν καὶ ἐπωφελῶς κατ’ ἀρχὰς διῆξεν, ἐξ ὑστέρου δὲ φθείρας παιδίσκην ζηλοτυπίας καὶ ταραχὰς ἔσχεν· ἦν γὰρ ἡ πα‐ ράδοσις ἀφ’ Ἡλίου καὶ Ἀφροδίτης καὶ Ἄρεος ὄντων ἐν τῷ περὶ δούλων τόπῳ ἐπὶ Σελήνην καὶ ἀπὸ ὡροσκόπου ἐπὶ Δία τὸν γα‐
25μοστόλον. τῷ δὲ λγʹ ἔτει κατεδικάσθη ὡς δοῦλον ἀπὸ νήσου ἐκ‐ βαλών, πλὴν ἐν τῇ καταδίκῃ φιλανθρωπίας μετέσχε διὰ τὴν ἀπὸ Ἑρμοῦ πρὸς Δία παράδοσιν. ἡ μέντοι συνοχὴ πρόδηλος ἐγένετο ἐκ τῆς σεληνιακῆς ἑξαγώνου στάσεως πρὸς Κρόνον, καθὼς ἐν τοῖς πρότερον ἐδηλώσαμεν, ὁ δὲ χρόνος ἀπὸ Ἄρεος καὶ Ἡλίου εἰς τὸν
30αἰτιατικὸν τόπον γενόμενος, τουτέστι πρὸς Κρόνον, τὴν καταδίκην παρέσχε. τῷ δὲ μεʹ ἔτει διὰ σπουδῆς μειζόνων προσώπων ὡς ἐπισινὴς ἀπελύθη· ἦν γὰρ καὶ ἡ παράδοσις τοῦ τε πρώτου χρό‐ νου καὶ τούτου συγκεκραμένη 〈ἐξ〉 ἀγαθοποιῶν καὶ κακοποιῶν. ἄλλως τε καὶ οἱ κακοποιοὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρε‐
35τικοὶ καὶ ἀμαυρότεροι γεγόνασι καὶ εἰς ἀσθενεστέρους τόπους πεπράκασιν.
Ὅθεν σκοπεῖν δεήσει πάντων τῶν ἀστέρων τὰς παραδόσεις,229

230

καὶ πότερον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἢ αἱ τῶν ἀγαθο‐ ποιῶν ἢ ἀναμεμιγμέναι εἰσί, καὶ οὕτως ἀποφαίνεσθαι. περὶ μὲν οὖν τούτων ἐν τοῖς παραγγέλμασιν ἐδηλώσαμεν· ἵνα δὲ μὴ δόξω‐ μεν πολυλογεῖν, αὐτὰ τὰ κεφάλαια τῶν ἀποτελεσμάτων ὑποδείξο‐
5μεν, τοὺς δὲ τόπους καὶ τὰς αἰτίας οἱ ἐντυγχάνοντες ἐκ τῶν προ‐ δεδηλωμένων καταλήψονται ἢ τῶν μελλόντων. Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Ζυγῷ, Κρόνος Ὑδροχόῳ, Ζεὺς ὡροσκόπος Τοξότῃ, Ἄρης Παρθένῳ, Σελήνη Λέοντι. τῷ μζʹ ἔτει ἐκληρονόμησε φίλον, ἐν δὲ τῷ αὐτῷ καὶ γυναικὸς ἐχωρίσθη
10διὰ ζηλοτυπίαν καὶ ψόγον. Ἄλλη. Ἥλιος Ἄρης Ταύρῳ, Σελήνη ὡροσκόπος Κριῷ, Κρόνος Λέοντι, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, Ἑρμῆς Διδύμοις. τῷ δʹ ἔτει πατρὸς θάνατος ἐγένετο. Ἄλλη. Ἥλιος Ἑρμῆς Κρόνος Τοξότῃ, Σελήνη Ἰχθύσιν, Ἄρης
15Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσκόπος Ζεὺς Ταύρῳ. τῷ μεʹ ἔτει τέκνων διδύμων γέννα ἄχρηστος, ἐν δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη· τῷ ναʹ ἀρχὴ ἐπίσημος· τῷ νβʹ ἔτει τέκνου θάνατος. Ἄλλη. Ἥλιος Ἀφροδίτη Ταύρῳ, Σελήνη Κριῷ, Κρόνος Καρ‐ κίνῳ, Ζεὺς Ἄρης Παρθένῳ, Ἑρμῆς Διδύμοις, ὡροσκόπος Τοξότῃ.
20ἐν τῷ λϛʹ ἔτει κρίσεις καὶ πράγματα ὑπὲρ τῆς γυναικὸς ἔσχε καὶ φίλων ἔχθρας. Ἄλλη. Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς Τοξότῃ, Κρόνος Λέοντι, Ἑρμῆς Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Ζυγῷ. τῷ λεʹ ἔτει ἐκινδύνευσε συσχεθῆναι διὰ στάσιν καὶ βίαν· εἶχε γὰρ
25καὶ ἡ Σελήνη ἑξάγωνον σχῆμα πρὸς Ἄρεα καὶ αὐτὸς Ἄρης παρει‐ ληφὼς παρ’ αὐτῆς τὸν ἐνιαυτὸν καὶ Κρόνῳ παραδεδωκώς. αὗται οὖν αἱ ἀντιπαραδόσεις χαλεπαὶ καὶ ἐπιτάραχοι· ἴσχυσε δὲ Ζεὺς σὺν τῇ Σελήνῃ τυχὼν καὶ παραλαβὼν ἀπὸ Ἡλίου καὶ Ἀφροδίτης τὸ αὐτὸ ἔτος ὄντων ἐν τῷ περὶ φιλίας τόπῳ· ὁ αὐτὸς οὖν ἐν
30τῷ περὶ ξένης τόπῳ τυχὼν ἐπετέλεσε ξενιτείαν ἑκούσιον μέν, ἐπί‐ φοβον δέ, καὶ φίλων βοηθείας καὶ συστάσεις. Ἄλλη. Ἥλιος Ἄρης Ἑρμῆς Σκορπίῳ, Κρόνος Κριῷ, Σελήνη Παρθένῳ, Ζεὺς Ταύρῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Τοξότῃ. τῷ μβʹ ἔτει διὰ γυναῖκα ταραχαὶ καὶ ἀκαταστασίαι καὶ ὄχλων περι‐
35βοήσεις, τῷ δὲ μδʹ δούλου βιαιοθανασία καὶ πατρὸς κλιμακτὴρ καὶ κατηγορία περὶ γένους ὡς ἀδόξου καὶ περὶ βίας· πλὴν ἀπὸ
φίλων ἔτυχε βοηθείας καὶ δωρεᾶς. ἐταράχθη δὲ καὶ εἰς τὸν περὶ230

231

γραπτῶν λόγον καὶ ζημίας καὶ ἐπιθέσεως ἐπειράθη καὶ ψευδο‐ κατηγορίας καὶ ἐπὶ δόλοις ἐλυπήθη καὶ σωματικῶς ὠχλήθη. ἑκάστη οὖν παράδοσις τὸ ἴδιον ἀποτελεῖ, ὁμοίως δὲ καὶ ἕκαστος τόπος.
5 Ἄλλη. Ἥλιος Ζεὺς Αἰγόκερῳ, Σελήνη Κρόνος Λέοντι, Ἄρης Ἰχθύσιν, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, Ἑρμῆς Τοξότῃ. οἱ αἰτια‐ τικοὶ τόποι εὑρέθησαν Ἰχθύσι καὶ Σκορπίῳ· ἐν τῷ Σκορπίῳ Ἀφροδίτη, ἐν Ἰχθύσιν Ἄρης. ὀρχηστὴς ὢν διὰ στάσιν ὄχλων τῷ κεʹ ἔτει ἐν συνοχῇ γενόμενος καὶ ἀπολογηθεὶς ἡγεμόνι διὰ φίλων
10βοήθειαν καὶ ὄχλων δέησιν ἀπολυθεὶς ἐνδοξότερος ἐγένετο. ἦν μὲν γὰρ ἡ παράδοσις τοῦ ἔτους ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον, καὶ ἀπὸ Διὸς καὶ ἀπὸ Ἡλίου ὄντων ἐν τῷ περὶ ἐξουσίας τόπῳ ἐπὶ Κρόνον καὶ Σελήνην ὄντας 〈ἐν〉 τῷ μεσουρανήματι καὶ πρακτικῷ τόπῳ· ἄλλως τε καὶ κατὰ
15τὴν διὰ ηʹ διὰ δʹ αἵρεσιν σημαίνει ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἀφροδίτην καὶ ὡροσκόπον, ἵνα γένηται ἡ στάσις καὶ φιλονεικία καὶ ἀντιζηλία διὰ τὴν πρᾶξιν, καὶ ἀπὸ Ἑρμοῦ δʹ ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον. πάντες οὖν οἱ ἀστέρες τῷ κ〈εʹ〉 ἔτει ἐχρη‐ μάτισαν· εὐλαβήθη ἡ γένεσις περὶ καθαιρέσεως δόξης καὶ περὶ
20καταδίκης καὶ πνευματικοῦ κινδύνου. Ἀφροδίτης δὲ εὑρεθείσης ἐν τῷ ὡροσκόπῳ καὶ ἐν τῷ αἰτιατικῷ καὶ Διὸς σὺν Ἡλίῳ εὐφαν‐ τασίωτον τὴν ἀπόλυσιν ἔσχε καὶ περὶ τὴν πρᾶξιν εὐημέρησεν· ἦν γὰρ καὶ ὁ κλῆρος τῆς τύχης Κριῷ, τοῦ δὲ ὑψώματος κατὰ τὴν γένεσιν κύριος ὁ Ἥλιος εὑρέθη μεσουρανῶν κατὰ τὸν κλῆρον καὶ
25Ἄρης κατὰ τὸν δαίμονα. ἐξ ὑστέρου τῷ λβʹ ἔτει τιμῆς καὶ δόξης καὶ βίου καθαιρεθεὶς ἀτίμως διῆξε διὰ τὸ ἐν ἀποκλίσει τετευχέ‐ ναι τὸν κλῆρον καὶ Κρόνον παρ’ αἵρεσιν μεσουρανοῦντα ἐναντιω‐ θῆναι τῷ περιποιητικῷ τόπῳ Ὑδροχόῳ ἰδίῳ οἴκῳ· ὅθεν καὶ ἑαυτῷ παραίτιος τῆς καθαιρέσεως ἐγένετο, ὑβριστὴς καὶ ἀλαζὼν
30γενόμενος· καὶ γὰρ ὁ κύριος τοῦ δαίμονος καὶ τοῦ διανοητικοῦ τόπου Ἑρμῆς ἑαυτῷ ἠναντιώθη, τουτέστι τοῖς Διδύμοις. Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ, Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις. τῷ κʹ ἔτει οἱ τούτου γονεῖς ἐν πανηγύρει λῃστῶν ἐφόδῳ ἀμφότεροι ἀνῃρέθησαν· ἦν
35μὲν οὖν καὶ ἡ παράδοσις ἀπὸ ὡροσκόπου εἰς τὸν θανατικὸν τόπον· ἐχρημάτισε δὲ μᾶλλον καὶ ἡ διὰ δʹ ἀπὸ Κρόνου καὶ
Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην, οἳ ἐτύγχανον ἐν τῷ θανατικῷ231

232

τόπῳ δηλοῦντες πατέρα καὶ μητέρα. καὶ αὐτὸς μέντοι ἐν τῇ τα‐ ραχῇ γενόμενος διέφυγε τὸν κίνδυνον, ἵνα καὶ ἡ Διὸς παράδοσις ἐν τῷ αὐτῷ ἰσχύσῃ. 〈ιαʹ.〉 Περὶ ἀφέσεως.
5 Αἱ μὲν οὖν ἀφέσεις τῶν ἐνιαυτῶν ἀπὸ πάντων τῶν ἀστέρων χρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται· ἡμέ‐ ρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπί‐ κεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἂν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἢ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς
10εἴς τινα τῶν κατὰ γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν· εἰ δ’ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῷ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκὼς τὸν χρόνον. εἰ δὲ κενὸν τύχῃ τὸ ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατὰ γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως,
15ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἢ κατὰ πάροδον, καὶ πάντων τὰς ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων· κἂν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτε‐ λέσμασι τῶν ἀστέρων· εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις. Οἷον ἐὰν ἀπὸ Σελήνης ἡ ἄφεσις γενομένη ἔλθῃ ἢ εἰς Κριὸν
20ἢ εἰς Σκορπίον, ἐκεῖ δὲ μηδεὶς ἐπῇ, ἀπ’ αὐτοῦ δὲ τοῦ κατὰ γέ‐ νεσιν Ἄρεως τὸ αὐτὸ πλῆθος τῶν ἐτῶν δοθὲν ἔλθῃ πρὸς Κρόνον, ἔσται ἐπικίνδυνον καὶ ἐπιτάραχον τὸ ἔτος, καὶ ὅσα ἐὰν ἡ παρά‐ δοσις καὶ οἱ τόποι σημαίνωσι. τὸ δ’ ὅμοιον καὶ ἀπὸ Ἡλίου καὶ ἀπὸ ὡροσκόπου διδόμενον τὸ ἔτος καὶ ἀπὸ τῶν κλήρων, ἑκάστου
25τὸ ἴδιον ἀποτελοῦντος κατὰ τὴν παράδοσιν ἢ παράληψιν. ἐὰν δέ πως ἐπὶ τοῦ ἔτους δύο ἐνεργήσωσιν, *** ἐξαιρέτως δὲ ἡ ἀπὸ τῶν κέντρων, εἶτα ἡ ἀπὸ τῶν ἀναφορῶν, ἑξῆς ἡ ἀπὸ τῶν ἀποκλι‐ μάτων. καὶ οἱ μὲν ἀγαθοποιοὶ ἀπὸ τῶν κέντρων καὶ ὑψωμάτων ἢ χρηματιστικῶν τόπων παραδιδόντες ἢ παραλαμβάνοντες μεγά‐
30λων ἀγαθῶν καὶ δόξης αἴτιοι καθίστανται, ἀπὸ δὲ τῶν ἐπανα‐ φορῶν μέσοι, ἀπὸ δὲ τῶν ἀποκλιμάτων ἀσθενέστεροι· διάμετροι δὲ ἥσσονες καὶ ἐπιτάραχοι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐπί‐ κεντροι μὲν κάκιστοι, ἐπὶ δὲ τῶν ἐπαναφορῶν μέσοι καὶ ἐξ ὑστέ‐ ρου τὰς αἰτίας ἐπάγοντες, ἐν δὲ τοῖς ἀποκλίμασιν ἥσσονες τῇ
35κακίᾳ γενήσονται· διάμετροι δὲ ἐναντιωμάτων καὶ κινδύνων εἰσὶ232

233

δηλωτικοί. ὅταν δὲ οἱ κακοποιοὶ καθυπερτεροῦντες παρὰ τῶν καθυπερτερουμένων λαμβάνωσι τοὺς χρόνους, χείρονα τὰ κακὰ ἀπεργάζονται, κἂν ἀγαθοποιοὺς [δὲ] διαμετρῶσι καὶ παρ’ αὐτῶν λαμβάνωσι· τριγωνίζοντες δὲ συμφανέστερα τὰ ἀποτελέσματα
5ποιοῦσι καὶ ἠπιώτερα· ἐνεργέστεροι δὲ κριθήσονται οἱ παρα‐ λαμβάνοντες ἢ οἱ παραδιδόντες. Κάλλιον μὲν οὖν τὸ ἀγαθο‐ ποιὸν ἀγαθοποιῷ παραδιδόναι ἢ κακοποιὸν ἀγαθοποιῷ, χείριστον δὲ τὸν κακοποιὸν κακοποιῷ. ἐὰν δέ πως ἡ ἄφεσις εἰς κενὸν κατὰ τὸ παρὸν ἔλθῃ ζῴδιον, ἐξ ὑστέρου δὲ τῷ τόπῳ ἀστὴρ ἐπεμβῇ,
10ἔσται ἐκεῖνος παρειληφὼς τὸν χρόνον. εὐτονώτερος δὲ κριθήσε‐ ται πρὸς ἀποτέλεσμα ἤτοι ἀγαθοποιὸς ἢ κακοποιός, ἐὰν φάσιν ἐν τῷ αὐτῷ ζῳδίῳ ποιήσηται· ἐὰν δὲ παροδεύῃ, ἄτονος· ἐὰν δέ πως ἡ ἄφεσις εἰς κενὸν τόπον συνεκπέσῃ, ἡ ἐν τῷ αʹ ἔτει ἐπικρατεῖ, ἕως ἑτέρα συνδράμῃ. αἱ μὲν οὖν δύσεις καὶ οἱ ἀναπο‐
15δισμοὶ τῶν ἀστέρων ἄτονοι γενήσονται, αἱ δὲ ἀνατολαὶ καὶ στη‐ ριγμοὶ εὔτονοι, συγκρινομένων τῶν ἀποτελεσμάτων πολυμερῶς. πρὸς τὴν ὑπόστασιν οὖν τῆς γενέσεως *** πλουσίοις μεσοβίοις ἀσχοληματικοῖς πένησιν ἐργαστηριακοῖς. βεβαιότερα δὲ τὰ ἀπο‐ τελέσματα κριθήσεται εἴς τε τὰ πρακτικὰ καὶ τοὺς κλιμακτηρι‐
20κοὺς λόγους, ἐπὰν οἱ αὐτοὶ ἀστέρες τὸν αὐτὸν σχηματισμὸν ἐπέ‐ χωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως· τούτου γὰρ καὶ ὁ θειότατος Κριτόδημος μέμνηται. ὑποδείξομεν δὲ δι’ ὀργάνου καὶ δι’ ἀγω‐ γῆς ἑξῆς τὸ σχῆμα. ****
25 Ὁ προκείμενος κανών ἐστι συναποκαταστάσεως πρὸς τὰς δια‐ στάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἷον ὑποδείγματος χάριν Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Τοξότῃ, Σελήνη Λέοντι, Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Ἀφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου βʹ· ὁμοίως καὶ Ἥλιος
30καὶ Ἄρης Ἑρμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρό‐ νος καὶ Ζεὺς καὶ Ἀφροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ τὸ θέμα
35ἔτος λαʹ· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτη‐
ρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ233

234

τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἥ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὸ τὴν μονάδα χρηματίζειν μέχρι ιβʹ, τὴν δὲ δυάδα μέχρι κδʹ, τὴν δὲ τριάδα μέχρι καὶ λϛʹ, καὶ ἑξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ τὸ λαʹ ἔτος πίπτει εἰς τὴν ιαʹ
5τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ιαʹ παραδῶσιν ἑτέρῳ ἢ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις, Κρόνος Παρθένῳ, Ἄρης Ἀφροδίτη Ταύρῳ, Σε‐
10λήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ιαʹ ἦσαν Ζεὺς καὶ Κρόνος καὶ Ἀφροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτῃ, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρ‐ τον· εὑρίσκω τὰ λβʹ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει
15δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὗτοι ἀλλή‐ λοις ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν ϛʹ διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκε‐ ται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέ‐ ρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀφροδίτη Κρόνῳ.
20ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀφροδίτη διὰ δʹ οὐκ ἀποκα‐ θίσταται οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα· κυριεύ‐ σουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ ἐν τούτῳ τῷ στίχῳ τὰ λϛʹ· ἐπὶ τῆς τετραετηρίδος εὑρέ‐ θησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μετα‐
25βαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δʹ. διὸ καὶ εὑρί‐ σκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ. Ἀπαραβάτως οὖν ἐνεργεῖς καὶ χρηματιστικοὶ οἱ χρόνοι οὗτοι γίνονται τῶν διαστάσεων, ὅταν οἱ ἐπὶ γενέσεως κυριεύοντες αὐτῶν ἐν
30ταῖς ἐπικαίροις παρόδοις ἣν εἶχον ἐπὶ γενέσεως διάστασιν ἔχουσιν. 〈ιβʹ.〉 Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται. Οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Λέοντι, Κρόνος Καρκίνῳ, Ζεὺς
Διδύμοις, Ἄρης Σκορπίῳ, Ἀφροδίτη Κριῷ, Ἑρμῆς Ἰχθύσι. τὰ234

235

μὲν οὖν ιβʹ ἔτη πρὸς τὴν τοῦ Ἄρεος ἀποδιάστασιν διὰ τῶν δʹ· ἐστὶ δὲ ἁπλοῦς ὁ κλιμακτήρ· τετράκις γὰρ τὰ δʹ γίνεται ιϛʹ· οἱ γὰρ τετράγωνοι ἁπλοῖ, οἱ δὲ ἑτερομήκεις σύνθετοι. ὁ δὲ ιηʹ πρὸς Ἀφροδίτην σύνθετος ἐκ τοῦ [τὰ] δὶς θʹ· τὰ μὲν οὖν δύο ἐν Παρθένῳ,
5ἐν Παρθένῳ δὲ οὐδείς· ἐν δὲ τῷ θʹ ἐστὶν Ἀφροδίτη. εἰ δὲ ἦν τις καὶ ἐν Παρθένῳ, συναπεκαθίστατο ἂν διὰ τὸ καὶ ἐν Αἰγόκερῳ † ϊ. ἐπεὶ δὲ καὶ τρὶς ϛʹ ὁμοίως ιηʹ καὶ † καὶ ἑξάκις. ἀλλ’ οὔτε Ζυγῷ τῷ τρίτῳ ἔστι τις ἀστὴρ οὔτε ἐν Αἰγόκερῳ τῷ ἕκτῳ. πάλιν τὰ κʹ σύνθετος· τετράκις γὰρ εʹ γίνεται κʹ καὶ τὰ πεντάκις δʹ
10ὁμοίως. Ἄρης ὁ ἐν Σκορπίῳ χρηματίζει, ἐν τῷ εʹ Τοξότῃ οὐδείς. τὰ δὲ καʹ ἔχει τὸ τρὶς ζʹ· Ζυγῷ οὐδείς, Ὑδροχόῳ Ἥλιος· πρὸς Ἥλιον οὖν. τὰ δὲ κδʹ ἔχει τετράκις ϛʹ· ἐν Σκορπίῳ πάλιν Ἄρης, Αἰγόκερῳ δὲ οὐδείς. τὰ δὲ κεʹ ἔχει τετράγωνον ἁπλοῦν ἀριθμόν· ἀλλ’ οὐδεὶς ἐν Τοξότῃ. τὰ δὲ κζʹ συνέστηκεν ἐκ τῆς τρὶς θʹ· διὰ
15τριῶν ἐστιν οὐδείς, μόνη δὲ ἡ Ἀφροδίτη διὰ θʹ. ὁ κηʹ διὰ δʹ πρὸς Ἄρεα καὶ διὰ ζʹ πρὸς Ἥλιον. ὁ μʹ ἔχει μὲν δʹ καὶ ιʹ καὶ εʹ καὶ ηʹ, συμφωνεῖ δὲ πρὸς Ἄρεα διὰ τῶν δʹ, πρὸς Ἑρμῆν διὰ τῶν ηʹ. ὁ μδʹ πρὸς Ἄρεα καὶ Δία. συναποκατασταθήσονται δὲ καὶ πλείονες ἔσθ’ ὅτε· οἷον ἐπὶ τοῦ μʹ ὥσπερ ἐν τῷ δʹ ἐστὶν
20Ἄρης καὶ ἐν τῷ ηʹ Ἑρμῆς· εἰ ἦν τις καὶ ἐν τῷ ιʹ καὶ ἐν τῷ εʹ, συναπεκαθίστατο ἂν αὐτοῖς. Λέγει δὲ τὰ συμβαίνοντα μᾶλλον εὐτονώτερα καὶ ἐμφανέστερα γίνεσθαι, ἐὰν ἴδιος ᾖ ὁ τῶν ἐτῶν ἀριθμὸς τοῦ συμφωνοῦντος πρὸς τὴν ἀποδιάστασιν ἀστέρος, οἷον οὕτως· τὰ μὲν γʹ εἶναι
25Κρόνου, τὰ δὲ εʹ Ἀφροδίτης, τὰ δὲ ζʹ Ἄρεως, τὰ δὲ ηʹ Ἑρμοῦ, τὰ δὲ θʹ Διός, τὰ ιγʹ Σελήνης, τὰ ιηʹ Ἡλίου. ἐὰν οὖν ἅμα συν‐ εμπίπτῃ οὗτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων ἐν χρηματιστικῷ· ἐὰν δὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἴς τινα τοῦ διαστήματος ἐπ’ αὐτὸν φέροντος,
30ἀχρημάτιστος ἐν ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρημα‐ τίζουσα ἐν [δὲ] τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτῃ χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οἷον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κηʹ πρὸς Ἄρεα Ἥλιον· ὁ κθʹ οὐκ ἔχει διάστασιν· ὁ λʹ ἔχει μὲν γʹ καὶ εʹ καὶ ϛʹ καὶ ιʹ καὶ † αʹ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λαʹ πάλιν οὐχ
35ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης235

236

καὶ Ἥλιος οἱ ἐν τῷ κηʹ ἔτει χρηματίσαντες ἕως λβʹ, ὧν συναπο‐ καθιστῶσι Ἄρης διὰ δʹ καὶ Ἑρμῆς διὰ ηʹ. Ὑποτάξομεν δὲ καὶ τὰς διαφορὰς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν.
5πρώτῳ ἀσθενήσει καὶ ἐπίφοβος ἔσται· δευτέρῳ κινδυνεύσει δι’ ὑγρῶν σπασμόν· γʹ Κρόνου κλιμακτὴρ ἐπισφαλής· εʹ Φωσφόρου, ἀσθενήσει. ϛʹ Κρόνου δεύτερος· ζʹ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σι‐ δήρου τομαῖς. ηʹ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θʹ Διὸς πρῶτος,
10Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ιʹ Ἀφροδίτης δεύτερος· ἀσθενή‐ σει ἐκ πληθώρας. ιβʹ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ δι’ ὑγρῶν. ιγʹ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδʹ Ἄρεως δεύ‐
15τερος· ἐπικίνδυνος δύσκολος. ιεʹ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϛʹ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολερᾶς ἢ ἀρτηρίας καὶ δυσαναληψίας. ιηʹ Διὸς δεύτερος, Κρόνου τρίτος, Ἡλίου πρῶτος, χαλεπὸς λίαν. κʹ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατὰ τὸ πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἢ κόπου
20παρακολουθοῦσιν. καʹ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδʹ Κρόνου ὄγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κεʹ Ἀφροδίτης πέμπτος, σύνθετος. κζʹ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κηʹ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λʹ Κρόνου δέκατος, Ἀφροδίτης ἕκτος, ἀκίνδυνος κατὰ
25τὸ πλεῖστον. λβʹ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγʹ Κρόνου ἑνδέ‐ κατος, δύσκολος. λεʹ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπι‐ κίνδυνος καὶ εὐεπιβούλευτος. λϛʹ Διὸς τέταρτος, Κρόνου δωδέ‐ κατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μʹ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβʹ Ἄρεως ἕκτος, Κρόνου ιδʹ, χαλεπὸς καὶ
30ἐπικίνδυνος. μεʹ Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιεʹ· οὗτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τοὺς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος ἐν τῇ γενέσει· κινδύνους γὰρ ἐπιφέρει ἄρ‐ θρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μηʹ
35Ἑρμοῦ ἕκτος, Κρόνου ιϛʹ, χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθʹ Ἄρεως
ἕβδομος, ἐπικίνδυνος, ἢ αἰφνίδιος διὰ πυρετῶν ἢ αἱμαγμῶν καὶ236

237

βιαίας αἰτίας. νʹ Ἀφροδίτης δέκατος, ἐπικίνδυνος. ναʹ Κρόνου ιζʹ, νόσους βλάβας ἀτυχίας ἐπιφέρει. νβʹ Σελήνης τέταρτος, οὐ καλός. νδʹ Κρόνου ιηʹ, Διὸς ἕκτος, Ἡλίου τρίτος, χαλεπὸς καὶ κινδυνώδης. νεʹ Ἀφροδίτης ἑνδέκατος, οὐ κακός. νϛʹ Ἄρεως ὄγ‐
5δοος, Ἑρμοῦ ἕβδομος, λυπηρὸς σκληρός. νζʹ Κρόνου ιθʹ, χαλεπώ‐ τατος. ξʹ Κρόνου κʹ, Ἀφροδίτης δωδέκατος, ἐπισφαλής. ξγʹ Κρόνου καʹ, Διὸς ἕβδομος, Ἄρεως ἔνατος, ἀνδροκτάστης, χαλεπὸς καὶ θανα‐ τηφόρος. οβʹ Κρόνου κδʹ, Διὸς ὄγδοος, Ἑρμοῦ ἔνατος, χαλεπὸς καὶ θανατηφόρος. οεʹ Κρόνου κεʹ, Ἀφροδίτης ιεʹ, ἐπικίνδυνος. οζʹ
10Ἄρεως ἑνδέκατος, δύσκολος καὶ θανατηφόρος. οηʹ Κρόνου κϛʹ, Σελήνης ἕκτος, χαλεπός. πʹ Ἀφροδίτης ιϛʹ, Ἑρμοῦ δέκατος, συγ‐ κρατικός. παʹ Κρόνου κζʹ, Διὸς ἔνατος, ἐπικίνδυνος. πδʹ Κρόνου κηʹ, Ἄρεως δωδέκατος, δύσκολος καὶ κακοποιός. πεʹ Ἀφροδίτης ιζʹ, κοινός. πζʹ Κρόνου κθʹ, ἐπικίνδυνος. Ϟʹ Κρόνου λʹ Ἀφρο‐
15δίτης ιηʹ Διὸς δέκατος, χαλεπός. Ϟεʹ Ἀφροδίτης ιθʹ, οὐ καλός. Ϟϛʹ Κρόνου λβʹ, δύσκολος. Ϟηʹ Ἄρεως ιδʹ, χαλεπός. Ϟθʹ Κρόνου λγʹ, μέσος. ρʹ Ἀφροδίτης κʹ, οὐ κακός. ρβʹ Κρόνου λδʹ, χαλεπός. ρεʹ Κρόνου λεʹ, Ἀφροδίτης καʹ Ἄρεως ιεʹ, δύσκολος. ρηʹ Κρόνου λϛʹ, θανατηφόρος. ριʹ Ἀφροδίτης κβʹ, οὐ κακός. ριαʹ Κρόνου λζʹ, ἐπι‐
20σφαλής. ριβʹ Ἄρεως ιϛʹ Ἑρμοῦ ιδʹ, δύσκολος καὶ δεινός. ριδʹ Κρόνου ληʹ, ἐπικίνδυνος. ριεʹ Ἀφροδίτης κγʹ, κοινός. ριζʹ Κρόνου λθʹ, Σελήνης ἔνατος, Διὸς ιγʹ, ἐπικίνδυνος. ριθʹ Ἄρεως ιζʹ, ἐπι‐ σφαλής. ρκʹ Κρόνου μʹ Ἀφροδίτης κδʹ, θανατηφόρος. Ἔστω ὑποδείγματος 〈χάριν〉 Ἥλιος Ζεὺς Ἄρης Καρκίνῳ, Σε‐
25λήνη Ζυγῷ, Κρόνος Τοξότῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος Διδύμοις. ἐτελεύτα τῷ νδʹ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιηʹ, Διὸς δὲ ἕκτος, Ἡλίου δὲ τρίτος· τούτων συναποκατάστασις. εὑ‐ ρέθη δὲ καὶ ἐν τῷ θανατηφόρῳ μηνὶ Ἥλιος καὶ Ζεύς, τουτέστι Τοξότῃ· ἄλλως τε τὸν νδʹ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδί‐
30δοσαν Ἥλιος καὶ Ζεὺς καὶ Ἄρης Κρόνῳ τῷ ἐν Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ἐξ ὧν οἵ τε θανατηφόροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κἂν μὲν οἱ βιώσιμοι χρόνοι
35κατὰ τὰς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλι‐
μακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπόστασις διάστασιν ἔχῃ,237

238

συνεμπέσῃ δὲ κλιμακτηρικὸς χρόνος, περὶ τὰς πράξεις καὶ βιω‐ τικὰς ἀφορμὰς συντελεσθήσεται, οἷον ἀδοξίαι, καθαιρέσεις, βίαι, καταδίκαι, ναυάγια, κρίσεις, συνοχαί, φυγαδεῖαι, φόβοι, ἀπώλειαι, ζημίαι, αἰφνίδιοι κίνδυνοι, ἐπήρειαι, συλήσεις καὶ τὰ ἄλλα, ὅσα
5τῷ τῶν ἀνθρώπων βίῳ αἴτια καθίστανται, σίνη τε καὶ πάθη καὶ ἀκρωτηριασμοί, καύσεις, τομαί, ἀσθένειαι, ἐπισφαλεῖς ἐπιβουλαί. κἂν μὲν συναποκαθιστάμενοι οἱ ἀστέρες οἱ κλιμακτηρίζοντες εὑρε‐ θῶσιν ἐπὶ τῆς γενέσεως ἐναντιούμενοι ἢ καὶ ἀπὸ κακοποιῶν κατοπτευόμενοι καὶ παρ’ αἵρεσιν πεπτωκότες, ἐπισφαλῆ καὶ ἐπι‐
10τάραχον τὸν χρόνον προδείξουσιν· ἐὰν δὲ οἰκεῖον σχῆμα ἔχωσι, τὰς τῶν αἰτίων ἐπιφορὰς ἀμαυρώσουσι καὶ ἠπιώτερον τὸν κλι‐ μακτῆρα κατασκευάσουσιν. εὔτονοι μὲν οὖν καὶ ἀπὸ τῶν ἰσανα‐ φόρων ζῳδίων αἱ παραδόσεις ἢ παραλήψεις κριθήσονται, οἷον ἀπὸ Κριοῦ εἰς Ἰχθύας καὶ ἀπὸ Ταύρου εἰς Ὑδροχόον καὶ ἀπὸ
15Διδύμων εἰς Αἰγόκερω καὶ ἀπὸ Καρκίνου εἰς Τοξότην καὶ ἀπὸ Λέοντος εἰς Σκορπίον καὶ ἀπὸ Παρθένου εἰς Ζυγόν· ὁμοίως καὶ τὸ ἐναλλάξ. Καὶ ταῦτα μὲν ἡμεῖς νήφοντι λογισμῷ καὶ πολυμερίμνοις ἀνίαις δοκιμάσαντες μετὰ πολλοῦ πόνου προεθέμεθα τοῖς γε νοῦν
20ἔχουσι, καὶ ὥσπερ οἱ παλαιοὶ καὶ περὶ ταῦτα ἠσχολημένοι ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳ‐ δίως μὲν τούτων 〈τις τῶν〉 τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν 〈ἂν〉 οὐ μόνον τοὺς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τοὺς ποσῶς αὐ‐
25χοῦντας ἢ ἐν μεγάλῃ δόξῃ καθεστῶτας διὰ τὸ ἀκατάληπτον τῆς περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τὰ γὰρ ἀποπτώματα μὴ κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μὴ ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλ’ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κε‐
30κτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρῖψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως φθέγγε‐ ται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζόμενος τὸ μὲν ἀπόπτωμα
φυγῆς 〈καὶ〉 θανάτου ἄξιον, τὸ δὲ ἐπίτευγμα κέαρ πεπονημέ‐238

239

νον ἀρετῆς. τοῦτο δὲ περὶ τοὺς ἀμαθεῖς ἢ μετὰ ἀκριβείας μὴ φέροντας τὸν χρόνον ἢ τὴν ὥραν γίνεται· ὅθεν ἐχρῆν τοὺς μάλιστα μετὰ ἀσφαλείας βουλομένους ἀκούειν περὶ τῶν ὄντων καὶ ἐσομέ‐ νων κρίναντας τοὺς ἄνδρας οἵτινες εἶεν μετὰ σπουδῆς συναγω‐
5νίζεσθαι καὶ ἐξομολογεῖσθαί τινα τῶν πραγμάτων, ὅπως κατα‐ λαμβανόμενος ὁ προγνωστικὸς τὰς κεντροθεσίας ἀκριβεῖς ἢ καί τινας δυναστικοὺς τόπους ἐξ ἀριθμῶν καὶ ἀγωγῆς περὶ τῶν ὄντων ἀποφαίνηται. πολλάκις γάρ, καθὼς προεῖπον, οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ τούτων γεννήτορες τὰς ὥρας διαψευδόμενοι ἀδικοῦσι τὴν
10ἐπιστήμην· ὁμοίως γὰρ καὶ αὐτὸς ἐκ τῶν ἐμῶν φυτοσπόρων κατε‐ λαβόμην. ἀλλὰ ταῦτα μὲν οὖν οὐ πράσσουσι, βουλόμενοι ἐν στιγμῇ περὶ τῶν καταθυμίων καὶ μὴ συγκεκραμένων ἀκούειν καὶ ἀδυνά‐ των πραγμάτων ἐπιτυγχάνειν διά τινος μυστικῆς κακουργίας, ἀκού‐ οντες μὲν παρὰ τῶν ἀμαθῶν καὶ πράσσοντες μετὰ προθυμίας, ἃ
15μὴ θέμις, ἡδόμενοι παραυτίκα ἐπαίνῳ καὶ τιμαῖς ἀμείβονται τοὺς πολεμίους, κακολογοῦσι δὲ τοὺς σεμνοὺς καὶ ἐμπείρους ὡς μὴ δυναμένους μήτε οὕτως ῥᾳδίως ἀποφαίνεσθαι μήτε πράσσειν λε‐ πτομερῶς, οὐκ εἰδότες ὅτι μετὰ πολλοῦ πόνου καὶ ζητήματος τὰ πράγματα ἑκάστης γενέσεως καταλαμβάνεται. ἐξ ὑστέρου δὲ σφα‐
20λέντες τῶν προσδοκωμένων καὶ μετανοοῦντες ἐπισφαλῶς καὶ ἀνια‐ ρῶς οὐ μόνον ψόγον κατὰ τῶν ψευσαμένων ἐπεισφέρουριν, ἀλλὰ καὶ τὸ μάθημα ἀνύπαρκτον φημίζουσι καὶ τοὺς μεταχειριζομένους ἐχθροὺς ἡγοῦνται. συμβαίνει δὲ δι’ ὀλίγους καὶ ἀναξίους τῆς ἐπιστήμης πολλοὺς ἀτιμάζεσθαι.
25Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον εʹ
τετέλεσται239

240

(2t)

Liber VI.
3tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ϛʹ.
4Προοίμιον.
5 Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατὰ 〈τὴν〉 τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ χλευάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πρά‐ ξεως, ὅπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰ‐
10δέναι, ἴδιον δὲ ἑκάστου ἀγαθὸν ἡγούμενοι † κέκτηται συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γὰρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τὰς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἂν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑπ’
15ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος· καὶ οὗτος ὀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προ‐ κρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἠρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὓς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρε‐
20πῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλοὺς ἐραστὰς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φθείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μετα‐ φέρει· τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας
25μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό‐240

241

σατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθ’ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις. Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ
5περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα ἐν τῷ βίῳ, ἧς ἄνευθεν οὐδὲν οὔτ’ ἔστιν οὔτ’ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ
10ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων [καὶ] τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις
15ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα *** καὶ μοί τις ἐξήχησεν οὐρανοῦ βο, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προ‐ τείνων καὶ τὰ ἑξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν
20πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ᾗ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν [καιρῶν] κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἔστι καὶ Μήνης ἀνωμάλους δρόμους,
25προσνεύσεις τε καὶ ἀναχωρήσεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφὰς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιασμοὺς καὶ τὰ λοιπὰ πάντα; ἐκ τούτων δοκεῖ συνε‐ στάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ [τὸ] τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε † αἱ
30πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς
αὐτοὺς ἀποκαθίστανται τόπους.241

242

Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνου‐ μένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα ἐν τοῖς αὐτοῖς οὐκ ἐπι‐ μένει, 〈ἀλλ’〉 ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀνα‐
5λαμβάνει. εὐπροαίρετος δέ τις ὢν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλ’ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὐτοῖς. ἐμὲ δὲ οὔθ’ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ
10ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθ’ ὅσα ποτὲ διὰ μεθόδων ἢ χλεύης ἐπάγεται τοὺς ἀκούοντας, ἀλλ’ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωφελέσιν πρά‐ ξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς ** ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν
15οὐρανίων ἐντυχὼν ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθεν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ τὸ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρὰ τοὺς ἀρ‐
20χαίους πείσειν τοὺς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγ‐ καίως ἔσχον ἐν ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγω‐ γὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕ‐ τως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας
25στηριζομένη τὸ μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐν‐ δειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολ‐ λάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχά‐ νων τοῖς προγενομένοις συνέτασσον διὰ τὸ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφων, μάλιστα δὲ περὶ
30τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, 〈ὥστε〉 εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρε‐
θῆναι καὶ ἐν ἑτέροις συγγεγραμμένα.242

243

〈αʹ.〉 Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν. [Καὶ] ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατι‐ κὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται·
5νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ᾐνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ’ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς
10ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκο‐ λουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον τὸ πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικὰς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων
15ἀποτελέσματα ἔκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως ὁ συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας τὸ λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι τὸ ἀποτέ‐ λεσμα· ἐὰν δὲ πλεονάζῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοι‐
20πὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατ’ ἐπέμβασιν· οὕτως γὰρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα. Πολλάκις γὰρ τῆς πλατικῆς διαιρέσεως μηδὲ φαινούσης τι
25καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ
30εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἔστι συνιδεῖν πολλούς, οἳ ἑνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζη‐ τουμένων χρόνων ἁρμονίαν· ἔνιοι δ’ οὐδ’ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξα‐
35σθέντες ἢ καὶ εἰς ἀνυπέρβλητον τύχην χωρήσαντες κατὰ τὴν ἐξ243

244

ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύ‐ νῳ περιέπεσον· ἕτεροι ἐν χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἢ καὶ ἀστοχήσαντες τῷ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδο‐ κήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τὰς αὐτὰς πάλιν ἐπα‐
5λινδρόμησαν τύχας ἢ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθ’ ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κω‐ λύεται ὑφ’ ἑτέρας κακωτικῆς αἰτίας· καὶ οἱ μὲν συνέχοντες μοι‐
10ρικοὶ ἀριθμοὶ οἱ αὐτοὶ ἐξ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον ἀπολύονται ἀνακυκλούμενοι, ἐφ’ ὅσον ἂν ὁ ζητούμενος χρόνος χωρῇ· καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικοὺς ἀριθμοὺς εἰς τοὺς αὐτοὺς τόπους ἢ καὶ τοὺς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀπο‐
15τελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρνα‐ μένη κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φαύλων αἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τὰς ἐπανα‐ φορὰς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν
20ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐν ταῖς προσυντεταγμέναις βίβλοις δεδήλω‐ ται, ἵνα μὴ πολυλογῶμεν· οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδ’ ἀμυήτους ἐποιησάμην τοὺς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολὺ γὰρ συμβάλλονται πρὸς τὸ ἀναστρέψαι καὶ
25κατορθῶσαι τὰ πράγματα, καὶ μάλισθ’ ὁπότε κατὰ συμπαρου‐ σίαν ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόζοντα κατοπτεύωσιν. Οὐδὲ δεῖ λογίζεσθαι μόνην αὐτὴν τὴν μοῖραν, ἐφ’ ἣν βέβηκε 〈τὰ〉 τῆς συναφῆς, ἀλλὰ καὶ τὰς παρ’ ἑκάτερα ἀνὰ γʹ ἄλλας, κα‐
30θὼς ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. ἐκ τούτων γὰρ καὶ ὁ χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσμα‐ τος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἔστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεως χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδοὺς τὸν παρα‐ λαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς
35συναφῆς κάθιξις πρὸς βραχὺ ἐνδείκνυται τὸ γινόμενον, ἐπιμενεῖ
δὲ μέχρις οὗ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν·244

245

ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οἷον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιθʹ. Σελήνῃ δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζῴδιον ἔτη βʹ μὴν αʹ, κατὰ δὲ μοῖραν ἡμέ‐
5ραι κεʹ· ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη βʹ μῆνας ϛʹ, κατὰ δὲ μοῖραν ἡμέρας λʹ. Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν αʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιβʹ· Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιεʹ, κατὰ δὲ μοῖραν ἡμέρας ιεʹ· Ἀφροδίτη κατὰ μὲν ζῴδιον μῆνας ηʹ, κατὰ δὲ μοῖραν ἡμέρας ηʹ. Ἑρμῆς κατὰ ζῴδιον μῆνας κʹ, κατὰ δὲ μοῖ‐
10ραν ἡμέρας κʹ. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὁπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατ’ ἰδίαν τοὺς ἀρι‐ θμοὺς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γὰρ οἱ αὐτοὶ τυγχά‐ νουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ
15παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ἢ ἀπὸ Ἄρεως ἐπὶ Δία, οὔθ’ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διὰ τὰς περιόδους οὔτε τὸ αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ τὸ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπό‐ ταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀφέσεις
20ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν τὸ ἀποτέλεσμα, πότε‐ ρον αἱ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν. Ἀλλ’, ἐρεῖ τις, ἐπὶ τῶν διδύμων ἀδελφῶν οἱ αὐτοὶ χρόνοι ἔσονται, τῶν αὐτῶν ἀστέρων εἰς τὰς αὐτὰς μοίρας συνεμπιπτόν‐ των. ἀλλ’ ἐπὶ τῶν τοιούτων ὁ ὡροσκόπος μόνος ἐναλλαγεὶς
25ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννωμένου τύχην τε καὶ κατά‐ στασιν, ἔσθ’ ὅτε δὲ καὶ τὸ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ δια‐ λογίζεσθαι τὰς [δὲ] αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κἂν μὴ κατὰ τὸ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφ’ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν κα‐
30θυπερτεροῦντα ἢ μαρτυροῦντα ἐν κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν 〈τῶν〉 ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἕτερον κέντρον· οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.
Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ245

246

λευκῶν καὶ μελαινῶν ψήφων μαρτυρίᾳ· παίγνιον γὰρ ὁ βίος καὶ πλάνη καὶ πανήγυρις. καὶ γὰρ φιλόνεικοί τινες ἄνδρες δόλον πα‐ νοῦργον ἀλλήλοις μηχανώμενοι κινοῦντες τὰς ψήφους διὰ πολλῶν εὐθειῶν κατατίθενται εἴς τινας χώρας προμαχεῖν προκαλούμενοι.
5καὶ ἐφ’ ὅσον μὲν ὁ τόπος ἄπρακτος τυγχάνει, ἀνεμπόδιστος φέ‐ ρεται ὁ πεσσὸς κατὰ τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιε‐ ξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως
10ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, ὁ δὲ χλεύην καὶ λύπην ἀπαρά‐ μονον κατεργάζεται· ὁ γὰρ πεπονθὼς τὸ ἀνιαρὸν μετ’ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαρὰν ἀντιπαραδίδωσι τὸ λύπης βάρος τῷ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέ‐ ρων δυνάμεως νοείσθω. ἐφ’ ὅσον μὲν γὰρ ἀγαθοποιὸς διακρατεῖ
15τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμφερομένου, πρακτικὸς καὶ ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἂν ἄπειρος παι‐ δείας τυγχάνῃ· [ἢ] καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυ‐ θείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφ’
20οἷς κέκτηται καὶ μὴ σκοπῶν τὰς τῶν καιρῶν μεταβολὰς πολλοῖς ἀνιαρὰς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγώνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πα‐ νοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ
25εἰς ἀπόγνωσιν τὰς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τὰ παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθο‐ ποιοὶ κεκακωμένοι διακρατῶσι τοὺς χρόνους, ἀμφοτέρως συμβήσε‐ ται, μετ’ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις
30κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες τὸ φαῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.
Συγκρίνειν δὲ δεῖ τὰς τῶν παραδόσεων δυνάμεις, τίνων εὐτο‐246

247

νωτέρα ἂν ᾖ· ἐὰν μὲν γὰρ ἡ τῶν κακοποιῶν, σφαλέντες τῶν προσ‐ δοκωμένων ἀγαθῶν οἱ γενόμενοι κεναῖς ἐλπίσι βουκοληθέντες ἀνιαρὰς λύπας ἀναδέξονται· ἐὰν δὲ ἡ τῶν ἀγαθοποιῶν, μετ’ ἀνα‐ βολῆς καὶ κακοπαθείας καὶ ἐναντιωμάτων καὶ ἐξοδιασμῶν περι‐
5γενήσονται ἢ καὶ μετὰ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετ’ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρε‐
10σιν, καθὼς ἐν τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις ἢ μετρίου ἢ εἰς ὕψος † μετροῦντος ἢ καθαιρουμένου ἢ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γὰρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.
15 Αἱ μέντοι πόρρωθεν διαστάσεις βραδυτέραν τὴν ἀποτελεσμα‐ τογραφίαν κέκτηνται, αἱ δὲ πλησίον σύντομον. τινὲς δὲ συνοδεύ‐ ουσαι τὸν χρόνον τὸ ὅμοιον ἀποτελοῦσι διὰ παντὸς κατὰ τὴν τοῦ ἀγαθοποιοῦ ἢ κακοποιοῦ παράδοσιν πρὸς βραχὺν χρόνον χρημα‐ τίσασαι προκοπὴν καὶ πίστιν καὶ ὠφέλειαν ἐνεδείξαντο καὶ μα‐
20καριότητα καὶ εὐεργεσίαν καὶ ** δὲ τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἢ καὶ αἰφνίδιον κίνδυνον. ἔσθ’ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ 〈παραλαμβάνοντοσ〉 ἀποκατάστασιν τῆς τύχης
25καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡρο‐ σκόπου μοῖραν τὰς καταντήσεις· ἐκ τούτων γὰρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνον‐ ται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ κα‐ ταθύμιοι κατὰ τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν παρουσίαν.
30οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρὰ ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργε‐ τικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖ‐ ται δὲ καὶ τὸ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους
κατὰ καιρὸν ἀγαθούς τε καὶ πονηροὺς ἀνθρώπους τυγχάνειν, ὅπερ247

248

οἱ φυσικοὶ τὴν ἐξ ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθ’ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ
5οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τὸ τέλος μὴ ὑπομένουσα τῷ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῷ καταναγκάσαντι δαίμονι, φερομένη ὅποι ποτὲ ἐκεῖ‐ νος βούλεται. 〈βʹ.〉 Διὰ ποίαν αἰτίαν τοιαύταις χροιαῖς τοὺς πέντε
10πλάνητας καὶ τὴν Σελήνην καὶ τὸν Ἥλιον οἱ παλαιοὶ ἐτύπωσαν. Δοκιμάζειν δὲ χρὴ τοὺς ἀστέρας ὁποῖοι τυγχάνουσιν. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν ζωγραφικῶν χρωμάτων ἕκαστον καθ’ ἣν κέκτηται φύσιν ἀνθηρότατον ἢ καὶ διαυγέστατον καθ’ αὑτὸ τυγχά‐
15νει καὶ τέρπει τοὺς ὁρῶντας καὶ χρήσιμον εἰς πολλὰ γίνεται, ἐπὰν δ’ ἕτερον συμφυρῇ, θολούμενον ἀλλοιοῦται καὶ οὔτε ἐκ φύ‐ σεως ὃ ἦν ἔτι ἔστιν οὔτε τὴν τοῦ μιγέντος μόρφωσιν ἐφύλαξεν, ἀλλ’ ἐπ’ ἀμφοτέροις διεψεύσθη ἐπὶ πλάτος καὶ ἀναγκαστικὸν ἀναλαβὸν χρῶμα τυφλόν τε καὶ ἀτερπές, ἔσθ’ ὅτε δὲ ἁρμόζουσαν
20τὴν μῖξιν 〈ποιεῖσθαι〉 εὐτυχῆσαν εὐκρασίαν καὶ καλλονὴν εἰργά‐ σατο (ἀλλ’ ὅμως ὁ τεχνίτης διὰ πολλῶν καὶ ποικίλων μορφοῖ τὸν ἄνθρωπον, σκιὰν ἔργου καὶ ἀληθείας ἐνδεικνύμενοσ)—οὕτως δὲ καὶ οἱ ἀστέρες ὅτε μὲν διαφυλάσσουσι τὴν ἐξ ἀρχῆς φύσιν κατὰ μόνας ὄντες, ἕτερος δ’ ἑτέρῳ συγκιρνάμενος συσταλάξει καὶ τὸ
25τῆς φύσεως ἰδίωμα. καὶ οὕτως χαλιναγωγοῦντες τὸν ἄνθρωπον μετὰ λύπης καὶ φαυλότητος καὶ συγκρασίας τινὸς ἄγουσι πρὸς τὰ τοῦ βίου πράγματα, ἐν οἷς διαθλεύσας ποικίλως καὶ τὸ τῆς ἐγκρατείας στέφος λαβών, ὅπερ ἦν οὐκ ὤν, τοῦτο γίνεται. ὅθεν
εἰκότως οἱ παλαιοὶ τοῖς χρώμασι τοὺς ἀστέρας ἀπείκασαν. τὸν248

249

μὲν οὖν τοῦ Κρόνου μέλανα, ἐπεὶ χρόνου ἐστὶ σημεῖον· βραδὺς γὰρ ὁ θεός· ἔνθεν καὶ Βαβυλώνιοι Φαίνοντα αὐτὸν προσηγό‐ ρευσαν, ἐπεὶ πάντα τῷ χρόνῳ φανερὰ γίνεται. τὸν δὲ τοῦ Διὸς λαμπρόν· ζωῆς γὰρ αἴτιος καὶ ἀγαθῶν δομάτων. τὸν δὲ τοῦ
5Ἄρεος κιρρόν· πυρωτὸς γὰρ καὶ τομὸς καὶ κατεργαστικὸς ὁ θεός· Αἰγύπτιοι γὰρ καὶ ἄρτην αὐτὸν προσηγόρευσαν, ἐπεὶ τῶν ἀγα‐ θοποιῶν καὶ τῆς ζωῆς παραιρέτης ἐστί. τὸν δὲ Ἥλιον διαυγέ‐ στατον διὰ τὸ εἰλικρινὲς καὶ ἀΐδιον φῶς τὸ ἐν αὐτῷ. Ἀφροδίτην δὲ ποικίλην τῷ σώματι, ἐπεὶ δεσπόζει ἐπιθυμίας, ἥτις εἰς πολλὰ
10ἐκτείνεται ἀγαθά τε καὶ φαῦλα καὶ τῶν πολλῶν τῶν ἐν βίῳ τε‐ λουμένων οἰκείων τε καὶ ἀναρμόστων μόνη δοκεῖ κυριεύειν, ἐπεὶ μετὰ τὴν μέσην τοῦ Ἡλίου ζώνην τὴν διορίζουσαν κληρωσαμένη τὸν κύκλον τάς τε ὑπὲρ αὐτὴν τῶν ἀστέρων ἀπορροίας καὶ τὰς τῶν ὑπ’ αὐτὴν ἀναλαμβάνουσα πολυμερεῖς καὶ τὰς ἐπιθυμίας καὶ
15τὰς πράξεις ἀπεργάζεται. τὸν δὲ τοῦ Ἑρμοῦ ὠχρὸν ἐποίησαν χολῇ παραπλήσιον· συνέσεως γὰρ λόγου καὶ πικρίας δεσπόζει, ἔνθεν καὶ οἱ ὑπ’ αὐτὸν γενόμενοι ὅμοιοι τῇ φύσει καὶ τῇ χροιᾷ τυγχάνουσι. τὴν δὲ Σελήνην ἀερώδη· ἄστατος γὰρ καὶ ἀνώμαλος αὐτῆς ὁ δρόμος, ὁμοίως δὲ καὶ αἱ πράξεις καὶ αἱ διάνοιαι τῶν
20ὑπ’ αὐτὴν τεταγμένων. καὶ ἵνα μὴ δόξωμεν δισσολογεῖν, πρόκειν‐ ται αὐτῶν αἱ φύσεις ἐν τῇ πρώτῃ βίβλῳ. 〈γʹ.〉 Διὰ τί οἱ κακοποιοὶ δοκοῦσι μᾶλλον ἐνεργέστεροι εἶναι τῶν ἀγαθοποιῶν. Δοκοῦσι δὲ οἱ κακοποιοὶ πλεῖον σθένειν τῶν ἀγαθοποιῶν.
25καὶ γὰρ 〈ὡσ〉 τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπρὰν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφίαν, τὸ δὲ διαυγὲς πλῆθος ἀτονεῖ τὸ βραχὺ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρό‐ πον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ ἐν οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἢ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπά‐
30νιον, [οἱ] ἐλέγχοντες καὶ ἀφαιρέται τῶν περικτηθέντων γενόμενοι249

250

αἰτίαις περιτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τὰς γε‐ νέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐ‐ τοῖς φρονεῖν ἁπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἁλίσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλ’ ὅμως ἐπὶ ταῖς καλοκα‐
5γαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι πάντας νομίζοντες [ἀλογίστως] καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαφυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκοντας μέχρι εἰς ὃ βούλεται αὐτοὺς πε‐
10ριτρέψαι οὓς μὲν εἰς ὕψος οὓς δὲ ἐπὶ τὸ χείριστον. τοιγαροῦν πολλοὶ μάτην εὐχόμενοι τὸ ζῆν κακοῖς περιπαρέντες 〈καὶ〉 ἀλ‐ γοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθ’ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτη‐
15μάτων τυγχάνουσι καὶ σφόδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς τῶν πέλας κατηγορίαις, μετανοοῦντες δ’ ἐφ’ οἷς ἔπραξαν συνήγο‐ ροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν αἱ προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς 〈ἄλλοις, οἳ〉 κἂν
20ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ ἐπὶ τῶν τὰς κανονοποιΐας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέ‐ ρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ φθόνον ἢ διὰ τὸ σκο‐ λιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρὴ
25δοκιμάσαντας τὸ ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κἂν ἐπὶ τὸ σύνεγγυς. καὶ γὰρ Ἀπολλινάριος πρὸς τὰ φαινόμενα κατὰ τὰς παλαιὰς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμε‐ νος ὁμολογεῖ παρὰ μίαν μοῖραν ἢ καὶ δύο διαπίπτειν. ἔστι δ’
30εὐκατάληπτον τὸ τῆς παραμφοδίσεως τρόπῳ τοιῷδε, καθὼς καὶ
αὐτὸς ἐπειράθην ἐξ αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων250

251

ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγή‐ σεως αὐτά σοι τὰ πράγματα ὑπ’ ὄψιν πάντα φανερώτερον ποιή‐ σει τὸ λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ τὸ περὶ τῶν
5μελλόντων βεβαίως ἀποφαίνεσθαι 〈δυνατὸν ἔσται〉· ἔστι γὰρ δυσε‐ πίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος. 〈δʹ.〉 Περὶ ἐπεμβάσεων. Εὔτονοι μὲν οὖν αἱ ἐπεμβάσεις τῶν ἀστέρων κριθήσονται, ὁπόταν τῶν χρόνων δεσπόζοντες ἐπεμβῶσι τοῖς τόποις ἢ καὶ εἰσὶ
10τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθ’ ἣν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλ’ εἴκει τοῖς
15τοῦ καιροῦ νόμοις, μέχρις οὗ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμ‐ πληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀπο‐ τελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλή‐ λους μαρτυρίαι τε καὶ συμπαρουσίαι ἐν τοῖς ἔμπροσθεν ἡμῖν δε‐
20δήλωνται· αἷς καὶ προσχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου. 〈εʹ.〉 Περὶ τῆς εἰς ιʹ ἔτη καὶ μῆνας θʹ διαιρέσεως ἐμπράκτων τε καὶ ἀπράκτων χρόνων.
25 Καὶ ταύτην δὲ τὴν διαίρεσιν κωφῶς καὶ εἰκαίως παρερριμ‐ μένην διὰ τὸ τὰς εἰσόδους αἰνιγματώδεις ἐσχηκέναι δοκιμάσας καὶ ἀνευρὼν καὶ συγκομίσας ὑπέταξα, ὅπως οἱ φιλόκαλοι διὰ πολλῶν εἰς μίαν δύναμιν ἀποτελέσματος κατελθόντες ἐκθειάσωσι τὴν φύσιν, λογισάμενοι διὰ πολλῶν εὐθειῶν ὁδῶν τε καὶ δυσβάτων
30εἰς ἓν χωρίον κατηντηκέναι.251

252

Ἔστω οὖν ἡμῖν ὁ λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ᾖ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθὼς προγέγραπται ἡμῖν ἐν ταῖς ἐπι‐ κρατήσεσιν, ἐκεῖνον 〈χρὴ〉 κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτε‐
5ρινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατ’ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετ’ αὐτὸν κείμενος καὶ ἑξῆς οἱ λοιποί. Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ
10μηνῶν θʹ ἔστω Ἥλιος ἀφέτης· λήψεται αὐτὸς ἔτη δέκα μῆνας θʹ, καὶ μετ’ αὐτὸν ἑξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη ιʹ καὶ μῆνας θʹ, καὶ μέχρις οὗ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τοὺς περιοδικοὺς ἑκάστου ὡριαίους ἡμερησίους μη‐
15νιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἑβδομάδα. οὕτως γὰρ ἀνα‐ κυκλούμενοι οἱ χρόνοι κἂν εἰς τοὺς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ
20μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων· ἕτερος δ’ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τὰς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν.
25προβλέπειν δὲ δεῖ τοὺς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκο‐ πεῖν, κἂν μὲν εἰς ἀγαθοποιοὺς χωρῶσι, προλέγειν τὸ ἀγαθόν, κἂν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον· προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμὰς ποικίλας, φιλίας συμ‐
30παθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέ‐ λειαν. ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἢ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τοὺς γενομένους ἥδε‐ σθαι ἢ μέσως φέρειν ἐφ’ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον. ὁμοίως δὲ καὶ ὁπόταν
35ἀγαθοποιῶν εἰς κακοποιοὺς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ
ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται252

253

καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις· ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τοὺς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμε‐ νοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ
5ἄκοντες ὑποτάσσονται. Ἔστω δὲ ἡμῖν ἐπὶ ὑποδείγματος γένεσις, ἵνα συντομώτερον τὴν εἴσοδον ἐνδειξώμεθα. Σελήνη Ἰχθύσι μοίραις ιηʹ, Ἀφροδίτη Κριῷ, Ζεὺς Ζυγῷ, Κρόνος ὡροσκόπος Τοξότῃ, Ἄρης Ὑδροχόῳ, Ἥλιος Ὑδροχόου ἀρχαῖς, Ἑρμῆς Ἰχθύσιν· οὕτως γὰρ διέκειντο
10ἐφεξῆς. ζητοῦμεν ἔτη νβʹ καὶ τοῦ νγʹ Παϋνὶ ιεʹ. ἐπεὶ οὖν ἐπὶ ταύτης τῆς διαιρέσεως 〈αἱ〉 ἡμέραι καὶ οἱ κύκλοι πρὸς τξʹ ἡμέρας τὴν πραγματείαν ἔχουσι, τὰ δὲ γενεθλιακὰ ἔτη πρὸς τὸν τξεʹ δʹ, ἔλαβον τῶν ὁλοκλήρων ἐτῶν νβʹ τὰς ἀνὰ εʹ δʹ· γίνονται σογʹ· καὶ ἀπὸ Μεχὶρ ιβʹ ἕως Παϋνὶ ιεʹ· γίνονται ρκδʹ· καὶ ὁμοῦ γίνονται
15ἡμέραι τϞζʹ. ἀφεῖλον κύκλον τξʹ, λοιπαὶ ἡμέραι λζʹ. ἐκρίθη οὖν νυκτερινῆς οὔσης τῆς γενέσεως Σελήνη, ὑπόγειος οὖσα ἐν θηλυκῷ ζῳδίῳ τριγώνῳ συναιρετιστοῦ καὶ οἰκείως κειμένη, ἀφέτης τῶν καθολικῶν χρόνων. πρώτη οὖν ἔλαβεν ἐκ τῶν προκειμένων ἐτῶν ἔτη ιʹ μῆνας θʹ, εἶθ’ ἑξῆς Ἀφροδίτη ἐν Κριῷ ἔτη ιʹ μῆνας θʹ,
20εἶτα ἑξῆς Ζεὺς Ζυγῷ ἔτη ιʹ μῆνας θʹ, εἶθ’ ἑξῆς Κρόνος Τοξότῃ ἔτη ιʹ μῆνας θʹ· γίνονται κύκλοι δʹ ἔτη μγʹ. μετ’ αὐτοὺς ἑξῆς ἀκολουθεῖ Ἄρης· τούτου ὁ κύκλος ἔτη ιʹ μῆνες θʹ εἰς συμπλήρω‐ σιν ἐτῶν νγʹ καὶ μηνῶν θʹ. ἐπεὶ οὖν ὑπὲρ τὸν προκείμενον χρό‐ νον καὶ ζητούμενον ὑπερβάλλει ὁ ἐνιαύσιος χρόνος, εἰς τὸν μηνι‐
25αῖον κατέδραμον καὶ ἔδωκα αὐτῷ τῷ Ἄρει τῷ κυρίῳ τοῦ κύκλου μῆνας ιεʹ, προσθεὶς δὲ τῷ συντελεσθέντι τετάρτῳ κύκλῳ ἐτῶν δι’ ἀριθμοῦ μγʹ· καὶ ἐγένοντο ἔτη μδʹ μῆνες γʹ. εἶτα Ἡλίῳ ἔτος αʹ μῆνας ζʹ, εἶτα Ἑρμῇ μῆνας κʹ, εἶτα Σελήνῃ μῆνας κεʹ, εἶτα Ἀφρο‐ δίτῃ μῆνας ηʹ, εἶτα Διὶ μῆνας ιβʹ· καὶ γίνονται ἔτη ναʹ καὶ μῆ‐
30νες γʹ. ἑξῆς Κρόνος λαμβάνει μῆνας λʹ εἰς συμπλήρωσιν τοῦ Ἀρεϊ‐ κοῦ κύκλου ἐτῶν νγʹ καὶ μηνῶν θʹ· ἐπεὶ οὖν καὶ οὗτος ὁ χρόνος ὑπερβάλλει τὸν προκείμενον, εἰς ἡμέρας ἀνέλυσα οὕτως· ἕως τοῦ Διὸς συνήγετο ἔτη ναʹ μῆνες γʹ· ἀνέλαβον τὰς λοιπὰς ἡμέρας τοῦ νβʹ ἔτους σοʹ καὶ τοῦ νγʹ τξʹ καὶ τοῦ νδʹ ἔτους ἡμέρας λζʹ· καὶ
35γίνονται ὁμοῦ ἡμέραι χξζʹ Κρόνου τοῦ ἀπὸ Ἄρεος παραλαμβά‐253

254

νοντος. ἐξ ὧν παρέδωκεν ἑαυτῷ καὶ τοῖς ἑξῆς κειμένοις κύκλον αʹ ἡμερῶν ρκθʹ· εἶτα τὸν βʹ κύκλον παρεχώρει Ἄρεϊ ὁμοίας ρκθʹ, κἀκεῖνος ἐμέρισεν ἑκάστῳ τὰς ἰδίας ἡμέρας· τὸν δὲ γʹ κύκλον Ἥλιος διεδέξατο ἀπὸ Κρόνου καὶ ἐμέρισεν ρκθʹ ἡμέρας, τὸν δὲ
5δʹ Ἑρμῆς, τὸν δὲ εʹ Σελήνη καὶ ἐμέρισεν ἡμέρας ρκθʹ. λοιπὸν περιλείπονται ἡμέραι κβʹ τοῦ ϛʹ κύκλου, ὅς ἐστιν Ἀφροδίτης. ἐμέρισεν οὖν ἑαυτῇ ἡμέρας ηʹ, ἔπειτα Διὶ ἡμέρας ιβʹ· λοιπαὶ βʹ ἡμέραι εἰς τὴν ζητουμένην ἡμέραν, αἵ εἰσιν Κρόνου [πρώτη]. Γέγονεν οὖν ὁ μὲν καθολικὸς χρονοκράτωρ τῶν ἐτῶν Ἄρης
10ἀπὸ Σελήνης παραλαβών, ὁ δὲ τῶν μηνιαίων Κρόνος ἀπὸ Ἄρεως παραλαβών, τῶν δὲ ἡμερῶν Ἀφροδίτη παρὰ Κρόνου τὸν κύκλον παραλαβοῦσα. τῷ οὖν νβʹ ἔτει ἐγένετο γυναικὸς θάνατος ἐπίλυ‐ πος καὶ νόσοι ἐπισφαλεῖς αὐτῷ ἐπηκολούθησαν καὶ ζημίαι· ἐν δὲ ταῖς προκειμέναις ἡμέραις ἡ γένεσις κατεδικάσθη δίκην ἔχουσα
15ὑπὲρ γυναικὸς καὶ πρὸς γυναῖκα περὶ νεκρικῶν καὶ παλαιῶν πρα‐ γμάτων καὶ ὑπὸ μειζόνων κατεσπουδάσθη καὶ μικροῦ δεῖν ἐκινδύ‐ νευσε καὶ οἰκείων ἢ ἀλλοτρίων λύπην ἀνεδέξατο, ὡς εἰς ἀπόγνω‐ σιν χωρῆσαι, καὶ ἑτέροις πράγμασι καὶ ἐπισφαλέσι καὶ ἐπιζημίοις περιεπλάκη. ἔτι γὰρ διεκράτει τὸν χρόνον Κρόνος παρ’ αἵρεσιν
20ὡροσκοπῶν καὶ καθυπερτερῶν Σελήνην, τὴν ἄφεσιν, καὶ Ἑρμῆν· ὅθεν καὶ πλαστογραφίαι πλεῖσται παρηκολούθησαν καὶ ψευδηγο‐ ρίαι καὶ πλάναι καὶ ἐξοδιασμοὶ πλεῖστοι καὶ νόσοι ἐπισφαλεῖς. 〈ϛʹ.〉 Περὶ τῆς ὑποδιαιρέσεως τῆς προκειμένης ἀγωγῆς. Ἡ δὲ τρίτη ἐπιδιαίρεσις οὕτως γίνεται. Κρόνος δεσπόζει
25ἐτῶν βʹ καὶ μηνῶν ϛʹ· παραδώσει ἑαυτῷ μῆνας ϛʹ ἡμέρας κθʹ ὥρας ϛʹ ϛʹ, Διὶ μῆνας βʹ ἡμέρας κϛʹ ὥρας ηʹ δʹ, Ἄρει μῆνας γʹ ἡμέρας ιδʹ ὥρας ιεʹ ϛʹ, Ἡλίῳ μῆνας δʹ ἡμέρας ιβʹ ὥρας ιγʹ ϛʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιθʹ 𐅵ʹ, Ἑρμῇ μῆνας δʹ ἡμέρας ιθʹ ὥρας ιβʹ 𐅵ʹ, Σελήνῃ μῆνας εʹ ἡμέρας κδʹ ὥρας ιʹ· καὶ οὕτως
30συμπληροῦνται τὰ τοῦ Κρόνου ἔτη βʹ μῆνες ϛʹ. Ὁ Ζεὺς ἔχει ἐνιαυτόν· παραδώσει ἑαυτῷ μῆνα αʹ ἡμέρας γʹ ὥρας ιαʹ, Ἄρει μῆνα αʹ ἡμέραν αʹ ὥρας κʹ, Ἡλίῳ μῆνα αʹ ἡμέ‐ ρας κγʹ ὥρας κʹ 𐅵ʹ, Ἀφροδίτῃ ἡμέρας ιβʹ ὥρας ζʹ 𐅵ʹ γʹ, Ἑρμῇ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιβʹ ϛʹ, Σελήνῃ μῆνας ιβʹ ἡμέρας θʹ ὥρας
35ιηʹ γʹ, Κρόνῳ μῆνας βʹ ἡμέρας κγʹ ὥρας ιζʹ δʹ.254

255

Ἄρης ἔχει ἐνιαυτὸν αʹ μῆνας γʹ· παραδίδωσιν ἑαυτῷ μῆνα αʹ ἡμέρας κβʹ ὥρας ζʹ δύο τρίτα, Ἡλίῳ μῆνας βʹ ἡμέρας ϛʹ ὥρας ϛʹ δύο τρίτα, Σελήνῃ ἡμέρας οαʹ ὥρας εʹ, Ἀφροδίτῃ ἡμέρας κζʹ ὥρας καʹ 𐅵ʹ γʹ, Ἑρμῇ μῆνας βʹ ἡμέρας κζʹ ὥρας ιηʹ γʹ, Κρόνῳ μῆνας
5γʹ ἡμέρας ιδʹ ὥρας εʹ, Διὶ μῆνα αʹ ἡμέρας ιαʹ ὥρας κʹ. Ἥλιος ἔχει ἐνιαυτὸν αʹ μῆνας ζʹ· παραδίδωσιν ἑαυτῷ μῆνας βʹ ἡμέρας κγʹ ὥρας κβʹ δʹ, Ἑρμῇ μῆνας βʹ ἡμέρας κηʹ ὥρας ηʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας εʹ ὥρας ηʹ 𐅵ʹ, Σελήνῃ μῆνας γʹ ἡμέρας κʹ ὥρας ιδʹ δʹ, Κρόνῳ μῆνας δʹ ἡμέρας ιβʹ ὥρας ιγʹ δʹ, Διὶ μῆνα αʹ
10ἡμέρας κγʹ ὥρας ηʹ δʹ, Ἄρει μῆνας δύο ἡμέρας ϛʹ ὥρας ϛʹ δʹ. Ἀφροδίτη δεσπόζει μηνῶν ηʹ· ἐξ αὐτῶν ἑαυτῇ παραδίδωσιν ἡμέρας ιδʹ, Ἑρμῇ μῆνα αʹ ἡμέρας ϛʹ ὥρας ζʹ εʹ, Σελήνῃ μῆνα αʹ ἡμέρας ιϛʹ ὥρας ιβʹ δʹ, Κρόνῳ μῆνα αʹ ἡμέρας κεʹ ὥρας ιθʹ, Διὶ ἡμέρας κβʹ ὥρας δʹ, Ἄρει ἡμέρας κηʹ ὥρας καʹ δʹ, Ἡλίῳ μῆνα αʹ
15ἡμέρας εʹ ὥρας ηʹ. Ἑρμῆς ἔχει ἐνιαυτὸν αʹ μῆνας ηʹ· ἐξ ὧν ἑαυτῷ παραδίδωσι μῆνας γʹ ἡμέρας γʹ ὥρας θʹ 𐅵ʹ, Σελήνῃ μῆνας γʹ ἡμέρας ϛʹ ὥρας ϛʹ δʹ, Κρόνῳ μῆνας δʹ ἡμέρας ιθʹ ὥρας ιβʹ δʹ, Διὶ μῆνα αʹ ἡμέ‐ ρας κεʹ ὥρας ιθʹ, Ἄρει μῆνας βʹ ἡμέρας θʹ ὥρας ιηʹ δʹ, Ἡλίῳ
20μῆνας βʹ ἡμέρας κηʹ ὥρας ηʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας ζʹ ὥρας εʹ. Σελήνη δεσπόζει ἐτῶν βʹ μηνὸς αʹ· ἐξ ὧν ἑαυτῇ μερίζει μῆνας δʹ ἡμέρας κδʹ ὥρας ιʹ, Κρόνῳ μῆνας εʹ ἡμέρας ιδʹ ὥρας ιʹ, Διὶ μῆνας ** ἡμέρας θʹ ὥρας ιηʹ, Ἄρει μῆνας βʹ ἡμέρας κβʹ ὥρας
25εʹ, Ἡλίῳ μῆνας γʹ ἡμέρας κʹ ὥρας ιαʹ, Ἑρμῇ μῆνας γʹ ἡμέρας κϛʹ ὥρας ϛʹ δʹ, Ἀφροδίτῃ μῆνα αʹ ἡμέρας ιζʹ ὥρας ϛʹ δʹ [Κρόνῳ μῆνας εʹ ἡμέρας κδʹ ὥρας δʹ]. 〈ζʹ.〉 Μαθεῖν τίνος ἀστέρος εἰσὶν αἱ καταγόμεναι ἡμέραι τῆς προκειμένης ἀγωγῆς.
30 Ἄλλως δ’ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξεʹ δʹ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους
ἀνὰ ρκθʹ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι255

256

γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ [καὶ τίνος] αἱ ἡμέραι. οἷον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβʹ ἔτη ἐπὶ τξεʹ δʹ πολυπλασιάσαντες γίνον‐
5ται ἡμέραι μυριὰς ͵ηϡϞγʹ· καὶ ἀπὸ Μεχὶρ ιβʹ ἕως τῆς ζητουμένης Παϋνὶ ιεʹ ἡμέραι ρκγʹ· ὁμοῦ γίνονται ἡμέραι μυριὰς ͵θριϛʹ. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθʹ· γίνονται κύκλοι ρμηʹ, καὶ λοιπαὶ ἡμέραι κδʹ τοῦ ρμθʹ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους καʹ, τουτέστιν ἐκ τῶν ρμθʹ· λοιποὶ περιλείπονται κύκλοι
10βʹ. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν αʹ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετ’ αὐτὴν Ἀφροδίτη ἡμέρας κδʹ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ηʹ, ἔπειτα Διὶ ἡμέρας ιβʹ· λοιπαὶ περιλείπονται ἡμέραι δʹ Κρόνου, ἐν αἷς κατεδικάσθη.
15 Ἢ πάλιν πειρατέον τοὺς ἑβδομαδικοὺς κύκλους εἰς μθʹετηρί‐ δας κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς οἷον ἂν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθʹετηρίδος καὶ τοῦ πρώ‐ του κύκλου τοῦ ἑβδομαδικοῦ· εἶθ’ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τοὺς κύκλους. οἷον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθʹ κύκλοι
20ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθʹετηρίδας γʹ· λοιποὶ περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθʹετηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθʹετηρίδος ἄρχει Κρόνος· καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῷ μερίσας τὸν δεύτερον παρέδωκε τῷ
25μετ’ αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδʹ, ἐξ ὧν ἑαυτῷ ἑμέρισεν ἡμέρας ιεʹ· καὶ λοιπαὶ ἡμέραι θʹ Ἡλίου. Ὅτι οὐ δεόντως ἔνιοι τὴν ἄφεσιν τῆς προκειμένης ἀγωγῆς ποιοῦνται. Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέ‐
30σεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου· ἔπειτα Διί, εἶτα Ἄρει, εἶτα Ἡλίῳ, μεθ’ ὃν Ἀφροδίτῃ, ἔπειτα Ἑρμῇ καὶ ἑξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δ’ οὐκ
ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλεί‐256

257

στων γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρι‐ σκόμενος ἀστὴρ καὶ 〈οἱ〉 ἑξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδια‐ κῶς τε καὶ μοιρικῶς διακείμενοι.
5ηʹ. Περὶ χρόνων ζωῆς ἀπὸ πανσεληνιακοῦ καὶ ὡροσκοπικοῦ γνώμονος. Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διά‐ κρισις καὶ ὁ σαφὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὗτος δέ μοι βραχὺς
10περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερφρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθά‐ σαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπί‐ πτοντά μοι κεφάλαια τῶν θεωρημάτων ἀνασκοπούμενος ἐσημειού‐
15μην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρό‐ βιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσασι. ἐπεὶ οὖν τὸ συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς [τε] οὕτως ἐν τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι
20περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δὲ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τὰς ματαιολογίας. πᾶσα γὰρ ἀγωγὴ συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν
25ἐνδείκνυται. Ἔστω οὖν ἡμῖν λόγος πρός τε τὴν φωσφόρον Σελήνην καὶ πρὸς τὸν ὡροσκόπον· οὗτοι γὰρ ἑαυτοῖς συγκιρνάμενοι κατὰ τὰς ὡριαίας κινήσεις πρὸς τὰς ἐπικαίρους στάσεις καὶ τὴν φυσικὴν μόρφωσιν τὴν ἄφεσιν καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος ἐνδείκνυνται.
30τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώ‐ σαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλ’ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον, μάλιστα
35ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσι τοῖς ἀκούουσι257

258

καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τὰς πρὸς Σελήνην διαστάσεις ὡσαύτως σκο‐ πεῖν κατὰ ἀναφοράν. Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυνα‐
5στικὰς τὰς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται 〈δύναμιν〉. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ † παρεχομένων τὰς
10τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀπο‐ τροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαφῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις ** πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφορὰν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦ‐
15τον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον· σπα‐ νίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλλως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης [ἢ] καὶ τοῦ ὡροσκόπου ἐν τῷ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθ’ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διά‐ στημα ἐν τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετι‐
20κοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζω‐ τικὸν χρόνον. οὐ μόνον δ’ ἐπὶ τοῦ μεγίστου διαστήματος ἢ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τοὺς ὀλιγοχρονίους. πρὸς δὲ τὴν
25ἀφετικὴν τῶν χρόνων διάκρισιν αἱ τῆς Σελήνης μοιρικαὶ φάσεις καθ’ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀφέσεις καὶ συναρμο‐ ζόμεναι 〈πρὸσ〉 τὴν τοῦ διαστήματος χρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα αἱ ἀπὸ Σελήνης· αὕτη γὰρ ἀφέτις γενο‐ μένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἱ τῆς συνόδου ἢ παν‐
30σελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτι‐ κὸν πρῶτον φερομένης. Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυμερῶς καὶ ποικίλως συντεταχέ‐
ναι· ἀγαπητὸν γὰρ ἐμοὶ μὲν πᾶσαν ζητήματος θέσιν προμεμηνυ‐258

259

κέναι, δυνατὸν δὲ καὶ τοῖς ἐντυγχάνουσι προγυμνασθεῖσι χρόνῳ ταῖς ἀγωγαῖς καὶ τὰ πολλὰ παραπεμψαμένοις ἐπὶ τὴν φυσικὴν καὶ ἀτρεκῆ ὁδὸν καταντῆσαι. προεῖπον γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι ἃ μὲν ἐκ τῶν παλαιῶν σκοτεινῶς συντεταγμένα ἐπελυσάμην,
5ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἵνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικοὺς καὶ ἀναιρετικοὺς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γὰρ τούτων αἵ τε αἰτίαι
10καὶ οἱ θάνατοι καταλαμβάνονται κατὰ τὰς φυσικὰς αὐτῶν ἐνερ‐ γείας. χρὴ οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἢ βοηθεῖται ἢ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε αἱ πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατ’ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ
15μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἔμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτὰς μοί‐ ρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρὰ πολλῶν νομί‐
20ζεται, ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χωρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφ’ ὅσον ἂν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ
25νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως· καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ τὸ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὂν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιού‐
30των ἀπείρους λόγους ἐποιήσαντο. ἀλλ’ ἄγε ἐκ παρατηρήσεως χρό‐ νων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος
συνέταξα δοκῶν † κόρον ἐν ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνα‐259

260

τυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθ’ ἡδονῆς· ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις πε‐ ριπλέκουσα καινοτέροις θεωρήμασιν. 〈θʹ.〉 Εὕρεσις σπορίμης Σελήνης καὶ ὡροσκόπου.
5 Ψηφίζεται ἡ Σελήνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει τὸ πλάτος τῆς Σελή‐ νης· ὅπου δ’ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάν‐ τοτε γὰρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς τὸ πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν
10ἐπὶ τῆς σπορᾶς· οὐ γὰρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερ‐ βῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προ‐ γενομένη σύνοδος, καὶ ἀπ’ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν ηʹ ἢ ιʹ ἐγέ‐
15νετο ὁ γεννηθείς. Ἐὰν γὰρ ὁ σπόριμος Ἥλιος ὑποδείγματος χάριν ἐν Κριῷ ᾖ τῆς Σελήνης φερομένης ἀπὸ συνόδου ἄχρι μοιρῶν ρκʹ, ἕξει τὴν τελείαν σποράν (οὐ γὰρ δυνατὸν ὑπερβῆναι τὰς ρκʹ μοίρας διὰ τὸ ἐν αὐταῖς πληροῦσθαι τὸν τέλειον ὡροσκόπον τῶν σοʹ μοιρῶν)
20καὶ γίνεται ἐν τῷ δεκάτῳ μηνί. ἐὰν οὖν ὑπερβῇ τὰς ρκʹ μοίρας, πάντοτε τοῖς θʹ προστίθει εἰς τὰς ἡμέρας καὶ ἐπικεφαλαιώσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφθη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν· ὥσπερ γὰρ τροχὸς κυλιόμενος ἐνέ‐
25κοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν. Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκῃ ἢ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τοὺς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμε‐ νοι σκοτεινολογίας. ἐγὼ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ
30καμὼν καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γὰρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει· ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθὼς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ
πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ φιλόνεικοι καὶ ἐναντιό‐260

261

βουλοι ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραΰνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνε‐ ται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἔστι συνιδεῖν, ὡς
5ἄλλο τὸ πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς τὸ θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν 〈καὶ〉 πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ τὸ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις
10κακοῖς, ὡς καὶ καθ’ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξα‐ σθαι διὰ τοὺς ἐχθροὺς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώ‐ μενοι μάτην θεούς τε μὴ τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἄγονται δὲ ὑπὸ τοῦ δαίμονος· τῶν δὲ τοιούτων καὶ τὸ τέλος αἰφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι
15κατὰ τὸ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ᾗ κατακόλουθοι γε‐ νόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι
20προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἂν δέ τις ἀληθινὸν ἀνα‐ λαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ, ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενό‐ μενος μιμήσεται τὸν τραγικὸν Εὐριπίδην λέγων·
ἄγου δέ μ’ ὦ Ζεῦ καὶ σύ γ’ ἡ πεπρωμένη,
25
ὅποι πο
θ’ ὑμῖν εἰμι διατεταγμένος,
ὡς ἕψομαί γε κἂν ὀκν
· κἂν μὴ θέλω,
κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομα
ι. ἀλλ’ ἐπὶ παντὶ εἴδει λογικῷ τε καὶ ἀλόγῳ τέχνης καὶ ἐπιτηδεύ‐ σεως ἢ καὶ ἄλλης ἡσδηποτοῦν αἰτίας Νέμεσις χαλιναγωγὸς ἔπεστι,
30κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπὲρ261

262

τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτη‐ ται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέβαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὐτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν
5διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὐτοῖς πά‐ θεσι περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ἐξ ὑστέρου δὲ θελήσαντες ἐσφά‐ λησαν. Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον ϛʹ
10τετέλεσται.262

263

(1t)

Liber VII.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ἕβδομον.
3Προοίμιον. Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον
5προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα· ποικίλως γὰρ καὶ ἀκολούθως τὰς προκειμέ‐ νας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθ’ ἡμῶν
10οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθή‐ σεται. καὶ καθάπερ ἂν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ πε‐ ρικαμπῶν τόπων ἀνελθών τις μετὰ πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ
15κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύ‐ ρου ἠδ’ ἐλέφαντος καί τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθ’ ἡδονῆς θρησκεύει φαντα‐ σιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὓς ὁρκίζω Ἡλίου μὲν ἱερὸν
20κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἐν ἀποκρύφοις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἢ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῷ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.
25〈αʹ.〉 Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον. Ἐπεὶ οὖν 〈ἐν〉 τοῖς ἔμπροσθεν περὶ τῶν ἀναφορῶν ἐδηλώσα‐
μεν, ὡς δύναμιν ἔχουσι περὶ τὰς τῶν χρόνων αἱρέσεις, ἀναγκαῖον263

264

καὶ νῦν ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς τῶν ἀστέ‐ ρων ἐκτεθέντων σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην, πῶς ἐσχημά‐ τισται ἢ ὑπὸ τίνων μαρτυρεῖται καὶ εἰ ἀνατολικὸς ἢ δυτικὸς καὶ εἰ οἰκεῖον σχῆμα ἢ ἀλλότριον τῆς αἱρέσεως κέκτηται, τόν τε τού‐
5του ἐπίκοινον καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον συνορᾶν, ὁμοίως δὲ καὶ τὸ μέγεθος τῆς γενέσεως. Ἐὰν γάρ πως ἐπίκεντρος ἢ χρηματίζων εὑρεθῇ ὁ οἰκοδεσπό‐ της, αὐτὸς ἄρξει τῶν χρόνων, εἶτα ἑξῆς οἱ μετ’ αὐτόν. ἐὰν δὲ ἐν τῷ αὐτῷ ζῳδίῳ ὦσι, κατὰ τὰς μοίρας λογιστέον, ἐπεί τοι γε οἱ
10ἀνατολικώτεροι **. προηγουμένως δὲ συνορᾶν χρὴ τὸ ὡροσκοπι‐ κὸν κέντρον τόν τε τούτου οἰκοδεσπότην ὅπως ἐσχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρὼν ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα· εἰ δὲ ὑπὸ δύσιν τύχῃ ἢ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ
15τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφορὰν ἢ τὴν ἐφ’ οὗ πάρεστιν ἢ τὴν οὗ τὸ ζῴδιόν ἐστιν [ἢ τὴν] περίοδον τελέσας ἀπολείπει τοὺς χρόνους· ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ ὁ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων·
20ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέν‐ τοι ὁ ἀνατολικώτερος ἢ οἰκειούμενος τῷ ζῳδίῳ. ὅμοια δὲ ἀπο‐ τελέσματα ἔκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προα‐ νηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ
25ζῳδίου μέρος κατὰ τὰς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων ἀριθμῶν καὶ ἀναφορῶν. Μετὰ δὲ τὸ ὡροσκοπικὸν κέντρον θεωρεῖν δεῖ τὸ μεσουρά‐ νημα ὁμοίως καὶ τὸν τούτου κύριον συγκρίνειν καὶ ἑξῆς τὸ δῦνον, μεθ’ ὃ τὸ ὑπόγειον. ἐὰν δέ πως ἐπὶ τῶν κέντρων μὴ εὑρεθῶσι,
30τὴν ἐπὶ τῶν ἀναφορῶν ἡγεμονίαν σκοπητέον· ἐὰν δὲ μηδὲ οὕτως τύχωσιν οἱ ἀστέρες ἐπιπαρόντες, τοὺς ἐν τοῖς ἀποκλίμασι συνο‐ ρᾶν χρή· εἰ γὰρ καὶ μὴ τοσαύτην δύναμιν κέκτηνται πρός τε τὰς πράξεις καὶ τοὺς τελείους χρόνους, πλὴν ἐνεργήσουσιν. ἀναγκαῖον δὲ καὶ τὴν τῆς Σελήνης συναφὴν ἢ ἐπιμαρτυρίαν καὶ τὸν τοῦ ζῳ‐
35δίου κύριον συνθεωρεῖν· ἐὰν γάρ πως ἐπίκεντρος εὑρεθῇ αἱρέσεως
σχῆμα ἔχων, οὗτος ἄρξει τῶν πρώτων χρόνων, μεθ’ ὃν οἱ ἐπι‐264

265

κεντρότεροι ἢ φάσιν πεποιημένοι· οἱ μέντοι ἀνατολικώτεροι τῶν ἀπεράτων διοίσουσι. Τούτων οὕτως κατ’ ἐξέτασιν ἠκριβωμένων λοιπὸν ἐνταῦθα ἀναγκαῖον προειδέναι τὴν καθολικὴν ὑπόστασιν τῆς γενέσεως, καὶ
5εἰς ποῖον μέγεθος ἢ ἐλάττωμα καταντᾷ, τούς τε βλάπτοντας καὶ ὠφελοῦντας ἀστέρας καὶ τίς τίνος τόπου ἢ εἴδους τὴν κυρίαν κεκλήρωται, οἷον πράξεως δόξης γυναικὸς τέκνων πατρὸς μητρὸς ἀδελφῶν καὶ τῶν λοιπῶν τῶν περὶ τὸ σῶμα καὶ ψυχὴν καὶ τὸν βίον ἀνηκόντων, ὧν ἐν τοῖς ἐπιμερισμοῖς πρόδηλα τὰ ἀποτε‐
10λέσματα γίνεται. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολ‐ λάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους· κἂν ὁμόσε δὲ τύχωσιν ἐν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ
15χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἢ ἐπαναφερόμενοι, τὰς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερί‐ ζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀνα‐
20φορὰ τῆς περιόδου πλείων, τὴν ἀναφορὰν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν αἱ περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τὸ τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφορὰν μεριοῦσιν. *** ἀλλὰ οἱ λόγον πρὸς
25τὸ μερίσαν ἔχοντες ζῴδιον· οἱ γὰρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιο‐ προσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ. Τὰ δ’ ἀποτελέσματα γίνεται συμπεραι‐ ουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως ἐν τοῖς
30ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τὰς ἑαυτῶν ἀναφορὰς οὔτε τὰς περιόδους τελείας μερίζουσι. Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης
35παρεκτικοί· ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ
ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποι‐265

266

οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀλη‐ θῶς κακοποιούς· ἀλλεπαλλήλοις γὰρ κακοῖς περιτρέπουσι, κἂν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τὰ περι‐ κτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας
5εὐεκτοῦντας περὶ τὸ σῶμα καὶ ὀρεκτικοὺς περὶ τὰς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τὰς πράξεις καὶ μεθ’ ἡδονῆς κοπι‐ ῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικοὺς καὶ ἐπιδόξους καὶ περι‐ ποιητικούς· ἀλλ’ ὅμως οὐδ’ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γὰρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν
10καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ τὸ ἀλλοτρίων ἐπιθυ‐ μεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρετικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων
15ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρησμούς, ἀφορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ σχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θα‐ νάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας·
20τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύλλη‐ τον γίνεται. Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς κατα‐
25βολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικώτεροί εἰσιν, εὐτονώ‐ τεροι δὲ καὶ βεβαιότεροι πρὸς ἀποτέλεσμα οἱ ἐν οἰκείοις καὶ ἐπι‐ καίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. τὸ μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβα‐
30νέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύη‐ ται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως· ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν 〈ἐν〉 οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλι‐ μος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἕκαστος ἀστὴρ
35συντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.266

267

〈βʹ.〉 Ἀγωγὴ δευτέρα περὶ χρόνων διαιρέσεως πρὸς τὰς τῶν ζῳδίων ἀναφορὰς καὶ τὰς τῶν ἀστέρων περιόδους. Τῶν μὲν οὖν καθολικῶν χρόνων κατὰ σύγκρισιν προκειμένων
5λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομέ‐ νοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρο‐ νίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτικῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μὴ παρέργως μηδεμιᾷ αἱρέσει χρησα‐
10μένους ἀποφαίνεσθαι. πολλάκις γὰρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε ** ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐὰν μόνη τῶν χρόνων κυριεύσῃ)· ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγό‐ νασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφία κατὰ τὴν
15γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετ’ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέχρις ἂν ἡ τῶν ἀγαθοποιῶν χρημα‐ τίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντε‐ λέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφίαν καὶ δοκῶν
20ἀπολείπειν τοὺς χρόνους *** συναρμοζόμενος καὶ ἑτέρου ἀπο‐ τελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τὰς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους
25τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκρι‐ βείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἷον ὑποδείγματος χάριν Ἥλιος Σελήνη Ἑρμῆς Τοξότῃ, Κρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη
30Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγʹ ἐφυγα‐ δεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾧ ἦν Κρόνος, ἐναντιουμέ‐ νου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀφροδίτην 〈ἐπι‐ βουλὴν〉 ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγʹ ἔτη. καὶ τῷ
μὲν κζʹ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λʹ ἔτει καὶ267

268

τῷ μʹ σωματικὰ πάθη περὶ τὰς ὄψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κεʹ καὶ Ἄρεως ἐναντιουμένου ιεʹ. καὶ ἕως μὲν μβʹ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αἰγόκερω ἀναφορὰ ἐχρημάτι‐ σεν, ἐν οἷς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων
5σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδρα‐ μοῦσα τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ. Ἄλλη. Ἥλιος Ἀφροδίτη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἑρμῆς Παρθένῳ, Σελήνη Τοξότῃ, ὡροσκόπος Ζυγῷ· κλίμα γʹ. τῷ λθʹ ἔτει ἐφυγαδεύθη. τοῦ Κριοῦ ἀναφορὰ κʹ· ἐκεῖ Κρόνος,
10καὶ Ἡλίου διαμετροῦντος ιθʹ· ἠναντιώθησαν γὰρ ἀμφότεροι τοῖς ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως (ἔστι γὰρ ἀδελφός) παρεφυλάξαμεν τὸ λθʹ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τοὺς χρόνους, καίτοι ἐν διαφό‐
15ροις κλίμασι γεννηθέντων. Ἄλλη. Ἥλιος Ἑρμῆς ὡροσκόπος Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Λέοντι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Σκορ‐ πίῳ· κλίμα βʹ. τῷ λδʹ ἔτει γυναικὸς θάνατος, τοῖς Λέοντος ιθʹ καὶ Σκορπίου ιεʹ ἢ αὐτοῦ τοῦ Ἄρεως· ἀμφότεροι δὲ οἱ κακοποιοὶ
20ἐμπεριέσχον τὴν Ἀφροδίτην. τῷ δὲ λϛʹ ἔτει διὰ τὴν αἰτίαν τοῦ θανάτου τῆς γυναικὸς ὡς ἐπιβουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϛʹ ἔτη ἀνα‐ φορὰ Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀφροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρωποτέρα
25χρονογραφία γίνεσθαι τῷ λζʹ ἔτει, Διὸς ιβʹ καὶ Σελήνης κατὰ διάμετρον κεʹ. πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλ’ ἃς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι. Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρό‐
30νος Διδύμοις, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγό‐ κερῳ. τῷ ιθʹ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ὀφθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αὐτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλίου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κʹ ἔτει χρησμῷ θεοῦ
35ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν [δὲ] Διδύμων τὰ κʹ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε·
καὶ ἡ Παρθένος τὰ κʹ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβʹ καὶ τῆς268

269

κατὰ τετράγωνον Ἀφροδίτης ηʹ γίνεται κʹ. [καὶ] πρὸς πολλοὺς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἢ μαρτυροῦντες ἥττονες εἰς τὸ εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλ’ ὅμως σθένουσι, καὶ μάλισθ’ ὅταν καθὼς προεί‐
5πομεν συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ [οἱ] ἐν ἀποκλίμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἐν ἰσαναφόροις ζῳδίοις ἢ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ
10μάλισθ’ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα 〈τὰ〉 ζῴδια εὑρεθῇ. Ἄλλη. Ἥλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλί‐ μα γʹ. ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ ληʹ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ
15Ταύρου κγʹ καὶ Ἄρεως περίοδος ιεʹ, γίνονται ληʹ, ἀλλὰ καὶ ἑξά‐ γωνος πλευρὰ Κρόνου καὶ Ἀφροδίτης ληʹ. ἀπὸ μὲν οὖν τοῦ λζʹ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κεʹ ἐδή‐ λου καὶ Τοξότης τὰ ιβʹ· γίνονται λζʹ, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κεʹ καὶ Ζεὺς ιβʹ, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ
20δὲ λθʹ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κʹ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθʹ, καθυ‐ περτερηθεὶς 〈δὲ〉 ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος· Δι‐ δύμων ἀναφορὰ κηʹ καὶ Τοξότου ιβʹ· γίνονται μʹ· γέγονεν οὖν καὶ
25ἐν τούτοις τοῖς χρόνοις [καὶ] ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναικὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν δι’ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὑποφαίνεσθαι, οὐ παντελὴς
30μείωσις οὐδ’ ἀδοξία παρακολουθήσεται· προϋποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, δι’ ὧν ὁ γενόμενος εὐπαρηγόρητος καθίστα‐ ται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κα‐ κοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατ’ ὀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαί‐
35ρεσις κατασκευάζεται. ἐὰν δέ πως οἱ ἐν τριγώνοις ἢ ἑξαγώνοις
ἢ καθ’ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, ἐν δὲ τῷ ἑξῆς269

270

χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὐτοῖς πράγμα‐ σιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις
5χρηματίσῃ. Ἄλλη. Ἥλιος Κρόνος Ζεὺς Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη ὡροσκόπος Ζυγῷ· κλίμα αʹ. τῷ ξθʹ ἔτει ἡγεμονίας κατηξιώθη καὶ ἐπίφοβος καὶ εὐφαντασίωτος γενό‐ μενος καὶ ὑπὸ πολλῶν μακαρισθεὶς διεφθονήθη καὶ θορύβοις
10ὀχλικοῖς καὶ ταραχαῖς περιπεσὼν ἀτέλεστον τὴν ἀρχὴν ἐκτήσατο, ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γὰρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ ληʹ κʹ καὶ ἡ τοῦ Καρκίνου λαʹ μʹ· γίνονται ξθʹ· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται ξθʹ καὶ πάλιν Παρθένου ληʹ κʹ, Διὸς
15ιβʹ, Ἡλίου ιθʹ γίνονται ξθʹ. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ σχηματογραφίαν τὸ ἴδιον ἀπετέλεσεν. Ὅτι δὲ οἱ πλείους τῶν ἀστέρων ἢ καὶ πάντες κατὰ τὸν αὐ‐ τὸν χρόνον δύνανται ἐνεργεῖν πρὸς τὰ ἀποτελέσματα, ἐκ τούτων
20ἔστι συνιδεῖν. εὑρίσκομεν ἐν τῷ κοσμικῷ καταστήματι τῆς γῆς κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οἷον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων
25ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ οὐδ’ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμέ‐ νης ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολα‐ κότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε
30πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιπον τοῖς ἀν‐ θρώποις. ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατ’ ἀρχὰς μὲν ἡδέως φέρονται ὀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον
τὴν κτῆσιν ἔχοντες (ἡ γὰρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν270

271

αὐτοῖς περιτίθησιν), ἐπὰν δὲ δίκαις καὶ μόχθοις καὶ ἐναντιώ‐ μασι περιπέσωσιν, αἱροῦνται οὐ μόνον τῆς κενοδόξου κληρονομίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ ὧν ἡδέως ἐκέκτηντο διὰ τὸν φθόνον καὶ τὴν μέριμναν, τὸν αὐτὸν τρόπον καὶ οἱ πολλαῖς ὕλαις συνταγμά‐
5των ἐνδιατρίψαντες πολυχρονίαν νόσον μὴ θεραπεύσαντες προσα‐ πώλεσαν καὶ τὸν νοῦν καὶ τὴν προϋπάρχουσαν παιδείαν καὶ τὴν πρᾶξιν. ἐγὼ δὲ εἰ καὶ φαντασίᾳ λόγων ἢ πλήθει βίβλων οὐ περιπεφρούρημαι, ἀλλ’ οὖν γε τῇ συντομίᾳ καὶ ἀληθείᾳ συγκε‐ κόσμημαι· ὥστε τοὺς κληρονόμους ἄτερ δίκης καὶ φθόνου καρπώ‐
10σασθαι, ἐφ’ ὅσον χρόνον διαμένουσι, τοὺς μὲν προσιόντας μετὰ πόνου καὶ ἀκριβείας πολλὰ τῶν ἀποτελεσμάτων, 〈τοὺσ〉 δὲ ἀκρο‐ θιγῶς ἢ ἀκολάστως ὀλίγα, πλὴν περισσότερα καὶ μείζονα τῶν διὰ μοχθηρίας καὶ πολυχρονιότητος ἑτέραις αἱρέσεσιν ἐσχολακότων. ἐπεὶ οὖν αὐτὸς θησαυροῦ μηνυτὴς ἐγενόμην καὶ οὐ μόνον τοὺς
15παραφυλάσσοντας τόπους ἐμήνυσα, ἀλλὰ καί τινα τῶν ἀποκειμέ‐ νων ἐφώτισα, συνεπινοεῖν [δὲ] δεῖ καὶ τοῦς ἐντυγχάνοντας, ὅπως κατὰ βάθους ὀρύττοντες τὰ μυστικῶς κατακεχωσμένα ἀνεύρωσιν. δεῖ μέντοι καὶ τὸν ἀπογραψάμενον τῇ ἐμῇ αἱρέσει προγινώσκειν τὸ ἴδιον διάθεμα ὁποίαν δὴ ὑπόστασιν κέκτηται, καὶ κατὰ τοὺς
20πρακτικοὺς χρόνους ἐπιβάλλεσθαι τοῖς ἀποτελέσμασιν, ἵνα καὶ ὠφελείας ἢ μαρτυρίας τύχῃ· ἐὰν δὲ κακοποιοῖς χρόνοις ἐπι‐ βάληται, ἀποτυχὼν δι’ ἄγνοιαν ἢ παραλιπών τινα τόπον μέμψε‐ ται τὴν ἀγωγήν. ἀλλ’ ὅμως, ἐὰν μετὰ ἀκριβείας τις ζητῇ, οὐ δια‐ ψευσθήσεται τῆς δωρεᾶς ἢ καὶ τοσαύτης τιμῆς καταξιωθήσεται,
25ὅσην οἱ τῶν καιροφίλων τις ἐδήλου κατὰ τὴν τῆς γενέσεως ὑπό‐ στασιν. ταῦτα δὲ ἐν τοῖς ἐμαυτοῦ πεπειρακὼς ἐδήλωσα· ὥστε οὐ δεῖ μέμφεσθαι τοὺς χρόνους οὔτε ἐμαυτῷ οὔτε τῇ προγνώσει, ἀλλὰ καταμαθόντα τὸ μέγεθος τῆς ἑαυτοῦ γενέσεως συστρατεύ‐ εσθαι τοῖς καιροῖς γενναίως καὶ ἀλύπως (οὐδὲν γὰρ ἀνύει μοχθη‐
30ρῶς διάγων καὶ ἑτέρων τύχαις ἐξισοῦσθαι βουλόμενος ἑαυτόν), ἔχειν δὲ κατὰ νοῦν τὸ τοιοῦτον· ἄγου δέ μ’ ὦ Ζεῦ καὶ σύ γ’ ἡ πεπρωμένη, ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένος· ὡς ἕψομαί γ’ ἄοκνος. ἂν δὲ μὴ θέλω,
35κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι271

272

καὶ τό· γινομένῳ ἐπένησε λίν, ὅτε μιν τέκε μήτηρ καί· μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν.
5〈γʹ.〉 Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον. Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστά‐ μενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις
10διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀφθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ᾐνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐφθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἂν προέδειξε τὸ θεῖον μὴ βουλη‐
15θὲν παρέχειν. ἀλλ’ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς ἠδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώ‐ μην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εὗρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτε‐
20λεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γὰρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφήσω. ἡ γὰρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν. ἔχουσα
25διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρ‐ χειν τὸν λόγον, ἀλλ’ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν. Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἱ μὲν οὖν θανα‐
30τικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρό‐ νων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω.
ἐκ τριῶν ὅρων συνεστώτων τῶν χρόνων, ἐλαχίστου μέσου καὶ με‐272

273

γίστου, τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τὰς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφορὰς τῶν ζῳδίων, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνι‐
5αυτούς, κατὰ τοὺς ἐπικέντρους καὶ ἀνατολικοὺς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εἶτα μῆνας εἶτα τὰς περιόδους. ἐπὶ μὲν γὰρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφορὰς μερίζειν, ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχί‐ στων ἀρξάμενος.
10 Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σε‐ λήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ, Ἄρης Τοξότῃ, Ἑρμῆς Αἰγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα ϛʹ. οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εἶναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι.
15ἐλογισάμην οὖν κατά τε τὰς περιόδους καὶ τὰς ἀναφορὰς πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας ηʹ καὶ ὥρας ηʹ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος ϛʹ ὥρας γʹ, καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζʹ, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κριῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας
20ιεʹ· γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι ηʹ καὶ ὧραι ρκγʹ, αἵ εἰσιν ἡμέ‐ ραι εʹ ὧραι γʹ· γίνονται αἱ πᾶσαι ἡμέραι ιγʹ ὧραι γʹ· ἔζησεν ἡμέ‐ ρας ιγʹ ὥρας γʹ. Ἄλλη. Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Ὑδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ,
25κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λέοντι. ὁ τούτου κύριος Καρκίνῳ τὰς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρε‐ ληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξϛʹ καὶ ιεʹ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κεʹ· γίνονται μῆνες ρϛʹ, οἵ εἰσιν ἔτη ηʹ μῆνες ιʹ. Ταύτας προεθέμην τὰς γενέ‐
30σεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρ’ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας. Ἄλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Ταύρῳ, Κρόνος Το‐ ξότῃ, Ζεὺς Κριῷ, Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη ὡροσκόπος Ἰχθύσι,
35κλίμα ϛʹ, κλῆρος τύχης Διδύμοις. ἔλαβον Ἑρμοῦ μῆνας οϛʹ, καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Ὑδροχόου τὴν ἀναφο‐
φορὰν μῆνας κγʹ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας273

274

λγʹ· γίνονται οἱ πάντες μῆνες ρλβʹ, ἃ γίνεται ἔτη ιαʹ· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβʹ λαμβάνοντες εὑρήσομεν. Συμμερίζουσι δὲ οἱ ἀστέρες ἀλλήλοις οἰκείως κείμενοι καὶ
5τῆς αἱρέσεως ὄντες. οἷον Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ἄρης Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότῃ, ὡροσκόπος Αἰγό‐ κερῳ, κλίμα ϛʹ, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου 〈ὁ〉 κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ· ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξό‐ του ἔτη λγʹ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβʹ· γίνεται ἔτη μεʹ. τού‐
10τῳ οὖν τρίγωνος Κρόνος ὑπάρχων συνεμέρισε τῆς ἰδίας περιόδου μῆνας νζʹ· γίνεται ἔτη ἔγγιστα νʹ· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας ληʹ καὶ ἡλίου μῆνας ιθʹ, τοσούτους μῆνας συνάξει. Αὗται αἱ γενέσεις δεδοκιμασμέναι ἐξ αὐτοψίας πρόκεινται.
15εἰ δέ τις ἐξ ἀκοῆς θέλει δοκιμάζειν λαβὼν γένεσιν, διαψευσθήσε‐ ται τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ· ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματί‐
20ζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου. 〈δʹ.〉 Ἀγωγὴ λεπτομερεστέρα καὶ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὰς ἀναφορὰς καὶ τὰς περιόδους τῶν ἀστέρων. Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων
25στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμο‐ νίαν οὐ καθεστῶσαν ὁρῶμεν 〈μὴ〉 προκειμένης τῆς ἀρχῆς τοῦ
30ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους δι’ ἀκρι‐ βείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφορᾶς μὲν ἕτε‐
ρον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον· καὶ προκειμένου πλατι‐274

275

κῶς τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὲ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδαλούργημα τὴν μὲν εὐθεῖαν στιγμὴν ἔχει, τὸν
5δὲ ἦχον ἐπὶ πολὺ κατασκευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ὀλίγον ἐνδειξάμενοι ἀποτέ‐ λεσμα ἐξ ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἱ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτο‐ νοῦσιν ἐν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἱ πρὸς τὸν κλῆ‐
10ρον τῆς τύχης· τὰ γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἑρμῆς Διδύμοις, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότῃ, ὡροσκόπος Ζυγῷ, κλίμα αʹ. ἔστω ἡμᾶς ζητεῖν ἔτος μβʹ· ἔλαβον τὴν ἀναφορὰν
15τοῦ Ζυγοῦ ληʹ κʹ, ἅ ἐστιν ἔτη ληʹ μῆνες δʹ, καὶ πάλιν τούτων ἰσά‐ ριθμοι μῆνες ληʹ, οἵ εἰσιν ἔτη γʹ μῆνες βʹ. γίνονται ὁμοῦ ἔτη μαʹ μῆνες ϛʹ· τούτῳ τῷ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νε‐
20κρὸς διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ μδʹ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατή‐ γαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τοὺς Ἀφροδίτης μῆνας ηʹ διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιεʹ· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατ’ ἐκεῖνον τὸν
25χρόνον· Λέοντος ἀναφορὰ λεʹ καὶ Κρόνου μῆνες νζʹ καὶ Ἀφρο‐ δίτης μῆνες ηʹ καὶ Σελήνης μῆνες κεʹ καὶ Λέοντος μῆνες ιθʹ· γίνεται ὁμοῦ ἔτη μδʹ μὴν αʹ. ὥστε ἐφ’ ὅσον μὲν 〈ἡ〉 γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή· ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ τὸ λεπτομερέστατον τοῦ χρόνου τὸ
30ἀποτέλεσμα καταντήσῃ· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομέ‐ νων ἀνοικείως· δυσεκλύτοις γὰρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν· οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγω‐
νίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ275

276

ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφόμενοι τοὺς θεοὺς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνα‐ τον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαρτυρία εὐτο‐ νήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακο‐
5ποιῷ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον· ἐὰν δὲ κατὰ μόνας ὁποῖός τις ἂν ᾖ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κω‐ λύεται μὲν γὰρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύ‐ εται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον. Σημαίνεσθαι δεῖ τὰς ἀρχὰς καὶ τὰ πέρατα τῶν χρόνων, καθ’
10οὓς ἐὰν ἄρξωνται οἱ ἀστέρες χρονοκρατορεῖν ἢ καὶ ἀπολείπειν τοὺς χρόνους· ἐν τούτοις γὰρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύνα‐ μιν κέκτηνται· ἔστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἢ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον
15ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦ‐ λον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἢ ἀγα‐ θοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν· καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις ὑπομιμνήσκω·
20ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκα‐ τηγόρητον διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γὰρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος
25οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπί‐ δου δράματα διορθῶσαι· τὸν δ’ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι· γρά‐ φειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦ‐ σθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθω‐
30σον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστά‐ την κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τὸ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιού‐
35μενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον,
εἴδησιν μεγίστην ἀναδέξονται.276

277

Μερίσουσι δὲ οἱ ἀστέρες καὶ τοὺς μέσους χρόνους ὧν δεσπό‐ ζουσιν ἐτῶν· Ἥλιος μὲν τὴν ἡμίσειαν τῶν ρκʹ ἐτῶν κεκτημένος τὰ ξʹ παραλήψεται καὶ τὰ ἐλάχιστα τὰ ιθʹ, καὶ γίνεται οθʹ, ὧν τὸ ἥμισυ γίνεται λθʹ μῆνες ϛʹ, Σελήνη δὲ τὴν ἡμίσειαν τῶν ρηʹ
5νδʹ καὶ ἐλάχιστα κεʹ, καὶ γίνονται ὁμοῦ οθʹ, ὧν τὸ ἥμισυ λθʹ μῆνες ϛʹ· ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϛʹ καὶ τὰ ἐλάχιστα ιεʹ, καὶ γίνονται παʹ, ὧν τὸ ἥμισυ μʹ ἔτη καὶ μῆνες ϛʹ. Ἀφροδίτη τὰ τέλεια πδʹ καὶ τὰ ἐλάχιστα ηʹ, γίνονται Ϟβʹ, ὧν τὸ ἥμισυ μϛʹ. Ἑρμῆς τὰ μέγιστα οϛʹ καὶ τὰ ἐλάχιστα κʹ, γίνονται
10Ϟϛʹ, ὧν τὸ ἥμισυ γίνονται μηʹ. Ζεὺς τὰ μέγιστα οθʹ [καὶ τὰ οϛʹ] καὶ τὰ ἐλάχιστα ιβʹ γίνονται Ϟαʹ, ὧν τὸ ἥμισυ γίνονται μεʹ μῆνες ϛʹ. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν. 〈εʹ.〉 Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὸ ἥμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀνα‐
15φορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων. Μετὰ πολλῆς μὲν οὖν κακοπαθείας καὶ ζητήσεως εὑρόντες τὰς αἱρέσεις καὶ ἐπιδιακρίναντες ἐκ τῶν γενέσεων προεθέμεθα. ὑποτάξομεν δέ, καθὼς ὁ βασιλεὺς καὶ Πετόσιρις ᾐνίξαντο περὶ χρόνων ἐμπράκτων τε καὶ ἀπράκτων. εἰ δέ πως δόξει τοῖς
20ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρε‐ σιν, τὰ τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυσικῆς ἐνεργείας ἀπο‐ θαυμάσειεν. τὸ γὰρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπὰς ἀγωγὰς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, δι’ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ
25πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γὰρ εἷς ἤτοι ἀγαθὸν ἢ φαῦλον ἀποτελεῖ [καὶ] κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαί‐ νοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν
30παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γὰρ ἐπὶ γενέσεως καθ’ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμο‐ νίαν, περίκτησιν βίου, θάνατον· καὶ τινὰς μὲν περὶ τὸ σῶμα
κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυ‐277

278

ναῖκα καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δ’ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεως, ὁμοίως δὲ καὶ τὸ φαῦλον ὑπὸ τῆς
5τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀφύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακο‐ ποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ
10τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νη‐
15πίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρη‐ ματίζοντας καὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἐπιθεωροῦντας [καὶ] τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γέ‐ νεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκο‐
20πεῖν δεήσει, ἐφ’ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ, κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν. Φησὶν οὖν ὁ βασιλεύς· ἐπὰν τῆς χρονογραφίας ὑπὸ
25ὄψιν ἐκτεθείσης (τουτέστι τῆς γενέσεως) χρηματίσωσιν ὁποῖοι ἂν τύχωσι, † πρὸς πάντας λέγε τοὺς ἀστέ‐ ρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρ‐ τυρήσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν
30ἀρίθμιον τόπον ἐπίσχ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφ’ ἑτέ‐ ρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνους κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθο‐ ποιοὶ προσόντες ἢ καὶ [ς] ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ
35Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχ, δόξης δηλωτι‐
κὸς ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσε‐278

279

ται (τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον)· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἢ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακο‐ ποιός, ἐν τοῖς τῶν ἀγαθοποιῶν χρόνοις καὶ τὸ κακὸν
5ἐπιτελεσθήσεται. συμπαραλαμβανομένου δὲ καὶ συμ‐ ψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος χρόνου, ὅσοι ἂν ὦσι συμπεραιούμενοι, πρὸς τὰ τέλη τῶν περιόδων ἢ τῶν ἀναφορῶν τὰ ἀποτελέσ‐ ματα λέγειν γίνεσθαι. πᾶς μὲν οὖν ἀστὴρ ἐπίκεντρος
10ὑπάρχων τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι (περὶ τούτου καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν), ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν (τοῦτον δὲ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν).
15 Ἄλλως δὲ πάλιν ὑπόθου τὴν Σελήνην ἐπικρατεῖν τῷ προκειμένῳ τόπ, ἐπιπαρεῖναι δὲ τούτῳ τὸν τοῦ Κρόνου, ὡροσκοπεῖν δὲ τὸν τῆς Σελήνης τόπον, ὅπου ὁ τοῦ Κρόνου τέτευχεν ἐπιπροσών. ὁ μὲν οὖν ὁλοτελὴς τοῦ Κρόνου χρόνος ἔχει τὰ λʹ ἔτη πλήρη, ὁ δὲ τῆς Σε‐
20λήνης λαʹ μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δή‐ ποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομέ‐ νου ζῳδίου, ἐφ’ ὃν καὶ τὴν συναφὴν ποιήσεται, μαρ‐ τυρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἢ καὶ
25αὐτῆς τῆς Σελήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδίου χρό‐ νους, ἐφ’ οὗ ὁ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρε‐ ως ἐπισυνθέντας, τούτους ἀνωμαλήσει ἢ καὶ ἐν ξενι‐ τείαις ἔσται· ἐν δὲ τοῖς αὐτοῖς χρόνοις σινῶν καὶ
30τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ἡ Σελήνη ἐπὶ προσθέσεως ὑπάρχουσα καὶ μη‐ δέπω ἐπὶ τὴν † πανσέληνον, ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέν‐
τοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι279

280

πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἶτ’ ἐχομένως τὰ τοῦ ἐπιμαρτυ‐ ροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπρο‐
5σόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι τῷ κλήρ, λέγειν· εἶθ’ ἑξῆς τοὺς ἐπαναφερομένους, καθ’ ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι. Καὶ ταῦτα μὲν αὐταῖς λέξεσι προεθέμεθα διὰ τὴν ἐπακο‐
10λουθοῦσαν ἐπίλυσιν· καὶ αὐτοὶ γὰρ δοκιμάσαντες καὶ συνεπινοή‐ σαντες εὕρομεν. Ἐὰν οὖν καθὼς προείπαμεν σχήματος χρόνος συντρέχῃ τῷ ζητουμένῳ χρόνῳ κατ’ ἐπισύνθεσιν ζῳδίου ἀναφορᾶς ἢ καὶ περι‐ όδου ἀστέρος, χρῆσθαι τοῖς προκειμένοις παραγγέλμασι· εἶτ’ οὖν
15διὰ τὸ συνθέτους χρόνους συντρέχειν τοῖς μέλλουσι λέγεσθαι προ‐ σέχειν καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέ‐ ρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ
20χρόνοι, ἐν τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατὰ μόνας συ‐ νάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ ᾖ καθ’ ἑτέρου σχηματογραφίαν, ἀλλ’ ἐν τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, ἐν οἷς
25πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γε‐ νήσονται, ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τὰς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπὰς φάσεις, ὁτὲ δὲ λήγοντες ** οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. τὸ
30μέντοι λέγειν ἐν τῷ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοι‐ ριαίοις χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται τὸ μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Σελήνη Λέοντι, Κρόνος
35Παρθένῳ, Ζεὺς Ἰχθύσιν, Ἄρης Τοξότῃ, Ἀφροδίτη Διδύμοις,280

281

Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζʹ. τῷ λζʹ ἔτει ὑπὲρ γυναικός, ἐξ ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρο‐ νομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός.
5τὰ μὲν οὖν λζʹ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κεʹ, Τοξότου δὲ ιβʹ, γίνονται λζʹ. καὶ Διὸς πρὸς Ἑρμῆν· Διὸς ιβʹ, Καρκίνου κεʹ, γίνονται λζʹ. ζητήσαντες καθὼς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφρο‐ δίτης χρηματίζουσαν οὕτως κατὰ τὸ ζʹ κλίμα καὶ τὴν τετράγωνον
10πλευράν· Κρόνου τῶν Διδύμων κζʹ καὶ Ἀφροδίτης ηʹ καὶ Παρθέ‐ νου κʹ, γίνονται νεʹ, ὧν τὸ δίμοιρον γίνονται λϛʹ μῆνες ηʹ· τὸ αὐτὸ καὶ οἱ Ἰχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γὰρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῷ λεʹ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λεʹ τὸ
15μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναφορᾶς τῶν Ἰχθύων ιεʹ καὶ Διδύμων κʹ, καὶ πάλιν Διδύμων κζʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λεʹ, καὶ πάλιν Διδύμων κʹ καὶ Ἄρεως ιεʹ γίνονται λεʹ, καὶ πάλιν Παρθένου κʹ καὶ Ἄρεως ιεʹ γίνονται λεʹ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι ἐν δισώμοις, δεήσει πολλάκις περὶ
20αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετόσιρις ἔφη· οἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθο‐ ποιῶν παρεμπλοκῆς. Ἦν δὲ καὶ τῆς ἡττηθείσης γυναικὸς τὸ θέμα οὕτως ἔχον.
25Ἄλλη. Ἥλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζʹ. τῷ μὲν κεʹ ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κεʹ μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἥλιος ἐν Καρκίνῳ τὰ κεʹ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες
30κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λʹ καὶ Ἑρμοῦ κατὰ διάμετρον κʹ γίνονται νʹ, ὧν τὸ ἥμισυ γίνονται κεʹ· καὶ πάλιν Κρόνου λʹ καὶ Ἑρμοῦ κʹ καὶ Σελήνης κεʹ γίνονται οεʹ, ὧν τὸ τρίτον γίνονται κεʹ· ὅθεν εἰς ἐναντίωμα ἐχώρει τὸ πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῷ κζʹ ἔτει κατεδι‐
35κάσθη· ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος
τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κεʹ281

282

καὶ Ἄρεως διαμέτρου ιεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον γίνονται κϛʹ μῆνες ηʹ. ὡσαύτως δὲ καὶ ἐνθάδε ἐν δισώμοις οἱ ἀστέρες ἔτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ, Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι,
5κλίμα δεύτερον. τῷ νβʹ ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν 〈δίκην〉 ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν· ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελήνης κεʹ, Διὸς ιβʹ, Σκορπίου ιεʹ· γίνονται νβʹ. ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϛʹ, Διὸς ιβʹ, Κρόνου ἐπικειμένου τῷ κλήρῳ λʹ γίνονται
10οηʹ, ὧν τὸ δίμοιρον γίνονται νβʹ. καὶ πάλιν Ταύρου κδʹ, Ὑδρο‐ χόου κδʹ καὶ Κρόνου λʹ γίνονται οηʹ, ὧν τὸ δίμοιρον νβʹ. ἐχρημά‐ τισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν ἐν τούτῳ τῷ χρόνῳ καὶ ἐν θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυ‐
15περτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν. Ἡ δὲ ἡττηθεῖσα οὕτως εἶχε τὸ θέμα. Ἄλλη. Ἥλιος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Κρόνος Ὑδροχόῳ, Ζεὺς Παρθένῳ, Ἀφρο‐ δίτη Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, ὡροσκόπος Διδύμοις, κλίμα δʹ. τὸ νδʹ ἔτος Κρόνου καὶ Ἀφροδίτης ἐδήλουν λʹ καὶ κδʹ, γίνονται
20νδʹ· καὶ πάλιν Σκορπίου λϛʹ καὶ Ἄρεως ἐπικειμένου τῷ κλήρῳ, ὃς ἐχρημάτισεν, ιεʹ καὶ Κρόνου λʹ, γίνονται παʹ, ὧν τὸ δίμοιρον νδʹ· ἐχρημάτισε γὰρ καὶ αὕτη ἡ καθυπερτέρησις τῶν κακοποιῶν. τῷ μὲν οὖν νγʹ φαντασίαν καὶ οἴησιν νίκης ἔσχε διὰ μειζόνων προ‐ σώπων βοηθείας, ὅθεν καὶ ἐπὶ τὴν δίκην προετράπη, ἐπεὶ Σε‐
25λήνη ἐμέρισεν κεʹ καὶ Αἰγόκερως κηʹ, γίνονται νγʹ. τῷ δὲ νδʹ ἔτει ὑπὸ τῶν βοηθῶν κατελείφθη· οὐδὲ γὰρ συμπαρῆσαν τοῖς χρόνοις οἱ ἀγαθοποιοί. Ἄλλη. Ἥλιος Σελήνη Καρκίνῳ, Κρόνος Ζεὺς Ἄρης Κριῷ, Ἀφροδίτη Ἑρμῆς ὡροσκόπος Διδύμοις, κλίμα αʹ. τῷ μὲν μζʹ ἔτει
30καὶ μηʹ καὶ μθʹ ἐνόσησε καὶ αἵματος πολλὴν ῥύσιν ὑπομείνας παρείθη, ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζʹ ἔτη ἐδήλου Καρκίνος λαʹ μʹ καὶ Ἄρης ιεʹ, γίνονται μϛʹ μῆνες ηʹ· τὰ δὲ μηʹ πάλιν Καρκίνου λαʹ μʹ καὶ Σελήνης κεʹ καὶ Ἄρεως ιεʹ, γίνονται οβʹ, ὧν τὸ δίμοιρον μηʹ. ἐχρημάτισε μὲν οὖν τῷ μηʹ
35ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορὰ κηʹ κʹ καὶ ἡ τοῦ Ἑρμοῦ περί‐ οδος κʹ, γίνονται μηʹ μῆνες δʹ· ὅθεν καὶ μικρᾶς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθʹ ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθʹ
καὶ λʹ, γίνονται μθʹ· οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ282

283

φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἂν καὶ βιαιοθανασίαν ἐπήγαγον. Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Ἄρης ὡροσκόπος Ταύρῳ, Κρόνος Σκορπίῳ, Ζεὺς Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, κλίμα
5ϛʹ. τῷ λεʹ ἔτει ἀπὸ δουλείας φυγὼν πολλὰ ἐσύλησε καὶ πρὸς ὀλί‐ γον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξʹ, ὧν τὸ ἥμισυ λʹ· Αἰγό‐ κερω γὰρ κηʹ καὶ Ἑρμοῦ κʹ καὶ Διὸς ιβʹ γίνονται ξʹ, ὧν τὸ ἥμισυ λʹ· καὶ Κρόνου λʹ καὶ Ἄρεως ιεʹ, ὧν τὸ δίμοιρον λʹ· καὶ Καρκί‐
10νου κεʹ καὶ Διὸς ιβʹ, ἐκ τριγώνου δὲ Ἀφροδίτης ηʹ γίνονται μεʹ, ὧν τὸ δίμοιρον γίνεται λʹ. ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ 〈τὸ〉 τοὺς κακοποιοὺς ἐμπεπτωκέναι. Ἄλλη. Ἥλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ, Ζεὺς
15Ταύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ, ὡροσκόπος Παρθένῳ, κλίμα βʹ. οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδʹ ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπι‐ κρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν ιθʹ, Ἄρεως δὲ ιεʹ γίνονται λδʹ. τῷ δὲ λϛʹ ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς
20ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορὰ τοῦ Λέοντος ἐχρημάτισε τῷ λϛʹ ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβʹ καὶ Ταύρου κδʹ γίνον‐ ται λϛʹ· ἀλλὰ καὶ Αἰγόκερω κηʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λϛʹ· οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθʹ ἔτει τοῦ πράγματος ἀνα‐ σκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδι‐
25κάσθη· οἱ γὰρ ἐν Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται λθʹ· καὶ λάβε τὸ δίμοιρον τῶν νηʹ, ὅπερ ἐστὶν νηʹ μῆνες ηʹ. πάλιν Ἡλίου ιθʹ Ἑρμοῦ κʹ καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον ιθʹ γίνονται νηʹ· Ἄρεως γὰρ ιθʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ γίνονται νηʹ. τῷ δὲ μʹ ἔτει ἐπικινδύνως διῆξε καὶ
30νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστορ‐ γίαν τά τ’ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μʹ ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δη‐ λοῦνται (Σελήνης γὰρ κεʹ καὶ Ἄρεως ιεʹ γίνονται μʹ) καὶ ἡ τρί‐
γωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις τὸ αὐτὸ ἐδήλου· Διὸς γὰρ283

284

ιβʹ καὶ Ἀφροδίτης κηʹ γίνονται μʹ. καὶ τούτοις τοῖς ἀποτελέσμα‐ σιν αὐτὸς παρέτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος
5Ζυγῷ, κλίμα βʹ. τῷ μηʹ ἔτει πένθος βαρύτατον τέκνου φιλοστόρ‐ γου θάνατον θεασάμενος, ἐν δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ τὸ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη ηʹ, Παρθένου δὲ μʹ γίνονται μηʹ· ὅθεν ὡς κατὰ συμπαρου‐ σίαν ὁ Ἄρης τῷ ὡροσκόπῳ τὸ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ
10Παρθένου μʹ καὶ Τοξότου λβʹ γίνονται οβʹ, ὧν τὸ δίμοιρον γί‐ νονται μηʹ. Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι, Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ὡροσκόπος Καρκίνῳ, κλίμα ϛʹ. ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσά‐
15μην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην· τῷ γὰρ ηʹ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θʹ σπασμοῖς περιέπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. τὸ μὲν οὖν ηʹ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ † τῷ ἐνάτῳ ἡμίσει ἀναφορὰ γὰρ τοῦ Κριοῦ [τῶν] ιζʹ ἕως συμπληρώσεως μηνῶν ηʹ καὶ ἡμερῶν ιεʹ.
20ἀλλὰ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζʹ τὸ τρίτον γίνονται θʹ καὶ Ἡλίου ιθʹ καὶ Ἀφροδίτης ηʹ γίνονται κζʹ, ὧν τὸ τρίτον γίνονται θʹ. καὶ τοῖς μὲν ἄλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιεʹ καὶ ιζʹ καὶ κγʹ καὶ τοῖς λοιποῖς,
25ἐξαιρέτως δὲ περὶ τὸν κζʹ μῆνα· ἐκ προφάσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζʹ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιεʹ καὶ Σελήνης κεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον γίνονται κϛʹ ἡμέραι κʹ· Κριοῦ καὶ Παρθένου δια‐ μέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφέρετο. ἄλλως τε Ἄρεως
30ιεʹ καὶ τοῦ ὡροσκόπου Καρκίνου κεʹ γίνονται μʹ, ὧν τὸ δίμοιρον κϛʹ ἡμέραι κʹ· ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζʹ, καὶ [ἡ] Ἄρεως ιεʹ καὶ Διὸς ιβʹ γίνονται κζʹ, καὶ πάλιν Ἡλίου ιβʹ καὶ Ἀφροδίτης ηʹ γίνονται κζʹ. ἀπὸ οὖν τοῦ κηʹ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ
35τοῦ Κρόνου περίοδος· τῷ δὲ λβʹ μηνὶ ἐπισφαλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιεʹ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζʹ γίνον‐
ται λβʹ. τῷ δὲ λγʹ μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφορὰ284

285

τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ ἢ καὶ Σελήνης κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ· ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ τὸ ἰσανάφορον ἐλογισάμην. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος
5Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι, ὡροσκό‐ πος Καρκίνῳ, κλίμα ϛʹ. οὗτος πλούσιος ὑπάρχων περὶ τὸ μζʹ ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θʹ καὶ ἡ ἀνα‐ φορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λʹ Ἰχθύων δὲ ιζʹ γίνονται μζʹ. ἀλλὰ καὶ τὸ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν
10ιεʹ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζʹ καὶ Ἡλίου ιθʹ καὶ Ἑρμοῦ κʹ [καὶ Λέοντος ληʹ] γίνονται ὁμοῦ οαʹ, ὧν τὸ δίμοιρον γίνεται μζʹ μῆνες δʹ· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζʹ Ἑρμοῦ δὲ κʹ, γίνονται μζʹ. τῇ μὲν οὖν φαντα‐ σίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυ‐
15ναῖκα ὑπέμεινε. Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρ‐ ξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέ‐ ρας ἐπαναφερόμενος τῷ μεσουρανήματι τὸ αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ τὸ μεσουράνημα ἢ
20χρηματίσῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατά‐ στασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κεκινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρό‐
25νου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώ‐ σεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ αἱ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ
30μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, ἐν δὲ τοῖς δισώμοις πλεονάκις, ἐν δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, ἐν δὲ ταῖς ἐπαναφοραῖς ἐξ ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, ἐν δὲ τοῖς ἀπο‐
35κλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασά‐285

286

νοις καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἐν ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σε‐ λήνην, ἐν καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ
5ἀναιροῦνται. † ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ τὸ δυστυ‐ χὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχη‐ ματισμοὺς ἐν ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων
10ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστά‐ σει τοὺς κινδύνους ἐπιφέρουσιν· ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· ἐν δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως
15τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαρα‐ μύθητον γενήσεται· τὸ δ’ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαι‐ ρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρα‐
20τεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὁπόταν ἀστὴρ χρονο‐ κρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γὰρ τὸ σημαινόμενον ἀποτέ‐ λεσμα δηλοῖ.
25 Πρὸς δὲ τὸ θαυμάσαι τὴν φύσιν καὶ ὅτι χωρὶς εἱμαρμένης οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ ἐν πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρη‐ σμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμο‐ θυμαδὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ,
30Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ, κλίμα βʹ. τῷ μʹ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κεʹ, Κριοῦ δὲ ιεʹ γίνονται μʹ· ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κʹ Ζυγοῦ μʹ γίνονται ξʹ, ὧν τὸ δίμοιρον γίνεται μʹ· γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. ἐν δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ
35ὡροσκόπου κηʹ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβʹ, γίνονται μʹ· καὶ πάλιν Αἰγόκερω λʹ καὶ Ταύρου κβʹ καὶ περιόδου ηʹ, γίνονται ξʹ,
ὧν τὸ δίμοιρον μʹ.286

287

Ἄλλη. Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ, Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρ‐ θένῳ, κλίμα ζʹ. τῷ λεʹ ἔτει κλιμακτῆρα ἔσχεν· ἐχρημάτισε γὰρ Ἄρεως ἡ περίοδος ἔτη ιεʹ καὶ Παρθένου κʹ, γίνεται λεʹ· ἀλλὰ καὶ
5Ἀφροδίτης ηʹ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζʹ γίνεται λεʹ. καὶ πάλιν τὸ διάμετρον Κρόνου λʹ καὶ Καρκίνου λβʹ λʹ καὶ Ἀφροδί‐ της ηʹ γίνονται οʹ μῆνες ϛʹ, ὧν τὸ ἥμισυ γίνεται λεʹ μῆνες γʹ. ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβʹ μῆνες ϛʹ Καρκίνου κζʹ μῆνες ϛʹ γίνονται οʹ, ὧν τὸ ἥμισυ γίνε‐
10ται λεʹ. Ἄλλη. Ἥλιος Ἄρης Ἀφροδίτη Τοξότῃ, Σελήνη Ζυγῷ, Κρό‐ νος Διδύμοις, Ζεὺς Παρθένῳ, ὡροσκόπος Ἑρμῆς Αἰγόκερῳ, κλίμα ϛʹ. τῷ λϛʹ ἡμίσει ἔτει κλιμακτῆρα ἔσχε. Διδύμων κζʹ μῆνες ϛʹ καὶ Ἀφροδίτης ηʹ γίνονται λεʹ μῆνες ϛʹ· Ἡλίου ιθʹ, γίνονται νδʹ μῆνες
15ϛʹ, ὧν τὸ δίμοιρον γίνεται λϛʹ μῆνες δʹ. συμμετέσχον οὖν καὶ ἐν‐ θάδε οἱ ἀγαθοποιοί. Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Καρκίνῳ, Σελήνη Κριῷ, Ζεὺς ὡροσκόπος Διδύμοις, Κρόνος Ζυγῷ, Ἄρης Λέοντι, κλίμα αʹ. τῷ κζʹ κλιμακτῆρα ἔσχε. Ἡλίου μὲν ιθʹ Ζυγοῦ δὲ ηʹ γίνονται κζʹ·
20ἀλλὰ καὶ Διδύμων κηʹ μῆνες δʹ καὶ Διὸς ιβʹ γίνονται μʹ μῆνες δʹ, ὧν τὸ δίμοιρον μζʹ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθʹ καὶ Καρκίνου λαʹ μῆνες ηʹ, Κρόνου λʹ γίνονται πʹ μῆνες ηʹ, ὧν τὸ τρίτον γίνε‐ ται κζʹ ἔγγιστα. Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Κριῷ, Κρόνος Λέοντι, Ζεὺς
25Τοξότῃ, Ἄρης Ζυγῷ, Ἀφροδίτη Ἑρμῆς Αἰγόκερῳ, ὡροσκόπος Ἰχθύσι, κλίμα ϛʹ. τῷ λγʹ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κεʹ καὶ Ζυγοῦ ηʹ γίνονται λγʹ· καὶ Κρόνου λʹ καὶ Ἡλίου ιθʹ γίνονται μθʹ, ὧν τὸ δίμοιραν λβʹ μῆνες ηʹ· ἀλλὰ καὶ Τοξότου ἀναφορὰ ἐχρημά‐ τισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγʹ.
30 Ἄλλη. Ἥλιος Ἑρμῆς Ἀφροδίτη Σελήνη Ταύρῳ, Κρόνος Το‐ ξότῃ, Ζεὺς Σκορπίῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ἰχθύσι, κλίμα βʹ. τῷ κβʹ ἔτει κλιμακτῆρα ἔσχε. Λέοντος ιθʹ καὶ Σελήνης κεʹ γίνον‐ ται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κβʹ· ἀλλὰ καὶ Σκορπίου λϛʹ καὶ Ταύρου ηʹ γίνονται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κ〈βʹ〉.
35 Οὗτοι οἱ ϛʹ ἄνθρωποι πλέοντες, ἕτεροι δὲ πολλοὶ καὶ βίᾳ ἀνέμου περιπεσόντες ἀποπτερυγωθέντος τοῦ πηδαλίου ἐκινδύνευ‐
σαν ὑποβρύχιοι ἀπελθεῖν τοῦ σκάφους τὸ κῦμα ἐκδεξαμένου. ἀλλὰ287

288

τῇ φορᾷ τοῦ πνέοντος ἀνέμου καὶ τῷ ἀρμένῳ χρησαμένου τοῦ κυβερνήτου διέφυγον· καὶ ἑτέροις δὲ κινδύνοις περιέπεσον κατὰ τὸν αὐτὸν χρόνον κατὰ θάλασσαν καὶ διὰ πλάνην πειρατικήν. Ὅθεν ἐὰν πολλάκις κατά τινας χρόνους οἱ πλείους ἢ πάντες
5οἱ ἀστέρες εὑρίσκωνται χρηματίζοντες, συγκρίνειν δεήσει ἑκάστῳ, πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ τὸ φαῦλον ἢ ὁ τὸ ἀγαθὸν ἀποτελῶν, κἀκεί‐ νῳ τὸ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν δι’ ἐλπίδος καὶ ὑπερ‐
10θέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γὰρ ὑπ’ ὄψιν προδεί‐ ξαντες τὸ ἀποτέλεσμα ἠτόνησαν διὰ τὸ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχη‐ ματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά. πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέ‐
15κλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι, κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθυπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.
20 Ἔστω δὲ [ἐπὶ] ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ, Σελήνη Ζεὺς Λέοντι, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα αʹ. τῷ ιηʹ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κεʹ ἔτη ἡ ἀναφορὰ
25τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρημα‐ τίκει, τὸ τῆς εὐεργεσίας ἐν τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Ταύρου ἀναφορὰν τὰ κεʹ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σε‐ λήνης περίοδος τὰ κεʹ ἔφερεν, ὧν τὸ δίμοιρον γίνεται ιϛʹ μῆνες ηʹ· εἰ μὲν οὖν ἐπισυνῆν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς
30προγεγραμμένους χρόνους, τὸ ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν· τῷ γὰρ ιηʹ ἔτει τὸ μὲν θηλυκὸν πρό‐ σωπον ἐτελεύτα, αὐτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβʹ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιεʹ, γίνεται κζʹ, ὧν τὸ δίμοιρον ἔτη ιηʹ· ἀλλὰ καὶ Λέοντος ιθʹ
35καὶ Ταύρου ηʹ γίνονται κζʹ, ὧν τὸ δίμοιρον ιηʹ. τῷ ιθʹ ἔτει ὠφε‐ λείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθʹ ὁ Λέων
ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν288

289

Κρόνῳ ὢν ἐν Κριῷ ἐσήμαινε τὰ ιθʹ· καὶ πάλιν Ὑδροχόου λʹ καὶ Ταύρου ηʹ, ὧν τὸ ἥμισυ γίνεται ιθʹ. τῷ δὲ κʹ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ
5Ἄρης ιεʹ καὶ Σελήνη κεʹ, γίνονται μʹ, ὧν τὸ ἥμισυ κʹ· ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κεʹ καὶ Λέοντος λεʹ γίνονται ξʹ, ὧν τὸ τρίτον γίνεται κʹ· καὶ Ἑρμῆς δὲ ἐν Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κʹ. ὁμοίως δὲ καὶ τῷ καʹ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθʹ καὶ Ταύρου ηʹ, Ἄρεως ιεʹ γίνονται μβʹ, ὧν τὸ ἥμισυ γίνεται καʹ· καὶ
10ἀναφορὰ Κριοῦ καʹ μῆνες ηʹ καὶ Ἑρμοῦ κʹ γίνονται μαʹ μῆνες ηʹ, ὧν τὸ ἥμισυ ἔτη κʹ μῆνες ιʹ. καὶ τῷ κβʹ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθʹ καὶ Ταύρου κεʹ γίνεται μδʹ, ὧν τὸ ἥμισυ γίνεται κβʹ. τὸ κγʹ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης ηʹ Ἄρεως ιεʹ γίνονται κγʹ.
15 Οὕτως πολλάκις κατὰ πλατικὴν καὶ καθολικὴν θεωρίαν οἱ ἀστέρες καλῶς δοκοῦντες ἐσχηματίσθαι ἐναντιωμάτων εἰσὶ δηλω‐ τικοί, ἀνταναλυόμενοι ὑπὸ τῆς τῶν χρόνων δυνάμεως. οἷον τὸ καʹ ἔτος ἐσήμαινε μὲν Λέων ιθʹ καὶ Διὸς ἐπικειμένου ιβʹ, ὧν τὸ δί‐ μοιρον γίνεται ἔτη κʹ μῆνες ηʹ· ἀλλὰ καὶ τὸ τρίγωνον Διὸς καὶ
20Ἡλίου τὸ αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασι‐ λικὸν πρόσωπον, παρ’ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τὸ τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώ‐
25ματα καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρ’ αἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμα‐ γμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἔνδειαι. εἶθ’ οὗτος ἐξ ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον
30ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακο‐ ποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἐξ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ τὸ συμπληρωθῆναι τὰς
35ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεὺς ἐπὶ γενέσεως· ὁ τοιοῦτος διελθὼν
τοὺς τῆς Ἀφροδίτης καιρικοὺς χρόνους ἄτεκνος τῶν289

290

ἀναγκαίων στερηθήσεται καὶ πάντα ἀχρειώσας τρό‐ πον ἐπαίτου ζήσεται. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγα‐ θῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δό‐
5ξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Ἑρμῆς Ζυγῷ, Σελήνη Ταύρῳ, Κρόνος Καρκίνῳ, Ἄρης Τοξότῃ, Ἀφροδίτη ὡροσκόπος Σκορπίῳ, κλίμα βʹ. ὁ τοιοῦτος διελθὼν τὸ μʹ ἔτος κατεδικάσθη φυγῇ. ἐδήλουν τὰ μʹ ἔτη ἡ καθυπερτέρησις Κρόνου Ζυγοῦ Καρκί‐
10νου μοῖραι λβʹ καὶ Ζυγοῦ ηʹ, γίνονται μʹ· καὶ τὸ διάμετρον Σελή‐ νης πρὸς Ἀφροδίτην Ταύρου κεʹ Σκορπίου ιεʹ γίνονται μʹ· ἔνθεν καὶ δι’ εἴδη θηλυκὰ καὶ ὠφελείας πρόφασιν ἐνήργει τὸ ἀποτέ‐ λεσμα· καὶ πάλιν ἡ τῆς Σελήνης συναφὴ πρὸς Ἄρεα, Σελήνης κεʹ καὶ Ἄρεως ιεʹ γίνονται μʹ, ὡς καὶ ὁ βασιλεύς φησιν· ἔστω
15δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δήποτε ζῳδίῳ τετευχέναι ἢ ἐπίκεντρον εἶναι, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐν τῷ ἐχομένῳ ζῳδίῳ ἐπόντα, ᾧ καὶ τὴν συναφὴν ποιήσεται. ὥστε κἂν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ συμπαρῇ ἀστὴρ τῇ Σελήν, ἐν δὲ τῷ μεταξὺ ἢ ἐν τῷ
20τούτου τετραγώνῳ ἢ διαμέτρῳ εὑρεθ, βέβαιον τὴν συναφὴν προκρίνειν καὶ συμπεριθέντα τὰς τούτων πε‐ ριόδους ἢ καὶ τὰς τῶν ζῳδίων ἀναφορὰς ἀποφαίνεσθαι τὸν χρόνον. Πρὸ πάντων οὖν, καθὼς προείπαμεν, ἐκ τῶν καθολικῶν ἀπο‐
25τελεσμάτων σκοπεῖν δεήσει τὰ σχήματα τῶν ἀστέρων ὁποῖα τυγ‐ χάνει, πότερον ἀγαθοποιὰ ἢ φαῦλα καὶ τίς ὁ τόπος καὶ τί δύνα‐ ται σημᾶναι, καὶ τῶν ἐπιπαρόντων ἀστέρων ἢ μαρτυρούντων τὰς φάσεις, καὶ οὕτως ἐν τοῖς ἐπιμερισμοῖς τὰ ἀποτελέσματα προλέ‐ γειν. οἷον τὸ διάμετρον οὐ πάντως κακοποιὸν οὐδὲ τὸ τετράγω‐
30νον, ἀλλ’ ἔσθ’ ὅτε. ὥσπερ οὖν ἐν τοῖς καθολικοῖς ἀποτελέσμασιν ἐναλλοιοῦται ὑπὸ τοῦ τόπου ἢ μαρτυρίας ἢ κέντρου ἢ ἄλλης τινὸς φύσεως, οὕτως καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἐναλλοιοῦται ἢ βεβαιοῦται τὰ ἀποτελέσματα ἐκ τῆς τῶν ἀστέρων καιρικῆς ἐπεμβάσεως. τῇ οὖν ἐπεμβάσει τῶν ἀστέρων ἀναγκαίως δεῖ προ‐
35σέχειν, ὅπως καὶ τὸ λεγόμενον ἀκριβὲς 〈ᾖ〉 καὶ εὐκατάληπτον τὴν
δύναμιν ἔχῃ.290

291

Ἵνα δὲ μὴ δόξω πάλιν τὰ αὐτὰ σοφίζεσθαι, καθὼς ἐμήνυσεν ὁ βασιλεὺς περὶ τούτων, αὐταῖς λέξεσιν ὑποτάξω. πάντα δὲ ἀστέρα ἢ ἐπὶ τοῦ ἰδίου τόπου ἐπιπαρόντα ἢ καὶ ἐπὶ τῶν τετραγώνων ὄντα, ἐάνπερ ᾖ προσφορώτερος ἐπὶ
5τῆς γενέσεως ἢ βλαπτικὸς ἐπὶ τῶν ὁμοίων τόπων, ἐάν‐ περ ᾖ βλαβερὸν ὑπὸ τῶν τῆς γενέσεως χρόνων. εἰ δὲ ὁ μὲν ὠφέλιμος ὑπάρχει, ὁ δὲ βλαβερός, καὶ τύχωσιν ἑκά‐ τεροι ἐπὶ ἰδίου τόπου ἢ τετραγώνου, καὶ ὁ μὲν περιποιῶν ἐπιμερίσει ἐπὶ τὸν κακοποιοῦ τόπον ἐπιπαρελθών, ὁ δὲ
10στερητικὸς γενήσεται ὧν προεμέρισε, χάριν τοῦ ἑκάτερον αὐτῶν ἐκ τετραγώνου γενομένους τὸν μὲν δοτικὸν γεγονέ‐ ναι, τὸν δὲ ἕτερον ἐπιμαρτυρήσαντα τῇ δόσει τῆς βλάβης τὸ μεῖον ἀποδεδειχέναι. πάλιν λέγει· νοεῖν δὲ χρὴ καὶ τὸν τῶν χρόνων κρατοῦντα [τ] πῶς τέτακται πρὸς τὰ τῆς
15γενέσεως πράγματα, ἔτι δὲ τοὺς ἐπικρατήτορας καὶ περι‐ ποιητικοὺς ἢ βλαπτικοὺς τόπους. οὐκ ἐπὶ μόνης δὲ τῆς καταρχῆς τῶν χρόνων, ὅπου τετεύχασιν οἱ ἀστέρες, συ‐ νορατέος ὁ τρόπος ἔσται ὁλοτελῶς, ἀλλὰ καὶ ἐν τοῖς δια‐ μέσοις προσκοπητέον τὰς ἐπεμβάσεις τῶν λοιπῶν ἀστέ‐
20ρων τὰς τῶν προσμαρτυρούντων ἢ συμπαρεδρευόντων τῷ δεσπόζοντι τῶν χρόνων, συμπαραλαμβανομένων δὲ καὶ Ἑρμοῦ καὶ Σελήνης. ἐνδέχεται γὰρ ἐπὶ τῆς καταρχῆς τῶν χρόνων συμφόρων ὄντων αὐτῶν τὸν ἀγαθοποιὸν ἐπὶ τοῦ περιποιητικοῦ τόπου παρεῖναι
25ἢ μεθ’ ὁπόσον οὖν δήποθεν χρόνον τὴν ἐπέμβασιν ποιεῖσθαι, κακοποιὸν δὲ ἐπεμβεβηκέναι· καὶ τῶν χρόνων καλῶν ὄντων ἀποβολὴν τῶν εἰσοδιασθέντων ποιήσεται. εἰ δὲ τῶν χρόνων κατὰ τὸ ἐναλλὰξ ἀπο‐ βάντων ἀγαθοποιὸς ἐπὶ τοῦ περιποιητικοῦ τύχ, ὁ δὲ
30κακοποιὸς χρηματίσας πρὸς τὴν γένεσιν τύχ, ἐφ’ ὧν χρόνων ὁ κακοποιὸς ἐπικρατε, τότε πάντοτε περι‐ ποιητικὸς ἔσται ὁ χρόνος οὐδενὶ τῶν χρόνων ἐναντίων ὄντων, προσεπισημανθήσεται δὲ ταῖς προσκυρούσαις δυσκολίαις καὶ ἀντερείσεσι.
35Παρ’ ἕκαστα δὲ ἐπιτηρεῖν τὰς ἑκάστου ἀστέρος ἐπεμβάσεις291

292

εἰς τὰ προσήκοντα τῇ γενέσει ζῴδια· καὶ τῆς Σελήνης ἐπιμελῶς τοὺς δρόμους σκοπεῖν· ὁπότε γὰρ ἐπ’ ἀνατολῆς τύχῃ ἐν τοῖς τε‐ τραγώνοις τοῖς δεξιοῖς ἢ εὐωνύμοις ὑπὸ Ἄρεως ἢ Κρόνου κατο‐ πτευομένη, προφυλακτέα ἡ παράδοσις ἔσται, ὅπερ οὐδὲν ὄφελος.
5κἂν μὲν ἐν χρόνοις κακοποιῶν τοῦτο συμβῇ, οἷον ἐπὶ τῶν τοῦ Ἄρεως χρόνων, ἐν συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν [γὰρ] χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν
10ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν παλαιῶν τινῶν [ἢ χρόνων] ἢ πατρικῶν ἢ τῶν ὁμοίων 〈ἢ〉 πρεσβυ‐ τέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων ὁ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης 〈οἴκων〉 τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους
15τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχῃ, βασιλικῶν χάριν ἢ καὶ μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων ὁ τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως τὸ πράσσειν παρεχόντων, ἐπὰν
20ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἵνα οἱ χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπ’ αὐτοῦ παρέξει, τοῖς χρόνοις τού‐ τοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις
25ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προσηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ.
30προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδια‐ σθέντα ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων· τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχῃ κατὰ τοὺς χρόνους δοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ
35εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι
τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ292

293

τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀπο‐ τελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις
5περιβαλεῖ. δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστολήν. τὸ δ’ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰ‐
10κείων ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δ’ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένε‐ σιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δ’ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν
15χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην· εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου 〈ἐπὶ〉 τῶν ἐναντίων
20τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρί‐ ους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαί‐ ρων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται. Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας
25ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγα‐ ροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν
30τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον· τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπί‐ φθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ
35μὴ ἐγκληματικῶς μηδ’ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακο‐
πάθειαν ἡγησάμενος, ὥσπερ ἂν εἰ αὐτὸς συνέταξας—ἀλλ’ ὅμως293

294

ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κο‐ μισάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπο‐ νον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος
5συντέλεια. Οὐεττίου Οὐάλεντος Ἀντιοχέως τῆς πρὸς Δάφνην
γενεθλιαλογουμένων βιβλίον ζʹ τετέλεσται.294

295

(1t)

Liber VIII.
2tΟὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ηʹ.
3〈αʹ.〉 Πῆξις τοῦ αʹ ὀργάνου. Τὸ αʹ ὄργανον τὴν πῆξιν ἔχει ἀπὸ αʹ ἕως μοίρας θʹ τοι‐
5αύτην. τῇ αʹ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς βʹ, τῇ βʹ δʹ, τῇ γʹ ϛʹ, τῇ δʹ ηʹ, τῇ εʹ ιʹ, τῇ ϛʹ ιβʹ, τουτέστι παραύξησις μοι‐ ρῶν βʹ· εἶτα ἀπὸ τῆς ζʹ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδʹ, καὶ γίνονται ἐπὶ τῆς μοίρας ζʹ μοῖραι κϛʹ, ἐπὶ τῆς ηʹ μοίρας κηʹ, ἐπὶ τῆς θʹ μοίρας λʹ, ἐπὶ τῆς ιʹ βʹ,
10ἐπὶ τῆς ιαʹ δʹ, ἐπὶ τῆς ιβʹ ϛʹ. ἔπειτα πάλιν συνδέσμου προσθέ‐ σεως μοῖραι ιδʹ, καὶ γίνονται ἐπὶ τῆς ιγʹ μοίρας κʹ, ἐπὶ τῆς ιδʹ μοίρας κβʹ, ἐπὶ τῆς ιεʹ μοίρας κδʹ, ἐπὶ τῆς ιϛʹ μοίρας κϛʹ, ἐπὶ τῆς ιζʹ μοίρας κηʹ, ἐπὶ τῆς ιηʹ μοίρας λʹ. εἶτα συνδέσμου προ‐ σθέσεως μοῖραι ιδʹ, καὶ γίνονται μοῖραι μδʹ, ἐξ ὧν ἀφελὼν τὰς
15λʹ λοιπαὶ ιδʹ· αὗται ἔσονται ἐπὶ τῆς ιθʹ μοίρας, ἐπὶ τῆς κʹ ιϛʹ, ἐπὶ τῆς καʹ ιηʹ, ἐπὶ τῆς κβʹ κʹ, ἐπὶ τῆς κγʹ κβʹ, ἐπὶ τῆς κδʹ κδʹ. καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδʹ καὶ γίνονται ληʹ, ἐξ ὧν ἀφελὼν τὰς λʹ λοιπαὶ ηʹ· αὗται ἔσονται ἐπὶ τῆς κεʹ, ἐπὶ τῆς κϛʹ ιʹ, ἐπὶ τῆς κζʹ ιβʹ, ἐπὶ τῆς κηʹ ιδʹ, ἐπὶ τῆς κθʹ ιϛʹ,
20ἐπὶ τῆς λʹ ιηʹ. ὥστε κατὰ μὲν μοίρας ϛʹ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδʹ μοιρῶν καὶ ἐφεξῆς τῶν τῆς παραυξήσεως βʹ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς αʹ μοίρας παρακειμένας βʹ, ἐπὶ δὲ τῆς λʹ μοίρας ιηʹ. ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ἰχθύες ὠργανοθέτηνται.
25εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς αʹ μοίρας ιδʹ καὶ τῆς παραυξήσεως τῶν βʹ προστιθεμένων γενήσονται ἕως τῆς ϛʹ μοίρας κδʹ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἕξει τῇ μοίρᾳ λʹ παρα‐ κειμένας λʹ. τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρ‐
θένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας295

296

καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέ‐ σεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει βʹ· ταύταις προσέθηκα ιβʹ τοῦ κύκλου καὶ γίνονται ιδʹ. ταύτας ὁ Σκορπίος ἐπὶ τῆς αʹ μοίρας ἕξει. πάλιν τὰς ιδʹ προσέθηκα ταῖς
5ιβʹ καὶ γίνονται κϛʹ· ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς αʹ μοίρας καὶ ἐφεξῆς ἀνὰ ιβʹ προστιθέντες εὑρήσομεν τοῦ ἑξῆς ζῳδίου ταύ‐ τας παρακειμένας τῇ αʹ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβʹ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδʹ μοιρῶν συνθέσει ὅλον τὸ ὄργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας
10καὶ Ταῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυ‐ ναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακεί‐ μενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ
15ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι. 〈βʹ.〉 Πῆξις τοῦ δευτέρου ὀργάνου φυσικ. Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέ‐
20σμων πρόσθεσις, τουτέστιν αἱ ιδʹ, σημαίνουσι τὰ φῶτα τῆς Σε‐ λήνης, αἱ δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδʹ γίνονται κηʹ, κύκλος Σελήνης· ἐπεὶ οὖν αʹ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται βʹ, ἐκ τούτων ἀφεῖλον μοῖραν αʹ μʹ· λοιπὰ γίνονται ο κʹ, ὅ ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξʹ γίνεται ρηʹ· ταῦτα
25ἀναλύω ἕως τῶν ξʹ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμʹ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κʹ· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ αʹ μοίρας· ταῦτα γʹ γίνεται ξʹ, ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει βʹ κʹ. ἔσονται οὖν
30ἐπὶ τῆς βʹ μοίρας τοῦ Ζυγοῦ βʹ μʹ, ἐπὶ τῆς γʹ εʹ ο, ἐπὶ τῆς δʹ ζʹ κʹ, ἐπὶ τῆς εʹ θʹ μʹ, ἐπὶ τῆς ϛʹ ιβʹ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ ιδʹ φῶτα τῆς Σελήνης τοῖς ιβʹ ο ἕξομεν κϛʹ ο· ἐκ τούτων ἀφείλαμεν αʹ μʹ, καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζʹ μοίρας κδʹ κʹ. ἐπὶ τῆς ηʹ μοίρας παλινδρομήσομεν δύο κʹ, καὶ ἔσονται
35κϛʹ μʹ, ἐπὶ τῆς θʹ κθʹ ο, ἐπὶ τῆς ιʹ αʹ κʹ, ἐπὶ τῆς ιαʹ γʹ μʹ, ἐπὶ
τῆς ιβʹ ϛʹ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν296

297

ἀφαιρεῖν δεῖ αʹ μʹ, ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι βʹ κʹ· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ αʹ ὀργάνου εὑρίσκομεν τοῦ ἑξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ αʹ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέ‐
5ρου ὀργάνου εὑρήσομεν. γʹ. Πῆξις ὡροσκοπούσης μοίρας πρὸς τὰ προκείμενα βʹ ὄργανα. Πρὸ παντὸς μὲν τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς στήσαντας σκοπεῖν δεήσει τὴν προγενομένην σύνοδον, ἐάνπερ συνοδικὴ τυγ‐
10χάνῃ ἡ γένεσις, πότε [δὲ] γέγονε καὶ πόστῃ ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπ’ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας τὸ γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στο‐ χάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιεʹ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ
15μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβʹ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιεʹ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ
20περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δʹ, ψηφιζο‐ μένων ὡρῶν γʹ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπλη‐ ρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαφο‐ ρὰν ἔχουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γὰρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ
25παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συν‐ δέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσε‐ λήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω βʹ ἢ γʹ μοίρας ἀπέ‐
30χουσα τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δ’ ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπι‐ προσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα
35ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων297

298

ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀπο‐ φαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς
5σεληνιακῆς μοίρας χρὴ λαμβάνειν τὸ διάστημα, ἢ ἀπὸ τῆς ἡλια‐ κῆς μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας 〈ἕωσ〉 τῆς πανσελήνου. Ὑποδείγματος χάριν ἔστω Ἥλιος Ταύρου μοίρᾳ γʹ, Σελήνη Κριοῦ μοίρᾳ βʹ· τὸ μὲν ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα γίνε‐
10ται τκθʹ, αἵπερ εἰσὶν ἡμέραι σεληνιακαὶ κζʹ, τὸ δὲ ἀπὸ τῆς συνο‐ δικῆς ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθʹ. ἀφεῖλον τὰς συνο‐ δικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιεʹ· λοιπαὶ γίνονται ἡμέραι ιδʹ· ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβʹ, γίνονται ρξηʹ. τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἀπὸ
15Σκορπίου μοίρας γʹ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθʹ μοῖ‐ ραι· πλεονάζουσι δὲ αἱ ρξηʹ τῶν ρμθʹ μοίραις ιθʹ· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλ’ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους
20τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθʹ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα αʹ ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν αʹ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδʹ, ἔσονται λοιπαὶ ιβʹ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπ’ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά
25ἐστι μοιρῶν λβʹ, ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ βʹ ἥμισυ, ἐὰν ταύτας προσθῶμεν ταῖς ιβʹ ἡμίσει, ἔσονται ιεʹ † πλήρης τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθʹ, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζʹ γʹ, ὁ δὲ ἀνώμαλος κζʹ 𐅵ʹ. Ἄλλως. Λογισάμενος τὸ ἀπὸ συνόδου ἐπὶ τὴν Σελήνην διά‐
30στημα ἢ τὸ ἀπὸ πανσελήνου ἐπὶ τὴν Σελήνην, καὶ ἐὰν μὲν ἐντὸς τῶν ρπʹ μοιρῶν εὑρεθῇ, χρῆσθαι τῷ ὑποδεδειγμένῳ τρόπῳ· ἐὰν δὲ ὑπὲρ τὰς ρπʹ μοίρας, ἀφελόντες τὰς ρπʹ τὰς λοιπὰς συγκρί‐ νειν, πόστον μέρος ἐστὶ τοῦ δρόμου, καὶ τοῦτο ἐκκρούειν ἐκ τοῦ ὡριαίου μεγέθους.
35 Ἄλλως. Ἐπεξεύρομεν δὲ καὶ ἄλλως τὸ μέγεθος τὸ τῇ ἡλιακῇ μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον.
πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς298

299

ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξʹ τὰς λοιπὰς ἡγεῖσθαι γνώ‐ μονα ὡροσκοπικόν· ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σε‐ λήνην λαβὼν πρὸς ἀναφορὰν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γὰρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει
5τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως. 〈δʹ.〉 Πῶς χρὴ τῶν διδυμογόνων τὴν γεννητικὴν
10ὥραν ἱστάνειν. Περὶ διδύμων λόγος ἔσται τοιόσδε. ἐάν τις λέγῃ τὸν ἕνα [αʹ] γεγενῆσθαι ὥρᾳ πρώτῃ, νοείσθω ἐν τῷ αὐτῷ σημείῳ ἀμφοτέρους γεγενῆσθαι ὥρας πρώτης μέρει δʹ, τὸ δὲ ἄλλο ἐν τῷ ἄλλῳ μέρει τῷ δʹ· δυνατὸν δέ ἐστιν καὶ ἀμφοτέρους ἐν τῷ αὐτῷ μέρει τῷ δʹ
15γεγενῆσθαι καὶ ἕτερον ἑτέρῳ ἀκολουθῆσαι. εἰ δὲ λέγει τὸ μὲν πρῶτον γεγενῆσθαι ὥρᾳ βʹ πρωίας, τὸ δὲ δεύτερον ὥρᾳ γʹ, γί‐ νωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ βʹ. ἐὰν δὲ λέγῃ αὐτὸ γεγενῆσθαι ὥρᾳ εʹ, γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ γʹ 𐅵ʹ· ἐὰν δὲ ὥρᾳ ζʹ, γίνωσκε ὥρᾳ ϛʹ· ἐὰν δὲ ὥρᾳ ηʹ, γίνωσκε ὥρᾳ ζʹ 𐅵ʹ· ἐὰν δὲ ὥρᾳ ιʹ, γίνωσκε
20ὥρᾳ θʹ· ἐὰν δὲ ὥρᾳ ιαʹ, γίνωσκε ὥρᾳ ιʹ· ἐὰν δὲ ὥρᾳ ιβʹ, ἀσφα‐ λές ἐστιν· οὐ γὰρ δυνατόν ἐστιν διάστασιν ἑτέραν γεγονέναι. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ αʹ πλήρει, τὸ δὲ δεύτερον ὥρᾳ 〈βʹ〉, οὐ δυνατόν· ἀλλὰ καὶ τὸ ἕτερον ἤτοι ὥρᾳ βʹ 𐅵ʹ ἢ ὥρᾳ βʹ δʹ. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ βʹ, τὸ δὲ δεύτερον ὥρᾳ γʹ, οὐ δυνα‐
25τόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ [αʹ] γʹ 𐅵ʹ· ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ γʹ, τὸ δὲ δεύτερον ὥρᾳ δʹ, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γʹ ἢ δʹ 𐅵ʹ. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ ϛʹ, τὸ δὲ δεύτερον ζʹ, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ϛʹ ἢ ζʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ζʹ τὸ δὲ ηʹ, γίνωσκε ηʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ηʹ τὸ δὲ θʹ, οὐ δυνα‐
30τόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ηʹ ἢ θʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν θʹ ὥρᾳ τὸ δὲ ιʹ, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ θʹ ἢ ιʹ 𐅵ʹ· ἐὰν δὲ τὸ μὲν ιʹ τὸ δὲ ιαʹ, γίνωσκε καὶ τὸ δεύτερον ὥρᾳ ιʹ ἢ πρώτῃ ὥρᾳ τῆς νυκτὸς γεγενῆσθαι. Δυνατὸν μὲν οὖν καὶ ἐν τῷ αὐτῷ μέρει τῆς ὥρας διδύμους
35γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν299

300

ἀνεικάστους 〈τοὺσ〉 χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέ‐ σμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μεί‐ ζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν.
5〈εʹ.〉 Εἴσοδος τῶν προκειμένων δύο ὀργάνων. Τὸ πρότερον ὄργανον ἁρμόζει πρὸς χρόνους ζωῆς, τὴν σύστα‐ σιν ἔχον καὶ τὴν εἴσοδον ἐκ τῆς τοῦ ὡροσκόπου μοίρας· καθ’ ἣν γὰρ ἂν εὑρεθῇ, ταύτης τὸ παρακείμενον κατὰ τὸ κλίμα μέγεθος δωδεκαπλασιάσαντες καὶ τὸ λʹ λαβόντες τοσαῦτα ἔτη φήσομεν
10τὰς παρακειμένας μοίρας μερίζειν καὶ τοσοῦτον διάστημα ἀπέχειν τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξʹ τοῦ δωδεκαπλασια‐ σθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήσῃ ἡ ὡροσκο‐ ποῦσα μοῖρα, τὰ γεννηθέντα ὀλιγοχρόνια ἔσται. ἔπειτα εἰσελ‐
15θόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖ‐ ραν θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλα‐ σιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέν‐ τοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν
20ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς. ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοί‐ ραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρό‐ νου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιμα‐ τικὰς διαφοράς.
25 Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ αʹ μοίρας παράκειται ἀριθμὸς βʹ, τὰ δὲ βʹ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λʹ τῶν ρπʹ, του‐ τέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἕκτον· σύγκειται γὰρ μοι‐ ρῶν 〈λʹ〉. ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λʹ μοῖραι ρπʹ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξʹ τῶν
30ρπʹ λάβωμεν, εὑρήσομεν γʹ, ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λʹ γίνεται Ϟʹ. φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδε‐ καπλασιάσαντες καὶ τούτου τὸ ξʹ ἢ τὸ 𐅵ʹ λαβόντες εὑρήσομεν τὰ
35ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου δια‐300

301

φόρους χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται. Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν *** προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως
5καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, τὸ ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν
10λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ἠβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφθονίας καὶ ἁπλότητος ὑπο‐ μιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν
15πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεο‐ νέκταις ἀνθρώποις. ἀλλ’ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλο‐ μαθείας περιεγενόμην τῶν αἱρέσεων· ἃς οὐ μόνον οἱ ἐντυγχάνον‐ τες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθ’ ἡδονῆς καθ’ ἡμῶν εἰσοίσουσι
20ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφθονήσουσι καὶ κακο‐ λογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντά‐ ξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οἶμαι αὐ‐ τοὺς πείσεσθαι.
25 Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσίρεως, ἄλλη δὲ Κριτοδήμου καὶ τῶν λοιπῶν, ἀλλ’ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς
30δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφισάμεθα καὶ ἑτέ‐ ρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχ‐ θέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ
αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.301

302

Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατ’ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σελη‐
5νιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθη‐ σόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα.
10εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκο‐ ποῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου
15προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσι‐ κὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπο‐ νοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελ‐
20θὼν εἰς τὰς 〈τῆσ〉 τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παρά‐ κεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σελη‐ νιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθή‐ σεται.
25 Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοί‐ ρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πε‐ πλανῆσθαι, ἢ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δ’ ἔξεστι δοκι‐ μάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλα‐
30νημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡρο‐ σκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι
35τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλι‐302

303

γοχρονίους λογισόμεθα τοὺς προκειμένους χρόνους τῶν ὅρων, πρῶ‐ τον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθή‐
5σομεν τῷ πρώτῳ. ἐν δὲ τοῖς ὀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρω‐ μεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγο‐ μεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα. Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον.
10εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατ’ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπί‐
15κεντρος ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δ’ ἂν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν· ἐὰν γὰρ οὕτως εὑρεθῇ, † ὁδὶ ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως
20ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ καθ’ ὃν δήποτε οὖν 〈τρόπον〉· λύσεως δέ ἐστιν ὁ ιβʹ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατ’ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον
25ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν ὁ τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῷ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτω‐ κέναι Καρκίνου μοίρᾳ ηʹ, ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ
30αὐτῷ σελιδίῳ καὶ μοῖρα θʹ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θʹ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κεʹ ἕως
κηʹ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϛʹ 〈καὶ〉 κζʹ μοῖρα.303

304

〈ϛʹ.〉 Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων. Ἡ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ τὸ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κʹ· ταῦτα ἐδίπλωσα, γίγνονται μʹ. προσέ‐
5ταξα τὴν αʹ μοῖραν ο μʹ, αἵτινές εἰσι μηʹ· τὴν βʹ μοῖραν αʹ κʹ· τὴν γʹ βʹ ο, τὴν δʹ βʹ μʹ, τὴν εʹ γʹ κʹ· καὶ ἕως τῆς λʹ μοίρας ἐπι‐ συναγόμενα τὰ ο μʹ πληροῖ τὰ κʹ ἔτη. Ἑξῆς δὲ τὸν βʹ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν αʹ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδʹ, ταύτας ἐδίπλωσα,
10γίγνονται μηʹ, ἃς προσέθηκα ταῖς κʹ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν αʹ μοῖραν τοῦ Ταύρου κʹ μηʹ, κατὰ τὴν βʹ μοῖραν καʹ λϛʹ, κατὰ δὲ τὴν γʹ κβʹ κδʹ, κατὰ δὲ τὴν δʹ κγʹ ιβʹ, κατὰ δὲ τὴν εʹ κδʹ ο· καὶ ἑξῆς ἕως τῆς λʹ μοίρας τὰς ο μηʹ ταῖς κʹ ἐπιπροσθέντες εὑρή‐ σομεν μδʹ ο.
15 Τὸν τρίτον ὅρον οὕτως ἐπισυντάξομεν ἀκολούθως. τὴν αʹ μοῖραν τοῦ τρίτου ὅρου μδʹ νϛʹ, κατὰ δὲ τὴν βʹ μεʹ νβʹ, κατὰ δὲ τὴν γʹ μϛʹ μηʹ, κατὰ δὲ τὴν δʹ μζʹ μδʹ, κατὰ δὲ τὴν εʹ μηʹ μʹ, καὶ ἕως τῶν λʹ. τὰς οὖν νϛʹ ἐπισυντάξαντες εὑρήσομεν οβʹ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ
20ζῳδίου ἐν τῷ αʹ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ βʹ τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γʹ τοῦ γʹ ζῳδίου, καθ’ ὃ κλίμα τις βούλεται. Περὶ μὲν οὖν τῶν ἀναφορῶν καὶ ἐν τῇ αʹ βίβλῳ ἐδηλώσαμεν, νυνὶ δὲ τοὺς ὅρους διεκρίναμεν. διδασκαλικῶς μὲν οὖν οἶμαι [καὶ]
25προκεῖσθαι τὴν ὑφήγησιν· καὶ ἦν ἀρκετὸν κατὰ τοὺς λοιποὺς ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξῃ εὐμετάγνωτον ἦθος εἰλη‐ φέναι, † ὑποτάξομαι δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ
30ἀγωγῇ καὶ οἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγραφέα· ὅρον παντὸς ἀπο‐
τελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος·304

305

εἶτα ἐπὰν χρόνους μερίζῃ ζωτικούς, ἐχόμενος ὁρᾶται πρακτικῶν τε καὶ ἀπράκτων χρόνων. [Ὑπόδειγμα γενέσεως.] Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος αʹ Ἀθὺρ βʹ ὥρα γʹ νυκτερινή. Ἥλιος Σκορπίῳ
5μοίρᾳ ιʹ, Σελήνη Ὑδροχόῳ μοίρᾳ λʹ, ὡροσκόπος Τοξότῃ. τὰς ιʹ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἰχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ιʹ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα [τοῦ ὡροσκόπου] καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Τοξότῃ· εὗρον περὶ μοί‐
10ρας ιδʹ ιεʹ. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λʹ μοίραις ποῖον ζῴδιον παράκειται· εὗρον πάλιν Ὑδροχόον· εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδʹ καὶ εὑρίσκω παρακεί‐
15μενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ· εὗρον περὶ μοίρας αʹ βʹ γʹ· οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ αʹ σελι‐ δίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ ϛʹ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων προάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δʹ, ἅπερ εἰσὶν μοῖραι δʹ, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος
20μοίραις ιδʹ. ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Τοξότῃ μοίρα ιηʹ· ταύ‐ τας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ϛʹ κλίμα ἐν τῷ γʹ ὅρῳ ἔτη ογʹ· καὶ ἐτελεύτησεν τῷ ογʹ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδʹ τὴν προσθαφαίρεσιν τουτέστι 〈δʹ〉· καὶ
25γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ιʹ. Ἄλλη. κλίμα δʹ Τίτου ἔτος αʹ Φαμενὼθ κʹ εἰς τὴν καʹ. Ἥλιος Ἰχθύσι μοίραις κθʹ, Σελήνη Αἰγόκερῳ κζʹ, ὡροσκόπος Σκορπίῳ· ταῖς κθʹ τοῦ Ἡλίου ἐν τῷ ὀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθʹ παράκειται Αἰγόκερως· τοῦτον
30ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοί‐ ρας δʹ εʹ· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὃν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζʹ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δʹ εʹ τοῦ ἡλια‐
κοῦ γνώμονος· εὗρον ἐν τῷ βʹ σελιδίῳ περὶ μοίρας δʹ εʹ τὸ ζῴδιον305

306

Αἰγόκερων. τοῦτον ἐν τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δʹ εʹ ἐν τῷ βʹ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δʹ μοίρας ἔρχομαι εἰς
5τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δʹ κλίμα ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη οβʹ λγʹ· ἐτελεύτα ἐτῶν οβʹ ἥμισυ. Ἄλλη. Τραϊανοῦ ἔτος ιζʹ κλίμα βʹ ** 〈ζʹ〉 εἰς ηʹ ὥρα νυκτε‐ ρινὴ ιʹ. Ἥλιος Λέοντι κβʹ, Σελήνη Ταύρῳ ιδʹ, ὡροσκόπος Κριῷ.
10ἐν τῷ ὀργάνῳ κατὰ τὰς κβʹ μοίρας τοῦ Ἡλίου ἐν τῷ Λέοντι εὗρον Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβʹ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϛʹ· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδʹ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακει‐
15μένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κϛʹ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας καʹ· οὗτος γέγονεν σελη‐ νιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον αʹ, ὃ δηλοῖ μοῖραν αʹ. ταύτην προσέθηκα ταῖς
20προευρεθείσαις μοίραις κϛʹ καὶ γίνονται μοῖραι κζʹ· ὁ ὡροσκόπος Κριῷ ἔσται μοίραις κζʹ. εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ βʹ κλίμα καὶ εὗρον ἐν τῷ βʹ ὅρῳ κατὰ τὰς κζʹ παρακεί‐ μενα ἔτη μαʹ λϛʹ· ἐτελεύτα τῷ μβʹ ἔτει. Ἄλλη. Τραϊανοῦ ἔτος ιηʹ Παϋνὶ ιδʹ ὥρα ἡμερινὴ εʹ κδʹ. ὁ
25Ἥλιος Διδύμοις κʹ, Σελήνη Ταύρῳ κζʹ, ὡροσκόπος Παρθένῳ. ταῖς κʹ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κʹ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας αʹ βʹ γʹ· οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σε‐ λήνης μοίραις κζʹ παράκειται Κριός· ἐν Κριῷ τὰς τοῦ ἡλιακοῦ
30γνώμονος ζητῶ αʹ βʹ γʹ, εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίρας δʹ εʹ· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ αʹ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφορὰς ἐν τῷ αʹ κλίματι καὶ εὗρον κατὰ τὴν αʹ μοῖραν τῆς Παρθένου ἐν τῷ βʹ ὅρῳ ἔτη λθʹ λϛʹ· ἐτελεύτα ἐτῶν μʹ.
35 Ἄλλη. Ἀδριανοῦ ιβʹ Ἀθὺρ αʹ ὥρα ἡμερινὴ θʹ κλίμα εʹ. Ἥλιος Σκορπίῳ ηʹ, Σελήνη Αἰγόκερῳ ιζʹ, ὡροσκόπος Ἰχθύσι μοίραις ηʹ.
τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν306

307

Ἰχθύσιν εὗρον περὶ μοίρας θʹ. εἶτα ἐν ταῖς ιζʹ τοῦ Αἰγόκερω ταῖς σεληνιακαῖς μοίραις παράκειται Ταῦρος· ἐν Ταύρῳ ταῖς τοῦ ἡλιακοῦ γνώμονος μοίραις θʹ παράκειται Παρθένος. Παρθένον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας ιεʹ· τὰ μεταξὺ σελίδια βʹ, ἅτινά εἰσιν
5βʹ μοῖραι. ταῦτα ἀφαιρῶ ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τῶν θʹ, ἐπεὶ ὁ σεληνιακὸς γνώμων εὑρέθη προάγων, καὶ λοιπαὶ γίγνονται ζʹ, αἵτινες ἐν Ἰχθύσιν ὡροσκοποῦσιν, αἷς παράκεινται κατὰ τὸ αʹ κλίμα ἐν τῷ βʹ ὅρῳ ἔτη κϛʹ μγʹ. ἔζησεν ἔτη κζʹ. Ἄλλη. Οὐεσπασιανοῦ ἔτος αʹ Ἐπιφὶ κβʹ ὥρα ἡμερινὴ εʹ κλίμα
10ϛʹ. Ἥλιος Καρκίνῳ κηʹ, Σελήνη Σκορπίῳ γʹ, ὡροσκόπος Ζυγῷ. ταῖς κηʹ μοίραις τοῦ Ἡλίου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κηʹ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δʹ εʹ ϛʹ. εἶτα ταῖς τῆς Σελήνης μοίραις γʹ ἐν Σκορπίῳ παράκειται Σκορ‐ πίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δʹ εʹ, εὗρον
15παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβʹ. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν [μοῖραι] ζʹ, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δʹ τοῦ Ζυγοῦ, λοι‐ παὶ γίγνονται Παρθένου μοῖραι κζʹ, αἵτινες ὡροσκοποῦσιν. ταύ‐ ταις παράκειται ἐν τῷ ϛʹ κλίματι ἐν τῷ βʹ ὅρῳ ἔτη παʹ. ἐτελεύτα
20ἐτῶν παʹ. Ἄλλη. Τραϊανοῦ ἔτος ιηʹ Θὼθ ιδʹ εἰς ιεʹ ὥρα νυκτερινὴ θʹ. Ἥλιος Παρθένῳ κβʹ Σελήνη Ὑδροχόῳ δʹ 〈ὡροσκόπος Λέοντι〉 **** παράκειται Λέων. ἐν Λέοντι τῇ αʹ βʹ γʹ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ
25τὴν αὐτὴν μοῖραν αʹ βʹ γʹ. ὡροσκοπεῖ Λέοντος μοῖρα αʹ, ᾗ παρά‐ κειται κατὰ τὸ αʹ κλίμα ἔτος αʹ· ἐτελεύτα τῷ αʹ ἔτει. Ἄλλη. Ἀντωνίνου ἔτος εʹ Τυβὶ κηʹ εἰς κθʹ ὥρα νυκτερινὴ ιαʹ. Ἥλιος Ὑδροχόῳ ϛʹ, Σελήνη Ταύρῳ κηʹ, ὡροσκόπος Αἰγόκερῳ ϛʹ. τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦ‐
30τον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας αʹ βʹ· τῇ δὲ κηʹ σεληνιακῇ μοίρᾳ ἐν Ταύρῳ παράκειται Κριός. ἐν Κριῷ τὴν αʹ βʹ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ιʹ ιαʹ. τὰ μεταξὺ σελίδια γʹ· ἀφαιρῶ ἀπὸ τῆς βʹ τῆς Παρ‐ θένου τὰς γʹ. καὶ γίνονται λοιπαὶ Τοξότου κηʹ, 〈αἵ〉 εἰσιν μῆνες·
35ἐτελεύτα ἐτῶν γʹ. Ἄλλη. Ἀντωνίνου ἔτος ιεʹ Τυβὶ ιβʹ ὥρα ἡμερινὴ αʹ. Ἥλιος
Αἰγόκερῳ κʹ, Σελήνη Διδύμοις κηʹ, ὡροσκόπος Αἰγόκερῳ. ταῖς κʹ307

308

τοῦ Αἰγόκερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθʹ λʹ. εἶτα ταῖς κηʹ σεληνιακαῖς μοίραις ἐν Διδύμοις 〈εὗρον〉 παρακείμενον Ὑδρο‐ χόον, ἐν Ὑδροχόῳ ταῖς κθʹ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὗρον
5πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγʹ κδʹ· τὰ δὲ μεταξὺ σελίδια βʹ [ἃ] προσέθηκα ταῖς κθʹ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ αʹ, ᾗ παράκειται κατὰ τὸ ϛʹ κλίμα ο μδʹ· ἐτελεύτα ἐν τῷ αʹ. Ἄλλη. Ἀντωνίνου ἔτος καʹ Ἀθὺρ κηʹ εἰς κθʹ ὥρα νυκτερινὴ
10γʹ. Ἥλιος Τοξότῃ ϛʹ, Σελήνη Ὑδροχόῳ εʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς ϛʹ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡρο‐ σκοποῦντι εὗρον περὶ τὴν αὐτὴν ϛʹ μοῖραν. ὁμοίως ταῖς τῆς Σε‐ λήνης γʹ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ ϛʹ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι
15εὗρον περὶ μοίρας κʹ· τὰ μεταξὺ σελίδια εʹ· ταύτας ἀφεῖλον ἀπὸ τῶν ϛʹ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα αʹ, ἥτις καὶ ὡροσκο‐ πεῖ. ταύτῃ παράκειται αʹ βʹ· ἔζησεν μαʹ. Ἄλλη. κλίμα ϛʹ Τραϊανοῦ ἔτος ηʹ Φαρμουθὶ κϛʹ. ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶ‐
20σαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γʹ, Σελήνη Τοξότῃ κγʹ. ταῖς γʹ μοίραις τοῦ Ἡλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς [κ]γʹ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιηʹ. τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγʹ καὶ γίνονται κδʹ, αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν
25κατὰ τὸ γʹ κλίμα εὗρον κδʹ νεʹ. ἐβίωσεν ἔτη κβʹ ἡμέρας μεʹ. Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαί‐ ρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ
30αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν δι’ ὑποδειγμάτων. Ἄλλη. Ἀδριανοῦ ἔτος θʹ Φαμενὼθ κηʹ εἰς κθʹ ὥρα νυκτε‐ ρινὴ γʹ. Ἥλιος Κριῷ ϛʹ, Σελήνη Κριῷ λʹ, ὡροσκόπος Σκορπίῳ. ταῖς ϛʹ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ϛʹ Καρ‐
35κίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβʹ· οὗτος ἔσται308

309

ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λʹ τῆς Σε‐ λήνης μοίρας εὗρον Σκορπίον· ἐν Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώ‐ μονος μοίρας κβʹ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως
5ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας ηʹ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας ϛʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη μοίρας λʹ καὶ γίνονται μοῖραι μδʹ· ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δʹ καὶ ιʹ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ ἐν Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ
10εὗρον περὶ μοίρας ιβʹ. τὰς οὖν μεταξὺ τῆς κβʹ μοίρας σελίδιά ἐστι γʹ· ταύτας προστίθημι ταῖς κβʹ μοίραις καὶ γίνονται ὡρο‐ σκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κεʹ, αἷς παράκειν‐ ται κατὰ τὸ ϛʹ κλίμα ἐν τῷ αʹ ὅρῳ λαʹ κηʹ· ἐτελεύτα τῷ λαʹ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν
15ἔφερον Ζυγῷ τὸν ὡροσκόπον. Ἄλλη. Ἀδριανοῦ ἔτος ιεʹ Ἐπιφὶ ιϛʹ ὥρα ἡμερινὴ γʹ. Ἥλιος Καρκίνῳ κʹ, Σελήνη Διδύμοις κεʹ, ὡροσκόπος Παρθένῳ. ταῖς κʹ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦ‐ τον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κʹ μοίρᾳ. ὁμοίως ταῖς τῆς
20Σελήνης μοίραις κεʹ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κʹ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθʹ. ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι βʹ. ταύτας ἀφαιρῶ ἐκ τῶν κʹ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιηʹ. τὴν δὲ διευ‐
25κρίνησιν οὕτως ἐποιησάμην· ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβʹ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη κεʹ καὶ γίγνονται νζʹ. ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζʹ, αἵτινες σημαίνουσι τόπον Ὑδρο‐ χόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κϛʹ· τὰ
30δὲ μεταξὺ τῆς ιηʹ μοίρας σελίδια ηʹ ἀφαιρῶ ἐκ τῶν ηʹ· λοιπαὶ γίγνονται ιϛʹ Παρθένου, αἷς παράκειται κατὰ τὸ βʹ κλίμα καʹ κʹ. ἐτελεύτα τῷ καʹ ἔτει. Ἄλλη. Νέρωνος ἔτος ιδʹ Θὼθ ιδʹ εἰς ιεʹ ὥρα νυκτὸς ιαʹ. Ἥλιος Παρθένῳ κεʹ, Σελήνη Κριῷ ιʹ, ὡροσκόπος Παρθένῳ. ταῖς
35κεʹ μοίραις τῆς Παρθένου παράκειται Αἰγόκερως, ἐν Αἰγόκερῳ κεʹ
παράκειται Σκορπίος· τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοί‐309

310

ρας ιαʹ. εἶτα τῇ σεληνιακῇ μοίρᾳ ιʹ ἐν Κριῷ παράκειται Παρθέ‐ νος, ἐν Παρθένῳ ταῖς ιαʹ Σκορπίος. λαμβάνω οὖν τὰς λοιπὰς μοίρας τῆς Παρθένου ιθʹ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας κεʹ καὶ ἃς ἐπέχει ἡ Σελήνη ιʹ, γίνονται νδʹ. ταύτας ἀπολύω ἀπὸ τοῦ σε‐
5ληνιακοῦ ζῳδίου καὶ καταλήγει Ταύρῳ μοίραις κδʹ, αἷς παράκειται Καρκίνος· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κʹ. τὰ δὲ με‐ ταξὺ σελίδια τῆς ιαʹ μοίρας ἐτύγχανεν γʹ· ταύτας ἀφαιρῶ ἀπὸ τῶν ιαʹ καὶ λοιπαὶ ηʹ· τοσούτων μοιρῶν ὁ ὡροσκόπος Παρθένῳ. εἰσελθὼν οὖν εἰς τὰς ἀναφορὰς εὗρον ἐν τῷ γʹ ὅρῳ τοῦ αʹ κλί‐
10ματος παρακείμενα ἔτη νϛʹ· τοσούτων ἐτελεύτα. Ἄλλη. Τραϊανοῦ ἔτος ιβʹ Παϋνὶ ηʹ ὥρα ἡμερινὴ βʹ. Ἥλιος Διδύμοις μοίραις ιγʹ, Σελήνη Αἰγόκερῳ δʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς τῶν Διδύμων μοίραις ιγʹ παράκειται Ζυγός, ἐν Ζυγῷ Παρ‐ θένος· ταύτην ἐν τῷ ὡροσκοποῦντι Καρκίνῳ εὗρον περὶ μοίρας
15κʹ. εἶτα ταῖς δʹ μοίραις τῆς Σελήνης ἐν Αἰγόκερῳ εὗρον Παρθένον, ἐν Παρθένῳ ταῖς κʹ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦ‐ τον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δʹ· οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια ϛʹ, ταύτας προστίθημι ταῖς κʹ καὶ γίνονται κϛʹ
20μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς δʹ τοῦ Καρκίνου καὶ τὰς ιγʹ τοῦ Ἡλίου καὶ τὰς δʹ τῆς Σελήνης, γίνονται καʹ· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν καʹ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιηʹ. τὰ δὲ μεταξὺ
25τῆς κϛʹ σελίδια βʹ· ταῦτα προστίθημι πάλιν ταῖς κϛʹ καὶ γίνονται μοῖραι κηʹ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελ‐ θὼν οὖν εἰς τὸ ϛʹ κλίμα εὗρον τῷ μὲν αʹ ὅρῳ παρακείμενα λʹ κεʹ, τῷ δὲ βʹ ξζʹ νεʹ, τῷ δὲ γʹ ριʹ κηʹ. τοῦ μὲν αʹ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ βʹ καὶ τοῦ γʹ μῆνας, οἳ γίγνονται ἔγγιστα ρπαʹ, ἅ
30ἐστιν ἔτη ιεʹ, καὶ τὰ τοῦ αʹ ὅρου ἔτη λʹ· γίγνονται ὁμοῦ μεʹ ἔτη· ἐτελεύτα δὲ τῷ μεʹ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη. Ἄλλη. Δομετιανοῦ ἔτος βʹ Παχὼν κʹ ὥρα αʹ. Ἥλιος Ταύρῳ
35κζʹ, Σελήνη Παρθένῳ κʹ, ὡροσκόπος Διδύμοις. ταῖς κζʹ τοῦ Ταύ‐ ρου παράκειται Κριός, ἐν Κριῷ Καρκίνος· τοῦτον ἐν Διδύμοις
εὗρον περὶ μοίρας κʹ. ταῖς κʹ τῆς Σελήνης ἐν Παρθένῳ παρά‐310

311

κειται Καρκίνος, ἐν Καρκίνῳ ταῖς προευρεθείσαις κʹ παράκειται Παρθένος· ταύτην ἐν Διδύμοις εὗρον περὶ μοίρας δʹ. τὰ μεταξὺ τῆς κʹ σελίδια ϛʹ· ταύτας προστίθημι ταῖς κʹ καὶ γίγνονται κϛʹ Διδύμοις· εἶτα λαμβάνω τὰς λοιπὰς τῶν Διδύμων δʹ καὶ τὰς τοῦ
5Ἡλίου κζʹ καὶ τὰς τῆς Σελήνης κʹ, γίγνονται ναʹ. ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ζυγῷ μοίραις καʹ τό‐ ποις Καρκίνου· ταύτας ἐν Διδύμοις εὗρον περὶ μοίρας ιαʹ· τὰ μεταξὺ σελίδια εʹ· ταύτας προστίθημι ταῖς κϛʹ τῶν Διδύμων καὶ γίγνεται ὁ ὡροσκόπος Καρκίνου μοῖρα αʹ, ᾗ παράκειται ἐν τῷ
10δʹ κλίματι καὶ κατὰ τὸν γʹ ὅρον ἔτη οαʹ· ἃ καὶ ἐβίωσεν. Ἄλλη. Δομετιανοῦ ἔτος εʹ Ἀθὺρ κδʹ ὥρα εʹ ἥμισυ. Ἥλιος Τοξότῃ γʹ, Σελήνη Διδύμοις δʹ, ὡροσκόπος Ἰχθύσι. ταῖς μοίραις τοῦ Τοξότου παράκειται Τοξότης, πάλιν ταῖς γʹ Τοξότης. τοῦτον ἐν Ἰχθύσι περὶ ιαʹ ιβʹ μοίρας εὗρον. εἶτα καὶ ταῖς τῆς Σελήνης
15μοίραις δʹ ἐν Διδύμοις παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ιαʹ παράκειται Σκορπίος· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας κϛʹ. τὰ μεταξὺ σελίδια εʹ· ταύτας ἀφεῖλον ἀπὸ τῶν ιαʹ καὶ λοι‐ παὶ ϛʹ. ἔλαβον οὖν τὰς λοιπὰς κδʹ καὶ Ἡλίου γʹ καὶ Σελήνης δʹ, γίγνονται λαʹ· ταύτας ἀπέλυσα ἀπὸ τῶν Διδύμων καὶ κατέληξαν
20Καρκίνῳ μοίρᾳ αʹ τόπῳ Σκορπίου. τοῦτον ἐν Ἰχθύσιν εὗρον πάλιν περὶ μοίρας [κ]ϛʹ, μεταξὺ ζῴδια ζʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ϛʹ τῶν Ἰχθύων [εὗρον πάλιν περὶ μοίρας κϛʹ], λοιπαὶ γίγνονται Ὑδροχόου μοῖραι κθʹ, αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται κατὰ τὸ δʹ κλίμα τῷ μὲν πρώτῳ ὅρῳ κβʹ λγʹ, τῷ δὲ βʹ ὅρῳ μβʹ
25κζʹ, γίγνονται ξεʹ· ἐτελεύτα τῷ ξεʹ ἔτει. Ἄλλη. Τίτου ἔτος βʹ Χοιὰκ αʹ ὥρα θʹ ἥμισυ. Ἥλιος Τοξότῃ ηʹ, Σελήνη Ταύρῳ κζʹ, ὡροσκόπος Ταύρῳ. ταῖς ηʹ τοῦ Τοξότου παράκειται Καρκίνος, ἐν Καρκίνῳ Ταῦρος· τοῦτον ἐν τῷ αὐτῷ ὡροσκόπῳ περὶ μοίρας αʹ βʹ γʹ εὗρον. ταῖς κζʹ τῆς Σελήνης ἐν
30Ταύρῳ παράκειται Κριός, ἐν τῷ Κριῷ τῇ αʹ βʹ γʹ παράκειται Λέων· τοῦτον ἐν Ταύρῳ εὗρον περὶ μοίρας ιθʹ. τὰ μεταξὺ σελί‐ δια ϛʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῆς αʹ Ταύρου καὶ λοιπὸν Κριοῦ κεʹ· λοιπαὶ Κριοῦ εʹ καὶ Ἡλίου ηʹ καὶ Σελήνης κζʹ, γίγνονται 〈μʹ〉. ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Διδύ‐
35μοις μοίρᾳ ιʹ τόπῳ Τοξότου. τοῦτον ἐν Κριῷ εὗρον περὶ μοίρας
ϛʹ ζʹ καὶ τὰ μεταξὺ τῆς κεʹ μοίρας ἐστὶν ϛʹ. ταύτας προσέθηκα311

312

ταῖς κεʹ τοῦ Κριοῦ· γίγνεται ἡ ὥρα Ταύρου μοίρᾳ αʹ, ᾗ παρά‐ κειται κατὰ τὸ Βαβυλῶνος κλίμα τῷ μὲν αʹ ὅρῳ ο μηʹ, τῷ βʹ κδʹ κϛʹ, τῷ δὲ γʹ νγʹ δʹ· συνέθηκα οὖν τοὺς γʹ ὅρους, γίγνονται οηʹ μηʹ· ἐβίωσεν ἔτη οζʹ μβʹ.
5 Ἄλλη. Ἀντωνίνου ἔτος ιδʹ Μεχὶρ κγʹ ὥρα ἡμερινὴ θʹ. Ἥλιος Ἰχθύσι γʹ, Σελήνη Λέοντι ιγʹ, ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γʹ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιʹ. ὁμοίως ταῖς ιγʹ μοίραις τῆς Σελήνης τῆς ἐν Λέ‐ οντι παράκειται Ὑδροχόος, ταῖς ιʹ παράκειται Ζυγός· τοῦτον ἐν
10Καρκίνῳ εὗρον περὶ μοίρας ιηʹ. τὰ μεταξὺ ζῴδια βʹ· ταῦτα ἀφεῖ‐ λον ἀπὸ τοῦ ιʹ, λοιπαὶ ηʹ. ἔλαβον τὰς λοιπὰς κβʹ τοῦ Καρκίνου καὶ Ἡλίου γʹ καὶ Σελήνης ιγʹ, γίγνονται ληʹ· ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ ηʹ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιηʹ. τὰ μεταξὺ τῆς ηʹ μοίρας ἐστὶ ζῴδια
15γʹ. ταύτας ἀφεῖλον ἀπὸ τῶν ηʹ, λοιπαὶ γίγνονται εʹ Καρκίνου μοῖ‐ ραι, αἷς παράκειται εʹ κʹ· ἐτελεύτα τῷ ϛʹ ἔτει. Ἄλλη. Ἀδριανοῦ ἔτος εʹ Παχὼν κγʹ εἰς κδʹ ὥρα νυκτερινὴ ιʹ. 〈ὡροσκόποσ〉 γέγονεν Αἰγόκερῳ, εὕρομεν δὲ ἡμεῖς Ὑδροχόον οὕτως. Ἥλιος Ταύρῳ κθʹ, Σελήνη Σκορπίῳ ιεʹ. ταῖς κθʹ τοῦ Ταύρου
20παράκειται Σκορπίος, ἐν Σκορπίῳ Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ εὗρον περὶ μοίρας ιʹ. εἶτα ταῖς ιεʹ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κʹ καὶ Ἡλίου κθʹ καὶ Σελήνης ιεʹ, γίγνονται ξδʹ· ταύτας ἀπολύω
25ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δʹ τόπῳ Παρθένου. ζητῶ Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας ϛʹ· τὸ μεταξὺ σελίδιον αʹ· τοῦτο προστίθημι ταῖς ιʹ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ιαʹ, αἷς παράκειται κατὰ τὸ βʹ κλίμα ἐν τῷ βʹ ὅρῳ λαʹ κεʹ· ἐτελεύτα συμπληρώσας ἔτη λβʹ.
30Ὅθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἥλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ [κατὰ] τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρ’ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκι‐
35μάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνια‐312

313

κῶν μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕ‐ τως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.
5 Ἄλλη. Ἀδριανοῦ ἔτος γʹ, Φαμενὼθ κθʹ εἰς λʹ, ὥρα νυκτε‐ ρινὴ δʹ ἥμισυ. Ἥλιος Κριῷ μοίραις ζʹ, Σελήνη Ἰχθύσι βʹ, ὡρο‐ σκόπος Σκορπίῳ. 〈οὗτοσ〉 μὲν καθ’ αὑτὸ οὐκ ἐδήλου [δὲ] τὴν ὑπό‐ στασιν τῶν ἐτῶν, ἐκ δὲ τῆς ἐκβάσεως τοῦ ἀποτελέσματος καὶ τῆς διακρίσεως ἀπὸ τοῦ Τοξότου ἐν τῷ Σκορπίῳ εὑρέθη οὕτως. ταῖς
10ζʹ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζʹ παράκει‐ ται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν ϛʹ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις βʹ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς ϛʹ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβʹ·
15μεταξὺ σελίδιον αʹ· τοῦτο ἀφεῖλον ἀπὸ τῶν ϛʹ, λοιπὸν γίγνεται εʹ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κεʹ καὶ Ἡλίου ζʹ καὶ Σελήνης βʹ· γίνονται λδʹ· ταῦτα ἀπέλυσα ἀπὸ Σε‐ λήνης καὶ κατέληξεν περὶ μοίρας δʹ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδʹ· τὰ μεταξὺ τῆς εʹ μοίρας
20σελίδιά ἐστιν ζʹ· ταῦτα ἀφεῖλον ἀπὸ τῶν εʹ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κηʹ, αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ βʹ κλίμα παράκειται ἔτη † κηʹ μοῖραι ἐν τῷ αʹ ὅρῳ λγʹ λγʹ· ἐτελεύτησεν πληρώσας ἔτη λγʹ. Τῆς δὲ προκειμένης διευκρινήσεως οὕτως ἐχούσης εὕρομεν καὶ
25ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λʹ, Σελήνη
30Τοξότῃ μοίραις κεʹ, ὡροσκόπος Παρθένῳ. ταῖς λʹ μοίραις παρά‐ κειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κριῷ ταῖς λʹ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ιαʹ· οὗτος ἡλια‐ κὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κεʹ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κεʹ ζητῶ ἐν Σκορ‐
35πίῳ· εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ313

314

μοίρας κϛʹ· οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελί‐ δια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη εʹ· ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ιαʹ, γίγνονται ϛʹ· τοσούτων ὁ ὡροσκόπος γίγνεται, 〈αἷς παράκειται〉 κατὰ τὸ ζʹ κλίμα ἔτη οαʹ, ἃ ἔζησεν.
5 Ἄλλη. Ἥλιος Τοξότῃ μοίραις γʹ, Σελήνη Τοξότῃ μοίραις ζʹ, ὡροσκόπος Ζυγῷ. ταῖς γʹ τοῦ Τοξότου παράκειται Τοξότης, τοῦ‐ τον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ιαʹ· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώ‐ μων. ὁμοίως 〈ταῖσ〉 τῆς Σελήνης ζʹ ἐν Τοξότῃ παράκειται Καρ‐ κίνος, ἐν Καρκίνῳ τὰς ζʹ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν
10Ζυγῷ περὶ μοίρας ιηʹ· οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ μεταξὺ σελίδια βʹ· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ιαʹ, λοιπαὶ 〈θʹ〉, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θʹ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσο‐
15μένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν τοῦ κύκλου τξʹ, ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει 〈ἐν〉 ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δ’ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλ’ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ
20τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν ἡμερονυκτίῳ διέρχεται, ἀλλ’ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις. Πολλὴν οὖν διαφορὰν προσθέσεως ἢ ἀφαιρέσεως ἐτῶν καὶ 〈ἡ〉 μοῖρα αὐτοῦ καὶ ἡ ὥρα ἐπέχει καὶ τὰ λεπτά, καὶ μάλιστα
25ὅταν ἐπὶ συνδέσμους δράμῃ. οἷον τῇ τοῦ Λέοντος μοίρᾳ βʹ παρά‐ κειται ϛʹ, ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβʹ. τῇ γʹ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κʹ, ἅτινα σημαίνει ἔτη οεʹ· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγί‐
30στους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μει‐ ζόνων εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσο‐ χρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἔστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον
35τάς τε ἡλιακὰς καὶ σεληνιακὰς μοίρας, μήποτε κατὰ σύνδεσμον συνδράμωσιν· οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχει‐
ρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περι‐314

315

τρέπουσι καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνι‐ δίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισφα‐ λεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν [τε]
5φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης [τῆς] ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλ’ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τού‐ του τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ
10παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύν‐ ταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπ’ αὐτόν. Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωγῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέ‐ μεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοί‐
15ρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφορον τῶν ἐτῶν γενήσεται. ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβο‐ λίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλα‐ γήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζʹ παράκειται ἔτη ρδʹ, τῇ δὲ κηʹ μοίρᾳ ἔτη ζʹ· ἔσται οὖν πολλὴ διαφορὰ καὶ ἔστιν εἰκάσαι
20τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ βʹ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολὺν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ † μὴ θανὼν ὑπάρχειν· ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἡλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέρ‐
25γειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ἠμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τρια‐ κοντάδων ἐν τῷ θερινῷ κύκλῳ· πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς ** τουτέστι τὰ Ϟαʹ ἢ οεʹ βιῶσαι. δεῖ γὰρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν
30ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς Ϟαʹ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς οεʹ. εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ † ἀντὶ
35καλῶν φήσει τινὰ ὑπὲρ τὰ Ϟʹ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν,315

316

ὅτι διαψεύσεται βουλόμενος τὸ ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ † μέρους ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ † συνδραμεῖ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν
5ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθή‐ σει δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγο‐ νέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γʹ, προσκοπεῖν δεήσει καὶ τὸ τῆς βʹ ὥρας καὶ τὸ τῆς δʹ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν
10παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γʹ, οἷον τὴν ζʹ ἢ ηʹ ἢ θʹ ιʹ ιαʹ ιβʹ (τεχνικὸς γὰρ οὗτος ὁ τόπος γε‐ νήσεται), ἀλλὰ τὴν πλησίον· τῆς μέντοι γε ὑστέρας μοίρας τὸ ϛʹ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ βʹ προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν
15λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ ἔτη ζʹ ιϛʹ ιεʹ ιδʹ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζʹ ιϛʹ ιεʹ ιδʹ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ
20τὸ ἀνάλογον. 〈ἐκ〉 παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα. 〈ζʹ.〉 Τῶν προκειμένων ἐφόδων εἰς τὸ βʹ ὄργανον ὑποδείγματα. Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος ϛʹ Τραϊανοῦ Χοιὰκ αʹ εἰς
25τὴν βʹ ὥρα νυκτερινὴ ηʹ 〈σύνοδοσ〉 Τοξότῃ ηʹ λʹ. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζʹ ὧραι ιδʹ, αἵπερ εἰσὶν ἥμισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιεʹ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους † εἰς τὸν ὡροσκόπον
30ιβʹ οʹ τῆς τοῦ Τοξότου μοίρας ηʹ, ὅπερ ἐστὶ ιβʹ, ὧν τὸ ἥμισυ γίγνεται ϛʹ· τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφίσας οὖν ὥρας θʹ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθʹ εὗρον τὰς πάσας
τογʹ κʹ, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξʹ· λοιπαὶ ιγʹ κʹ. ταύτας ἔχων316

317

εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθʹ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϛʹ κεʹ· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθʹ ἄλλας ηʹ, ἃς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοί‐ ρας, καὶ γίγνεται Ταύρου ζʹ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων
5εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Ταύρου μοῖ‐ ραν ζʹ καὶ εὗρον παρακείμενα κʹ· τὰ δὲ κʹ τῆς ἑξηκοντάδος ἐστὶ γʹ. λαμβάνω τοῦ μεγέθους τὸ γʹ οὕτως· ἐπεὶ τῇ κθʹ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ιϛʹ κδʹ, ταῦτα ποιῶ ἐπὶ τὸν ιβʹ καὶ γίγνονται ρϞϛʹ μηʹ· τούτων λαμβάνω
10τὸ γʹ, γίγνονται ἔτη ξεʹ ἥμισυ· τῷ ξεʹ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν ηʹ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοι‐ ρῶν δι’ ἣν αἰτίαν ἐποιησάμην, ἐν τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.
15 Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζʹ Ἐπιφὶ κεʹ εἰς τὴν κϛʹ ὥρα νυκτερινὴ ϛʹ κλίμα † Σελήνης. Ἥλιος Καρκίνῳ κζʹ μγʹ, Σελήνη Ἰχθύσι ιβʹ νβʹ, πανσέληνος Ἐπιφὶ κβʹ ὥρᾳ ἡμερινῇ ϛʹ Αἰγόκερῳ κʹ. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γʹ ὧραι ιβʹ, αἵπερ εἰσὶ
20τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιεʹ, εʹ λʹ. τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγό‐ κερω μοίρᾳ κʹ, ὅπερ ἐστὶ ιβʹ κʹ, καὶ λοιπαὶ γίγνονται εʹ ιβʹ· τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας βʹ καὶ προσέθηκα τὸ μέρος ἐγκλίματος τζʹ, γίγνονται τμʹ νεʹ. ταύτας εὗρον ἐν τῷ
25ἐγκλίματι περὶ τὴν κθʹ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς ηʹ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζʹ. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζʹ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρα‐ κειμένας κϛʹ, αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γʹ ιʹ· τὸ δὲ παρακεί‐ μενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθʹ ἐτύγχανεν ιγʹ ἐγγύς.
30ταῦτα ποιῶ ἐπὶ τὸν ιβʹ, γίγνονται ρνϛʹ· εἶτα λαμβάνω τὸ γʹ καὶ τὸ ιʹ, γίγνονται ξηʹ· ἐτελεύτα κατ’ ἀρχὰς τῷ ξθʹ ἥμισυ ἔτει. Ἄλλη. Ἔτος ιηʹ Ἀδριανοῦ Φαμενὼθ βʹ ὥρα ἡμερινὴ δʹ. Ἥλιος Ἰχθύσι θʹ μϛʹ, Σελήνη Αἰγόκερῳ θʹ μʹ, πανσέληνος ἤμελ‐ λεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δʹ πλήρης
35ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Ταύρῳ μοίρᾳ κθʹ.
κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθʹ μοίρᾳ τοῦ Ταύρου ιʹ, ὅπερ317

318

ἐστὶ τῆς ἑξηκοντάδος ϛʹ· τὸ δὲ μέγεθος ἦν τῆς κθʹ μοίρας τοῦ Ταύρου ιζʹ κζʹ. ταῦτα ἐπὶ τὸν ιβʹ γίγνεται σιʹ ἔγγιστα· τούτων τὸ ϛʹ λαμβάνω, γίνεται λεʹ· ἐτελεύτα τῷ λαʹ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ
5Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα † ἕκασται ἔτος τὸ δʹ ιϛʹ ιζʹ. Ἄλλη. Ἔτος ιεʹ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κεʹ εἰς τὴν κϛʹ, ὥρα νυκτερινὴ θʹ ἔληγεν, κλίμα ϛʹ. Ἥλιος Τοξότῃ βʹ νβʹ, Σελήνη Τοξότῃ ϛʹ μηʹ, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα· πλήρης
10ἡ ὥρα ψηφισθεῖσα ἡ θʹ οὐ συνεφώνησεν, ἡ δὲ ηʹ ἤνεγκεν ὡρο‐ σκόπον Λέοντι ιβʹ· μετὰ τῆς προσθήκης τῶν ηʹ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δʹ, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιεʹ. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γʹ μέγεθος ιεʹ· ταῦτα ἐπὶ τὸν ιβʹ γίγνονται ρπʹ, τούτων τὸ ιεʹ γίγνεται ιβʹ· ταῦτα ἔζησεν.
15〈ηʹ.〉 Περὶ τῶν ἐχθρῶν τόπων καὶ ἀστέρων. περὶ κλιμακτηρικῶν τόπων πρὸς τὸ αʹ ὄργανον. Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς
20κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρό‐ νου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀπο‐ θανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφό‐
25ροις. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν [οἱ] ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου. Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ καʹ ὁρίοις Ἀφροδίτης·
30διαμετρεῖ Αἰγόκερως ὅρια Ἄρεως· οὗτος ἦν Ταύρου μοίρᾳ κζʹ· ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδʹ ὁρίοις Κρόνου· ἡ δὲ ιδʹ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς 〈οὐ〉 γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφορον Σκορπίου Λέων, ἡ δὲ ιδʹ
35μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς
τόπους Ἡλίου † ἀπεχθεῖν εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.318

319

Ἄρης Ταύρου μοίρᾳ κζʹ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ ἐν Σκορ‐ πίῳ ὅρια Σελήνης. ἐχθρὸς δὲ αὑτοῦ οὐδεὶς γίγνεται· ζητῶ οὖν τὰς Λέοντος μοίρας κζʹ [η ε] ἐν τῷ ἰσαναφόρῳ, οἵ εἰσι Δίδυμοι ὅρια Ἀφροδίτης. ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Σκορπίῳ ἢ
5Ἰχθύσι τοῖς ἰσανατόλοις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν δὲ λογί‐ σηταί τις τὰς κζʹ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ· ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις. Ἀφροδίτη Σκορπίῳ μοίραις κζʹ ὁρίοις Ἡλίου· αἱ διαμετροῦ‐
10σαι Ταύρου κζʹ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζʹ, εἰσὶ δὲ Ἑρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ἑρμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν
15ἐναντίον [τόπον] ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαί‐ ους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. Πρῶτον εἰπεῖν χρὴ περὶ τῆς πήξεως τοῦ ὀργάνου, ἵνα κἂν βούληταί τις ἀποκατάγειν ἀπὸ χειρῶν ῥᾳδίως εὕρῃ τὴν σύστασιν.
20περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ὀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξʹ πολυπλασίασον ἐπὶ τὸ λʹ καὶ τὸ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας,
25ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξʹ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα βʹ ἢ βʹ δʹ· ἕως ϛʹ παραύξεται ἡ δυὰς καὶ γίγνονται ϛʹ, αἳ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβʹ. ἔπειτα λύει τὸν σύν‐
30δεσμον· κατὰ γὰρ ϛʹ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προσ‐ τίθησιν οὖν τὸν ιδʹ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζʹ κϛʹ, τῶν ηʹ κηʹ, τῶν θʹ λʹ, καὶ ἐπειδὴ πεπλήρωται τὰ λʹ, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ιαʹ δʹ, τοῖς ιβʹ ϛʹ καὶ
35πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συν‐
δέσμου, καὶ πάλιν προστίθεται τὰς ιδʹ ταῖς ϛʹ καὶ γίγνονται ἐπὶ319

320

τοῦ ιγʹ στίχου κʹ. οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν ιʹ τῷ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδʹ,
5ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὕτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακο‐ στῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέ‐
θοδος ἥδε, ἧστινος ὑπόκειται ἑξῆς ***320

321

[Start of a diagram]Κανόνιον αʹ καὶ πλινθίον Ζυγοῦ Σκορπίου Τοξότου μοῖραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι α Ἡλίου β ϛ α ιε Ἄρεως ιδ λθ ο Διός κϛ ξϛ ϛ
5β δ ιβ γ ιϛ μδ ε κη οβ ϛ γ ϛ ιη γ ιη μθ ο λ οζ δ η κα δ κ νε β β ε β ε ι λ γ ιε κβ ξ ϛ δ ιε γ ιε ϛ Ἄρεως ιβ λϛ ζ κδ ξε ο ϛ ιθ ε
10ζ κϛ οη ο η κα ια Κρό— κ να β η κη πδ ο ι κζ β νου κβ νϛ β θ λ πθ ια ιβ λε ζ κδ ξα γ ιε ι β ϛ ο ιδ λη ο κϛ ξϛ γ ια θ ια θ ιϛ μγ γ κη οα δ
15ιβ Διός ϛ ιζ α ιη μη ζ λ ϛ ϛ ιγ κ μθ ια β ε δ ιδ λε ζ ιε ιδ κβ ξδ ε ιε δ ι θ ιϛ μ ζ ιε ιε κδ ο ϛ ϛ ιϛ α ιη με η ιϛ Κρό— κϛ ογ η η κα ε Ἀφρο— κ ν θ
20ιζ νου κη πα γ ι κϛ θ δίτης κβ νε θ ιη λ πζ δ ιβ λβ ο κδ ξ ι ιθ Ἀφρο— ιδ μ ια κϛ ξε β η κ ι κ δίτης ιϛ μϛ θ κη οδ δ ι κε δ κα ιη να θ λ οθ ϛ ιβ λ ε
25κβ κ νζ ια β ε γ Ἡλίου ιδ λε ε κγ κβ ξβ ε ιε δ ι ϛ ιϛ μ ε ι κδ κδ ξη η ϛ ιε θ ιη με ε ιε κε η κβ δ Ἡλίου κ νβ ϛ β ε γ κϛ ι κη ε ιε κβ νζ ο δ ι δ
30κζ ιβ λγ ι κδ ξβ ο ϛ ιε α κη ιδ λθ ε κϛ ξβ ια η κ γ κθ ιϛ μθ ι ιε κη οβ ια ι κε β λ ιη ν δ λ οζ ζ ιβ λ β
V X XV321

322

Αἰγόκερω Ὑδροχόου Ἰχθύων ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι μοῖραι η κ ϛ Ἑρμοῦ κ μ ι Ἀφρο— β ε α α ι κε α κβ νε ια δίτης δ ι θ β
5ιβ λ β κδ ξα ο ϛ ιϛ β γ ιδ λε α κϛ ξϛ β η κα ζ δ ιϛ μ α κη οα δ ι κζ ο ε ιη με ο λ οϛ ϛ ιβ λβ ϛ ι ϛ β ε ο Ἀφρο— ιδ λθ η Ἡλίου κϛ ο ζ ζ
10δ ι α δίτης ιϛ μ η κη οε ζ η ϛ ιε α ιη μϛ α λ π β θ η κ α Ἡλίου κ να δ Ἄρεως β πε ε ιε ι ι κε α κβ νϛ ζ δ ια ο ια ιβ λα α κδ ξα ι ϛ ιϛ ϛ ιε ιβ
15κϛ ξε β η ιθ γ κ νε δ ιγ κη ογ γ ι κε γ κβ ξα β ιδ λ οε δ ιβ λα α κδ ξϛ ι ιε β ο ο Ἄρεως ιδ λϛ ϛ Διός κϛ οβ η ιϛ δ ι α ιϛ μα θ κη οη β ιζ
20ϛ ιε α ιη μζ ι λ πα ϛ ιη κ η δ β ε γ ιδ λθ η ιθ κβ νε ε δ ι ϛ ιϛ με α κ κδ ξ ϛ ϛ ιε θ ιη να β κα κϛ ξε η Διός η κα ο Κρό— κ νζ ο κβ
25κη ο ε ι κϛ δ νου κβ ξβ ια κγ λ οε ε ιβ μ θ κδ ξη ια κδ ιδ λε θ Κρό— κϛ ξθ ο η κϛ ια κε ιϛ μ ϛ νου κη οδ δ ι κη ια κϛ ιη με η λ οθ η Ἑρμοῦ ιβ λδ ε κζ
30κ ν η β ε δ ιδ μ ε κη κβ νε θ δ ι η ιϛ νϛ η κθ κδ ξ ι ϛ ιϛ ϛ ιη νβ ζ λ
V X XV322

323

Κριοῦ Ταύρου Διδύμων μοῖραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι α ιδ μα α? κς πγ ϛ η κζ γ β ιϛ μζ α κη Ϟ β ι λδ α
5γ ιη νγ β λ Ϟζ ο ιβ μα ο δ Ἡλίου κ νθ γ Ἀφρο— β ϛ ϛ ιδ μζ ι ε κβ ξε ε δίτης δ ιγ γ ιϛ νδ ι ϛ κδ οα ζ ϛ ιθ ζ ιη ξα θ ιε ζ η κδ ο κ ξε ο β ϛ ι ιε
10η ι λ ο κβ οβ β δ ιγ θ θ ιβ λϛ α κδ οη ε ϛ κ η ι Ἀφρο— ιδ μβ β κϛ πδ δ η κζ ζ ια δίτης ιϛ μη δ κη Ϟβ γ ι λδ ϛ ιβ ιη νδ ϛ λ Ϟθ ο ιβ μα ε
15ιγ Ἑρμοῦ β ϛ α ιδ μϛ γ κϛ πθ η ιε ιδ δ ιβ β ιϛ νγ ο κη Ϟϛ η ιε γ ιη δ ιη νθ γ λ ργ η ιϛ η κδ ζ κ ξϛ θ β ϛ ια ιζ ι λ η κβ ογ δ δ ιγ ι
20ιη ιβ λζ θ κδ π ο ϛ κ θ ιθ Κρό— κϛ π ο η κϛ η κ ξθ α κ νου κη πζ ο ι λγ ε κβ ογ γ κα λ Ϟγ ϛ ιβ μα κδ πγ β κβ β γ ϛ ιδ μϛ ζ κϛ Ϟ α ιε
25κγ δ ιβ ϛ ιϛ νγ ε κη Ϟζ ο ιε κδ ϛ ιη ια ιη ξ ζ λ ρδ β κε Διός κ ξγ α β ϛ θ ιδ με η ιε κϛ κβ ξθ ν δ ιγ ϛ ιϛ νε ζ ιε κζ κδ οϛ β ϛ κ γ ιη ξβ ζ
30κη Ἄρεως κϛ πα θ η κζ α κ ξθ η κθ κη πθ ε ι λδ ο κβ οϛ ζ λ λ Ϟγ η ιβ μ ο κδ πγ ζ
V X XV323

324

Καρκίνου Λέοντος Παρθένου ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι ἀριθμοί ἔτη μῆνες ἡμέραι μοῖραι κ ξθ θ β ϛ ια Ἄρεως ιδ μϛ ε α κβ οϛ η δ ιγ ι ιϛ νγ η β
5κδ πγ η ϛ κ ε ιη νθ ο γ κϛ Ϟ θ Διός η κζ ζ κ ξϛ ο δ κη Ϟζ θ Ἄρεως ι λδ ϛ κβ οβ ϛ ε λ ρδ ι ιβ μα ε κδ οη ια ϛ ιδ μθ ο κϛ πθ ζ Ἡλίου η κϛ ϛ ιε ζ
10ιϛ νϛ ο κη Ϟϛ ϛ ι λβ ε η ιη ξγ ο λ ργ θ ιβ λθ γ θ κ ξθ ια Ἡλίου β ϛ ι Ἀφρο— ιδ με ζ ι κβ οϛ ϛ δ ιγ η δίτης ιϛ νβ ο ια κδ πη θ ε ϛ κ ϛ ιη ϛ γ ιε ιβ
15η κζ ια κ ξη δ β ιβ ε ιγ ι λδ ι ιε κβ οε δ δ ιθ ϛ ιε ιδ ιβ μα ι κδ πα η ϛ κε γ ιε ιδ μη θ Ἀφρο— κϛ πη ε Ἑρμοῦ η λα ζ ιϛ ιϛ νε θ δίτης κη Ϟε ο ι λη ια ιε ιζ
20ιη ξβ η λ ρα ζ ιβ πβ δ ιη β ϛ ια ιδ μζ δ κϛ πη ια ιθ δ ιγ γ ιϛ νδ ι κη ζ η κ ϛ κ ι ιη ξ η λ Ϟδ η κα η κζ ια Ἑρμοῦ κ ξγ δ β ϛ γ ιε κβ
25ι λδ ε κβ ογ ια δ ιθ ϛ κ κγ ιβ μα η κδ π ε ϛ ιη θ ζ κδ κϛ Ϟ α ιε η κϛ ε Κρόνου κ ξβ ε κε κη Ϟζ ϛ ι λγ ε κβ ξη ε κϛ λ ρδ ο ιβ μ δ κδ οδ δ ιε κζ
30β ϛ ια Κρόνου ιδ μϛ η κϛ π γ κη δ ιγ ι ιϛ νβ ια κη πϛ β κθ ϛ κ ι ιη νθ ι λ Ϟ λ
V X XV324

325

Κανόνιον δεύτερον καὶ πλινθίον Ζυγοῦ Σκορπίου Τοξότου
2μοῖραι ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες α ο κ α ο ιβ κ κδ κδ κ ξγ α β β μ η β ιδ μ μ δ κϛ μ ξθ ο
5γ ε ο? ιε γ ιζ ο μη γ κθ ο οδ ια δ ζ κ κβ δ ιθ κ νγ θ α κ γ α ε θ μ κθ δ κδ μ νθ δ γ μ θ ο ϛ ιβ ο λϛ γ κδ ο ξε δ ϛ ο ιε δ ζ κδ κ ογ γ ϛ κ ιζ ια ιη κ μγ ια
10η κϛ μ π ο η μ κγ α κ μ να ο θ κθ ο πζ θ ια ο κθ η κγ ο νη η ι α κ δ ια ιγ κ λϛ ο κε κ ξδ ζ ια γ μ ια θ ιε μ μβ ζ κζ μ ξθ ε ιβ ϛ ο ιη ιβ ιη ο μη ια λ ο οϛ α
15ιγ ιη κ νε ι ο κ ο β ιβ κ λα ο ιδ κ μ ζβ ϛ β μ ζ γ ιδ μ λζ β ιε κγ ο ξθ θ ε ο ιγ ζ ιζ ο μγ α ιϛ κε κ οϛ η ζ κ ιθ η ιθ κ μθ ζ ιζ κζ μ πγ η θ μ κε ο κα μ νε ο
20ιη λ ο Ϟ θ ιβ ο λβ θ κδ ο ξ α ιθ ιθ κ λζ δ κδ κ ξδ η ϛ κ ιγ ο κ ιδ μ μδ ια κϛ μ οβ ι η μ κα ια κα ιζ ο να ϛ κθ ο οθ ϛ ια ο κζ ι κβ ιθ κ νη α α κ γ ι ιγ κ λγ η
25κγ κα μ ξε ϛ γ μ θ η ιε μ λθ γ κδ κδ ο οβ γ ϛ ο ιε α ιη ο μϛ δ κε ϛ κ ιθ ια ιη κ μη α ο κ ο ι κϛ η μ κϛ ο κ μ νδ α β μ ϛ η κζ ια ο λγ ο κγ ο ξ ια ε ο ιβ ζ
30κη ιγ κ μ ϛ κε κ ξε ια ζ κ ιη δ κθ ιε μ μζ ια κζ μ οα ο θ μ κδ β λ ιη ο νδ δ λ ο οη ιβ ο λβ ο
V X XV325

326

Αἰγόκερω Ὑδροχόου Ἰχθύων ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες μοῖραι ϛ κ οϛ ζ ιη κ μγ ζ ο κ ο ια α η μ κα θ κ μ νβ ζ β μ ϛ ι β
5ια ο κζ ϛ κγ ο νη ϛ ε ο ιγ θ γ ιγ κ λγ ϛ κε κ ξδ ϛ ζ κ ιθ θ δ ιε μ μ ϛ κζ μ ο ϛ θ μ κϛ λ ε ιη ο με ο λ ο οϛ ε ιβ ο λβ ϛ ϛ ο κ ο ια ιβ κ λα β κδ κ ξϛ ζ ζ
10β μ ϛ γ ιδ μ λζ β κϛ μ οβ ζ η ε ο ιγ ια ιζ ο μβ ια κθ ο οε ο θ ζ κ ιη ζ ιθ κ μθ ζ α κ γ ια ι θ μ κδ ζ κα μ νε ζ γ μ θ ια ια ιβ ο λ ια κδ ο ξε ια ϛ ο ιϛ ϛ ιβ
15κα κ ξα γ ϛ κ ιϛ θ ιη κ μη α ιγ κϛ μ ξϛ β η μ κβ ϛ κ μ νζ γ ιδ κθ ο οβ γ ια ο κη ϛ κγ ο ξδ β ιε λ κ γ ϛ ιγ κ λε ϛ κε κ ο γ ιϛ γ μ θ θ ιε μ μ θ κζ μ οζ δ ιζ
20ϛ ο ιε ο ιη ο μζ ϛ λ ο πδ δ ιη ιη κ μϛ ι ο κ ο ια ιβ κ λε α ιθ κ μ νβ ια β μ ϛ α ιδ μ μα ϛ κ κγ ο νη α ε ο ια β ιζ ο μη β κα κε κ ξβ β ζ κ ιθ ϛ ιθ κ νε α κβ
25κζ μ ο ϛ θ μ κε θ κα μ ξδ ια κγ λ ο οη η ιδ ο λα γ κδ ο ξη ια κδ ιβ κ λα ϛ κδ κ ξδ α ϛ κ ιη β κε ιδ μ λζ θ κθ μ ο θ η μ κε ο κϛ ιζ ο μγ ϛ κϛ ο οϛ η ια ο λα ια κζ
30ιθ κ μθ η λ κ γ ο ιγ κ λη δ κη κα μ νδ θ γ μ θ θ ιε μ με η κθ κδ ο ξ ια ϛ ο κ ο ιη ο νβ η λ
V X XV326

327

Κριοῦ Ταύρου Διδύμων μοῖραι ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες α ιβ κ λϛ α κδ κ οη β ϛ κ κα ζ β ιδ μ μβ β κϛ μ πε ια η μ κθ ϛ
5γ ιζ ο να δ κθ ο Ϟγ η ια ο λϛ η δ ιθ κ νζ ε α κ δ δ ιγ κ με α ε κα μ ξδ ϛ γ μ ια ια ιε μ νε α ϛ κδ ο οα ζ ϛ ο ιθ ζ ιη ο ξα η ζ ϛ κ ιη γ ιη κ νθ ζ ο κ α β
10η η μ κϛ ο κ μ ξζ θ β μ η ϛ θ ια ο λγ ε κγ ο οϛ ι ε ο ιδ γ ι ιγ κ λθ ϛ κε κ πγ δ ζ κ κη γ ια ιε μ μζ θ κζ μ Ϟα β θ μ λγ δ ιβ ιη ο νδ ϛ λ ο Ϟθ ϛ(γ)? ιβ ο μα ε
15ιγ ο κ α γ ιβ κ μ θ κδ κ πδ η ιδ β μ η δ ιδ μ μη ζ κϛ μ Ϟβ β ιε ε ο ιε θ ιζ ο νϛ ε κθ ο ρ γ ιϛ ζ κ κ γ ιθ κ ξδ β α κ δ ζ ιζ θ μ κε δ κα μ οβ α γ μ ιβ η
20ιη β ο κζ η κδ ο π β ϛ ο κ θ ιθ κδ κ οε ζ ϛ κ κα β ιη κ ξγ ϛ κ κϛ μ πβ ϛ η μ κζ ια κ μ οα η κα κθ ο Ϟ ε ια ο λζ δ κγ ο οθ θ κβ α κ δ δ ιγ κ μδ η κε κ πα θ
25κγ γ μ ια δ ιε μ νβ η κζ μ Ϟϛ α κδ ϛ ο ιη γ ιη ο ξ ζ 〈λ〉 ο ρδ β κε ιη κ νη γ ο κ α α ιβ κ μβ θ κϛ κ μ ξε β β μ θ θ ιδ μ να α κζ κγ ο ογ β ε ο ιϛ δ ιζ ο νθ β
30κη κε κ π α ζ κ κδ ι ιθ κ ξζ δ κθ κζ μ πη α θ μ λβ ε κα μ οε ϛ λ λ ο Ϟϛ ο ιβ ο μ ε κδ ο πβ η
V X XV327

328

Καρκίνου Λέοντος Παρθένου ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες ἀριθμοί Σκγ ἔτη μῆνες μοῖραι ιη κ ια ο κ α β ιβ κ μα α α κ μ α β μ θ β ιδ μ μη ζ β
5κγ ο γ ε ο ιζ β ιζ ο νϛ α γ κε κ δ ζ κ κε γ ιθ κ ξγ ι δ κζ μ η θ μ λγ θ κα μ οα δ ε λ ο ια ιβ ο μα δ κδ ο οη ια ϛ ιβ κ α κδ κ πγ ι ο κ κ θ ζ
10ιδ μ δ κϛ μ Ϟα ι η μ κη δ η ιζ ο α κθ ο Ϟθ ζ ια ο λε ια θ ιθ κ ζ α κ δ ζ ιγ κ μγ β ι κα μ θ γ μ ιβ ζ ιε μ ν ια ια κδ ο β ϛ ο κ ϛ ιη ο νη δ ιβ
15γ κ ια ιη κ ξβ η ο κ α α ιγ η μ γ κ μ ο ϛ β μ η ζ ιδ ιδ ο β κγ ο οζ α ε ο ιϛ α ιε ιγ κ ϛ κε κ πε β ζ κ κγ ϛ ιϛ ιε μ ζ κζ μ Ϟγ ια θ μ λ ζ ιζ
20ιη ο ια λ ο ρα η ιβ ο λη ζ ιη ο κ ζ ιβ κ μα θ κδ κ οζ γ ιθ β μ α ιδ μ μθ ϛ κϛ μ πδ ι κ ε ο δ ιζ ο νζ α κθ ο Ϟα ζ κα ζ κ δ ιθ κ ξε ια α κ δ ι κβ
25θ μ β κα μ οβ ϛ γ μ ια θ κγ ιβ ο α κδ ο π ϛ ϛ ο ιη θ κδ κδ κ δ ϛ κ κα ϛ ιη κ νζ β κε κϛ μ γ η μ κη ια κ μ ξδ γ κϛ κθ ο δ ια ο λϛ ια κγ ο οα δ κζ
30α κ ζ ιγ κ ογ δ κε κ ον δ κη γ μ η ιε μ πδ δ κζ μ πδ δ κθ ϛ ο θ ιη ο Ϟϛ ϛ λ ο Ϟϛ ϛ λ
V X XV[End of a diagram]328

329

(1t)

Liber IX.
2t〈Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον θʹ.〉
3Προοίμιον. Οὐάλης Μάρκῳ χαίρειν. Ὅσα μὲν ὁ θειότατος βασιλεὺς
5εἴρηκε Νεχεψὼ ὁ τὴν ἀρχὴν ποιησάμενος τῆς ιγʹ βίβλου, ἐν τοῖς προσυντεταγμένοις ὑφ’ ἡμῶν καὶ ἄλλων πόνοις κατημαξευμένα ἐστίν· νυνὶ δὲ ταύτην συντάσσω λειπομένην ἐν οὐδενί. ὅτι μὲν οὖν μυστικῇ συνέσει τὴν ὑφήγησιν πεποίηται καὶ ἀρχηγὸς τῆς εἰς ταῦτα εἰσόδου καὶ ἡμῖν ἐγένετο, πρόδηλον· τό τε ὁμολογεῖν περὶ
10τῶν ἡμαρτημένων αὐτῷ πρότερον, ἐξ ὑστέρου δὲ κατωρθωμένων ἀνδρὸς ἀγαθοῦ καὶ σοφοῦ ἀπολογίαν καὶ διάνοιαν ἐπιφερομένου, καθὸ καταφρονεῖ ὅλης τῆς βασιλείας καὶ τυραννίδος, 〈καὶ〉 τὸ περὶ τὰ τοιαῦτα ἐσπουδακέναι ἐμπείρου καὶ πεποιθότος καὶ ἐρωτικὴν καὶ προτρεπτικὴν θεωρίαν ἐνδεικνυμένου τοῖς μετα‐
15γενεστέροις. οὐδέ γε αὐτὸν μεθεῖλκεν ἀνάγκη βιωτικὴ καὶ πλάνη φιλάργυρος, ὥσπερ πολλοὺς τῶν νῦν· ὅθεν ἀποδεκτέος ὁ τοι‐ οῦτος. Ὁ δὲ σοφώτατος Κριτόδημος ἐν τῇ ἐπιγραφομένῃ αὐτοῦ ὁράσει συνεκτικωτάτῃ πολλῶν μαρτυριῶν ἀρχὴν τοιαύτην ἐποιή‐
20σατο· ἤδη ποτὲ πελαγοδρομήσας καὶ πολλὴν ἔρημον διο‐ δεύσας ἠξιώθην ἀπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. ἄλλως τε καὶ ὁ Τίμαιος καὶ Ἀσκλατίων καὶ ἕτεροι πλεῖστοι. οὗτοι μὲν οὖν καλλονῇ λόγων ἐνεχθέντες καὶ τερατολογίᾳ οὐ κατὰ τὰ ἐπαγγέλματα τὰ ἔργα
25ἐπέδειξαν οὐδὲ τὰς συντάξεις πλήρεις καὶ ἐπιλελυμένας, ἀλλὰ329

330

λειπομένας ἐν πολλοῖς τισιν ἀεὶ τῶν ἐντυγχανόντων· ἐν πᾶσι δὲ τὸ σκολιὸν καὶ ἐφθονημένον καὶ ἀναδυόμενον καὶ ἐπιπλεκόμενον· καὶ μηδεμιᾷ ὁδῷ διευθύνοντες ἀλλὰ προσεισφέροντες αἵρεσιν αἱ‐ ρέσει καὶ ἀναπομπίμους βίβλους πλάνης μᾶλλον ἢ ἀληθείας τε‐
5κμήρια. ὁ μὲν οὖν Κριτόδημος, πλῆθος θεωρημάτων κεκτη‐ μένος καὶ τοῖς ἄλλοις συγκεκοσμημένος καὶ δυνάμενος σαφῶς διερμηνεῦσαι διὰ τῆς τούτων τῶν ὀργάνων φαντασίας ἠμαύρωσε τὴν ἐπιστήμην· ἐγὼ δὲ ἐν ταῖς προσυντεταγμέναις μοι βίβλοις οὔτε κενῶν οὔτε ματαίων ὕθλων πόνους διήνυσα, οὐ μὴν κατὰ
10τὴν δόκησιν τινῶν ἀμφιβόλους ἐπιλύσεις καὶ γραφὰς ἀναρίθμους περιττῶν συντάξεων· διὸ καὶ τὰ δοκοῦντα ἀληθείας ἐφικνεῖσθαι εἰς ἄπειρον ζήτησιν καὶ λόγον ἐχώρησεν. χρὴ δέ γε τὸν βουλόμε‐ νον συγγράφειν † ὡς μὴ χρήζειν ἑτέρου· εἰ δὲ οὖν, διὰ τὸ ἀγνο‐ εῖν καὶ φθονεῖν τὴν πλοκὴν ἐπεισφέρει· πελαγοδρομήσας οὖν καὶ
15πολλὴν γῆν διοδεύσας κλιμάτων τε καὶ ἐθνῶν κατόπτης γενόμενος πολυχρονίᾳ πείρᾳ καὶ πόνοις συνεμφυρεὶς ἠξιώθην ὑπὸ θεοῦ καὶ τῆς προνοίας βεβαίου καὶ ἀσφαλοῦς λιμένος τυχεῖν· οὐ γὰρ φθαρτὰ πάντα καὶ μοχθηρὰ ἔλαχον οἱ ἄνθρωποι, ἔστι δέ τι καὶ θεῖον ἐν ἡμῖν θεόπνευστον δημιούργημα, ὅ τε περικεχυμένος ἀὴρ
20ἄφθαρτος ὑπάρχων καὶ διήκων εἰς ἡμᾶς ἀπόρροιαν καιρικὴν ἀθα‐ νασίας ἀπονέμει τακτῷ καὶ μεμετρημένῳ χρόνῳ. ἣν ἕκαστος ἡμῶν καθ’ ἡμέραν μελετᾷ γυμναζόμενος λαμβάνειν ἢ καὶ ἀποδιδόναι τὸ ζωτικὸν πνεῦμα. καθὼς καὶ ὁ θειότατος Ὀρφεὺς λέγει· Ψυχὴ δ’ ἀνθρώποισιν ἀπ’ αἰθέρος ἐρρίζωται.
25καὶ ἄλλως· Ἀέρα δ’ ἕλκοντες ψυχὴν θείαν δρεπόμεσθα. ἄλλως· Ψυχὴ δ’ ἀθάνατος καὶ ἀγήρως ἐκ Διός ἐστιν. ἄλλως·
30 Ψυχὴ δ’ ἀθάνατος πάντων, τὰ δὲ σώματα θνητά. Ἔνθεν ἐφ’ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δ’ εἰς τὸν ἀέρα ἀναδράμῃ τὸ χρέος, πρόκειται τὸ σῶμα νεκρὸν
ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ τὸ πνεῦμα συγκεχωρηκὸς κενὸν330

331

εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν· τῆς γὰρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε τὸ θνητὸν σῶμα. Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα ἐν σκότει τεθη‐
5σαυρισμένα· καί μοι κατ’ ἀρχὰς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τὰς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπί‐ πτειν καὶ τὰς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μὴ κατεζητη‐ μένως μηδὲ ἐπεσκοτισμένως ἐν ταύτῃ τῇ βίβλῳ μυστικῶς προ‐
10τάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντετα‐ γμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγ‐ κάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.
15〈αʹ.〉 Περὶ κλήρου τύχης καὶ δαίμονος εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων καὶ ζωῆς τόπον. Περὶ μὲν οὖν τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· καὶ νῦν δὲ ἐπάνιμεν εἰς αὐτοὺς δια‐ βεβαιούμενοι δυναστικοὺς καὶ κραταιοὺς τόπους. ὅνπερ γὰρ τρό‐
20πον ἐπὶ τοῦ κοσμικοῦ περιπολίσματος ὁ παντεπόπτης Ἥλιος ἀκαμάτοις φοραῖς δινούμενος καὶ μακροῦ αἰῶνος χρόνον διϊπ‐ πεύων τὰς τῶν ἀστέρων χορείας ἀλλεπαλλήλοις δρόμοις ἀποκα‐ θίστησι καὶ ἀποχωρίζει, τροπάς τε καὶ καιροὺς καὶ φάσεις ποι‐ ούμενος, ἀρχόμενος ὅθεν ἔληξεν καὶ λήγων ὅθεν ἄρχεται, τὰς δὲ
25ψυχὰς τῶν ἀνθρώπων θέλγων καὶ διεγείρων αἴτιος δόξης καὶ πράξεως καὶ πάσης προκοπῆς τυγχάνει, ὁμοίως δὲ καὶ ἡ Σελήνη Τύχη τοῦ κόσμου ὑπάρχουσα καὶ ὑπὸ τῆς ἡλιακῆς δυνάμεως αὐξομειουμένη τὰς φάσεις ποιεῖται καὶ τὰς τῶν ἀέρων μεταβολὰς καὶ τοὺς καρποὺς πεπαίνουσα τοῖς ἀνθρώποις ζωῆς παραιτία
30γίνεται, τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ πάσης γενέσεως σκοπεῖν δεήσει
τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος, ἐν ποίοις μέρεσι τοῦ331

332

κόσμου ἀπερρύησαν. πρὸς μὲν γὰρ τὸν ἀποτελεσματικὸν λόγον, ἐὰν ἐν τοῖς χρηματιστικοῖς ὦσι ζῳδίοις καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῶνται, ἐμπράκτους καὶ ἐνδόξους καὶ εὐπόρους τὰς γενέσεις ἀποτελοῦσιν· μάλιστα ἐὰν ἐν ἀρσενικοῖς ζῳδίοις οἱ κλῆροι ἐμπέ‐
5σωσιν καὶ οἱ κύριοι ἐν ἀρσενικοῖς ἢ θηλυκοῖς οἴκοις καὶ χρηματί‐ ζοντες ἐπιθεωρῶσι τὸν τόπον, μείζονάς τε καὶ ἐπισήμους καὶ ἀπροσδοκήτως προκόπτοντας καὶ εἰς ἀνυπέρβλητον τύχην χωροῦν‐ τας. ἐὰν δὲ οἱ μὲν κλῆροι ἐν ἀρσενικοῖς ὦσι ζῳδίοις, οἱ κύριοι δὲ αὐτῶν ἐν θηλυκοῖς ἀχρημάτιστοι, ὑπὸ κακοποιῶν ἐναντιούμε‐
10νοι ἢ καθυπερτερούμενοι, πτώσεως ὁ τρόπος δηλωτικὸς καθαιρέ‐ σεώς τε καὶ ἐνδείας καὶ πάσης αἰτίας ἐπακτικός, δημοσίαις τε καὶ πολυθρυλήτοις ἢ βασιλικαῖς συμπεφυρμένους κακίαις· τῶν δὲ τοιούτων καὶ τὸ τέλος εὕρηται κακόν. πρὸς δὲ τοὺς τῆς ζωῆς χρόνους συγκρινόμενοι οἱ δύο κλῆροι πρός τε τὸν Ἥλιον καὶ τὴν
15Σελήνην καὶ τὴν μοιρικὴν αὐτῶν ἀπόρροιαν πρός τε τὸν ὡροσκό‐ πον καὶ τὸν πλανητικὸν σκοπὸν καὶ τὴν μοῖραν προδηλώσουσι καὶ τοὺς βιωσίμους χρόνους ἐκ τοῦ διαστήματος, τὴν ἡμίσειαν ἔμπαλιν καὶ ἀνάπαλιν ἐκμετρηθέντες, ἢ προλαβόμενοι τοῦ μεγέ‐ θους τῆς ὥρας ἢ ἀπολειφθέντες τούτου, ὡς δύο μοίρας χρηματί‐
20ζειν τοῦ ζῳδίου ἐξ ἀνάγκης, τὴν δὲ γένεσιν καίπερ ἐπίκηρον οὖσαν πρὸς τὴν τοῦ κόσμου συμπάθειαν τὸ ζωτικὸν ἀναλαβεῖν πνεῦμα. Προσεκτέοι οὖν οἱ τρόποι μυστικῶς καὶ μὴ παρέργως [ἡγεῖ‐ σθαι]· ἐκ τούτων γὰρ συνορᾶται καὶ εὐκατάληπτα γίνεται τὰ πολλῷ χρόνῳ 〈καὶ〉 καμάτῳ ἐπισωρεύοντα τοῖς ἀνθρώποις τὴν
25παρὰ τούτων ἐνέργειαν. οὐκ ἀσκόπως δὲ ὁ Πετόσιρις περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λέγει ἐν τοῖς ὅροις· εἴτε τὴν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκό‐ που εἴτε ἀπὸ Σελήνης ἐπὶ τὸν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, κατὰ τὸ αὐτὸ ἐμπεπτωκότα εὑρή‐
30σεις· ὁρᾶταί γε ἔνθεν ὁ διακρατῶν τοῦ ζητουμένου, πρὸς ὃν τὰ ὅλα τετύχηκεν καὶ συμβήσεται. καὶ ὁ βασι‐ λεὺς δὲ ἐν τῇ ἀρχῇ τῆς 〈ιγʹ〉 βίβλου εἶπεν· εἶτ’ ἐχομένως δεήσει σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην· ἔμ‐
παλιν, οἱ δὲ ἀνάπαλιν, ἀπὸ ὡροσκόπου ἰσότητας ποι‐332

333

εῖν καὶ τὸν ἀποβάντα κύριον τόπον συνορᾶν, οὗτινος τετύχηκεν ἀστέρος καὶ τίνες ἐν τούτῳ πρόσεισιν· ἐκ γὰρ τῆς [δι] τῶν τόπων συμπτώσεως πρόδηλα κρί‐ νειν τῶν γενομένων τὰ πράγματα. καὶ τὸ λέγειν μὲν
5κύριον τόπον κρατητικὸν καὶ ἔνθεν ὁρᾶσθαι τὰ ὅλα δυνα‐ στικόν, ἄλλως τε καὶ ἐν τοῖς μεταξὺ τῆς διηγήσεως πλειστάκις περὶ τοῦ αὐτοῦ λέγων ἰσχυροποιεῖται, ὅτι εἰ μὲν ἀγαθοποιοὶ ἐπῶσιν ἢ καὶ προσμαρτυρῶσιν, ἀγαθῶν πρόδηλοι καὶ ὑπαρχόν‐ των δοτῆρες εἰσίν· εἰ δὲ φθοροποιοί, ἀποβολὰς ὑπαρχόντων καὶ
10φθίσεως σώματος αἰτίας † καὶ τὸ λέγειν. εἰ δὲ καὶ γενομένου τινὸς ἐν θηλυκῷ τύχῃ ἡ Σελήνη, ἀνδράσι μὲν γενομένοις οὐκ ἀγα‐ θὴν ἀποτελεῖ φάσιν, γυναιξὶ δὲ ὁμογενέσιν ὑπόστασις· καὶ ἐπὶ Ἡλίου πρὸς τοὺς ἐν ἀρσενικοῖς καὶ θηλυκοῖς ἐσχηκότας τοὺς τόπους καὶ τοὺς κυρίους. ἐὰν δέ πως οἱ κακοποιοὶ μόνοι ἐπῶσι
15τοῖς τόποις καὶ προσνεύσωσιν, ἀποτελοῦσιν ἐμπρησμούς, ναυάγια, ἀπὸ ὕψους πτώσεις, θραύσεις μελῶν, αἱμαγμούς, καὶ μάλιστα ἐν στερεοῖς ζῳδίοις, ἢ παθήματα ἢ σπασμούς· καὶ ἐπὶ τὸ χεῖρον τρέπονται, ὁπόταν καὶ τῶν τόπων κυριεύσωσιν. Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν τοῖς μεταξὺ τῆς διηγήσεως
20δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ τὸ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρ‐ κίνον ἢ Λέοντα ἢ Αἰγόκερω ἢ Ὑδροχόον συνεμπέσωσιν ὑπὸ ἀγα‐ θοποιῶν μαρτυρούμενοι ἢ ὑπὸ οἰκείων ἀστέρων ἐν χρηματιστι‐
25κοῖς ζῳδίοις· λαμπρᾶς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ἐν ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολὰς ὑπομείναντες καὶ χαλεπανθέντες
30μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστα‐ σιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιφθόνως διευθύνουσιν· τινὲς δὲ
στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἢ ἐν βασιλικαῖς333

334

αὐλαῖς καὶ δημοσίοις τόποις ὀψωνίων μετέχουσιν, οὐ τοσοῦτον περὶ τὸν βίον συγκεκοσμημένοι, ὅσον τῇ κακοδόξῳ φαντασίᾳ καὶ πολυμερίμνῳ καὶ εὐθραύστῳ κακοπαθείᾳ. 〈βʹ.〉 Περὶ τῆς δωδεκατρόπου εἰς τὸν περὶ ἐμπράκτων
5καὶ ἀπράκτων τόπον. Καὶ τούτων μὲν κατὰ κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμέ‐ νων κατὰ τὸ παλαιὸν ἄνδρες Αἰγύπτιοι κατὰ τὸ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικὰς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμε‐
10νοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλει‐ δῶν ἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τοὺς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ τὸ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ
15δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομέ‐ νοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω ὁ λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γὰρ καὶ ὁ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αἰγυπτίων τε καὶ
20Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον. Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. τὸ αʹ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ τὸ ψυχικὸν πνεῦμα, του‐ τέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαί‐ μων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ ὁ πρακτικός, γυναι‐
25κὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. τὸ βʹ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. ἐν τούτῳ τῷ ζῳδίῳ ἢ τῷ τούτου διαμέτρῳ
30ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ·
ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γʹ περὶ334

335

ἀδελφῶν ζωῆς, καὶ γονεῦσι περὶ ἐχθρῶν καὶ δούλων, καὶ γυναικὸς ἔνατος περὶ δόξης καὶ πράξεως καὶ τεκνώσεως· ἔστι δὲ καὶ θεᾶς καὶ βασιλίσσης καὶ πράξεως τόπος. ὁ δὲ δʹ γονέων περὶ ζωῆς καὶ μυστικῶν ἢ ἀποκρύφων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρη‐
5μάτων τόπος, ἀδελφῶν δὲ περὶ βίου, γυναικὸς δὲ περὶ δόξης καὶ πράξεως. τὸ εʹ περὶ τέκνων ζωῆς καὶ ἀγαθῆς τύχης τόπος, ἀδελ‐ φῶν δὲ ὁ περὶ ἀδελφῶν νόθων καὶ ἐπιμίκτων καὶ θεᾶς καὶ βασι‐ λίσσης, γυναιξὶ δὲ ἀγαθὸς δαίμων. ὁ ϛʹ περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γονέων δὲ περὶ ἀδελφῶν, ἀδελφῶν δὲ περὶ
10γονέων ἐπιμίκτων ἢ ἐπιπλάστων, γυναικὸς δὲ περὶ ἐχθρῶν καὶ δούλων. τὸ ζʹ γαμοστόλος τῆς γενέσεως, καὶ γυναικὸς περὶ ζωῆς, καὶ ἀδελφῶν περὶ τέκνων καὶ ἀγαθῆς τύχης τόπος, καὶ γονεῦσι περὶ γονέων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων καὶ μυστικῶν. τὸ ηʹ περὶ θανάτου ὁμοίως τῆς γενέσεως, ἀδελφῶν
15δὲ περὶ σίνους καὶ πάθους, καὶ γονέων περὶ τέκνων νόθων, γυναικὸς δὲ περὶ βίου. τὸ θʹ περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, ἀδελφῶν δὲ γαμοστόλος καὶ γο‐ νέων περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γυναικὸς δὲ περὶ ἀδελφῶν καὶ βίου περὶ θανάτου. τὸ δέκατον περὶ πρά‐
20ξεως καὶ δόξης, καὶ γυναικὸς περὶ θεμελίων καὶ κτημάτων καὶ μυστικῆς ἐγχειρήσεως καὶ γονέων τόπος. ὁ ιαʹ περὶ ἀγαθοῦ δαί‐ μονος καὶ φίλων καὶ ἐπιθυμίας καὶ περικτήσεως τόπος, ἀδελφῶν δὲ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, καὶ γονέων περὶ θανάτου, τέκνων δὲ γαμοστόλος, καὶ γυναικὸς περὶ τέκνων
25ἐπιμίκτων. τὸ ιβʹ περὶ ἐχθρῶν καὶ δούλων καὶ κακωτικῆς αἰτίας, ἀδελφῶν δὲ περὶ πράξεως καὶ δόξης, γονέων περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως, τέκνων δὲ περὶ θανάτου, γυναικὸς δὲ περὶ σίνους καὶ πάθους. Πρὸς μὲν οὖν λεπτομερῆ διάκρισιν τῶν σημαινομένων ἑτέ‐
30ροις δεδήλωται. τούτων δὲ τῶν τόπων κατὰ σύγκρισιν στοιχειο‐ γραφέντων σκοπεῖν δεήσει, τίνες ἀστέρες ἔπεισιν ἢ προσμαρτυ‐ ροῦσιν, πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί, καὶ τίνων τὰ ζῴδια τυγχάνει καὶ εἰ τροπικὰ ἢ στερεὰ ἢ δίσωμα ἢ κάθυγρα ἢ χερσαῖα ἢ ἀσελγῆ ἢ λατρευτικὰ καὶ τὰ λοιπά· ὁμοίως δὲ καὶ τοὺς κυρίους
35τῶν τόπων, τίς τίνος κυριεύσας ἐν ποίῳ τόπῳ ἔπεστιν. ἐν δὲ ταῖς ἰδίαις διαιρέσεσι τῶν χρόνων σκοπεῖν, ἀπὸ ποίου τόπου εἰς
τίνα ὁ χρόνος καταλήγει, τά τε ἔτη ἃ κατάγει τις ἀπὸ ἑκάστου335

336

τόπου ἀπολύειν· οὕτως τε ἀνακυκλούμενοι οἱ ιβʹ τόποι εἰς ἀλλή‐ λους καὶ τὸ ἀποτέλεσμα καὶ τὸ εἶδος προδηλώσουσιν. πρὸ πάν‐ των δὲ τοὺς τόπους μοιρικῶς δεῖ λογίζεσθαι, καὶ ὁπόταν τε ἡ τοῦ ὡροσκόπου μοῖρα καταληφθῇ, ἀπ’ ἐκείνης τῆς μοίρας ἐξα‐
5ριθμεῖν ἕως συμπληρώσεως τριακονταμοίρου τοῦ ἑξῆς ζῳδίου· καὶ ἐκεῖνος ἔσται περὶ ζωῆς τόπος· εἶθ’ ὁμοίως ἕως συμπλη‐ ρώσεως ἄλλων μοιρῶν λʹ περὶ βίου καὶ τὰ ἑξῆς ὡς πρόκειται. πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπεσόντες ἀμφό‐ τερα τὰ εἴδη προδηλοῦσι κατὰ 〈τὰσ〉 μοιρικὰς αὐτῶν διαστάσεις.
10ὁμοίως δὲ καὶ τὸν κύριον τοῦ ζῳδίου σκοπεῖν, 〈ἐν〉 ποίῳ ζῳδίῳ τυγχάνει ἢ ποῖον τόπον διακρατεῖ κατὰ τὴν ἑαυτοῦ ἰσομοιρικὴν κανονογραφίαν· οὕτως γὰρ εὐσύνοπτος ὁ τρόπος κριθήσεται. εἰ δέ τις πλατικῶς καθ’ ἕκαστον ζῴδιον ἕνα τόπον λογίζοιτο, ὅπερ ἐστὶ σπάνιον, ἐν συνοχαῖς καὶ ὕβρεσι γίνονται ἢ πραγμάτων περι‐
15πλοκαῖς. εἰ δ’ ὁ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἡλίου ἢ καὶ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι δηλοῖ καὶ τὰ ἑξῆς. † Γενήσεται οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς
20μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τοὺς χρόνους, καθὼς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἂν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύ‐ τας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἢ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ
25πότερον ἀπὸ κέντρου εἰς ἐπαναφορὰν ἢ εἰς ἀπόκλιμα ἢ 〈ἀπὸ〉 ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἢ ἀνατολικὸς ὑπάρχων κατὰ τὴν τῆς καταβολῆς χρονογραφίαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αἱ καιρικαὶ ἀποτελεσμα‐ τογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς·
30τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογι‐ σάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομέ‐ νου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρό‐ κειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφορὰν † ἐπὶ Κρόνον καὶ Δία καὶ
35Ἄρεα εὑρήσομεν † ἀλλ’ ἀνεπαίσθητον καὶ ἐν αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τὸ τετράγωνον καὶ τρίγωνον καὶ
διάμετρον γινομένους εὑρήσομεν.336

337

〈γʹ.〉 Ἀγωγὴ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς πρὸς Σελήνην. Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθὼς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρ‐
5χὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνῃ θʹ, εἶτα Ἑρμῇ θʹ, ἑξῆς Ἀφροδίτῃ θʹ, εἶτα Ἡλίῳ θʹ, εἶτα Ἄρεϊ θʹ, εἶτα Διὶ θʹ, εἶτα Κρόνῳ θʹ· καὶ ἑξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρηʹ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ ὁ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι.
10 Πάντες μὲν οὖν καθὼς πρόκεινται χρῶνται· ἐμοὶ δ’ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· τὸ πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας τὸ διάφορον, ὧν ἐπέχει ἡ Σελήνη, καὶ τὸ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θʹ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἑξῆς ζῳδίοις διδόναι ἀνὰ
15θʹ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θʹ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρό‐ νου, προκατοπτεύσαντας τὸ κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θʹ μηνῶν ἐγένετο· ὅπου δ’ ἂν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἢ
20ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβʹ ἀφέσεις τὴν αὐτὴν δύνα‐ μιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τὸ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι † προσημαινομένων. καὶ οὕτως μὲν τοῖς ιβʹ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θʹ εὑρήσομεν τὴν συμπλήρω‐ σιν ρηʹ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς
25αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθ’ ἑκάτερα ἥ τε Σελήνη παρὰ τὰς στά‐ σεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφορὰν ἀπεργά‐
30ζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ
ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ337

338

ὡς ἐπὶ τὰς τοῦ ὡροσκόπου μοίρας· ἐὰν δὲ ἡττόνων, τὸ κατὰ φύσιν βέλτιον· ἐὰν δὲ ἀπόστροφος τοῦ ὡροσκόπου εὑρεθῇ, χαλε‐ πός· καὶ ἐφ’ ὅσον μὲν ἐπιθεωρεῖ τόπον τινὰ ἀφετικὸν ἢ ἀστέρος ἢ ζῳδίου κατὰ τὴν τοῦ ζητουμένου χρόνου μετάβασιν, ἀγαθοποιὸς
5καθίσταται· ὅταν δὲ ἀπαλλαγῇ τοῦ ζῳδίου ἢ τῶν μοιρῶν κατὰ προποδιστικὴν ἢ ἀναποδιστικὴν φάσιν, κακοποιὸς καὶ βλαπτικὸς ὑπάρχει. παρατηρητέον δὲ καὶ τὴν Σελήνην πρὸς τὰς τοῦ Ἡλίου καὶ τῶν κέντρων ἰσομοιρίας ἢ τετράγωνον ἢ τρίγωνον ἢ διάμε‐ τρον· οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὰς διαστάσεις τῶν ιεʹ μοιρῶν
10ἢ τῆς τοῦ ζῳδίου ἡμισείας ἀναφορᾶς· τότε γὰρ δοκεῖ τὴν κίνησιν ποιεῖσθαι. μάλιστα μὲν οὖν καὶ ὁπόταν ἔν τινι χρόνῳ κατὰ δύο συνδέσμων φέρηται, ἀναμφίλεκτος ἔσται ἡ ἀναίρεσις· ἡ δὲ διά‐ κρισις τοῦ θανατικοῦ κύκλου καταληφθήσεται ἔκ τε τῆς ἡλιακῆς καὶ σεληνιακῆς μοίρας, καθὼς ἐκτεθείμεθα † κατ’ ἀμφοῖν καὶ
15κατὰ τὰς ἀγωγὰς ἀνακυκλουμένων, ἢ καὶ ἐξ ἑτέρας δυναστικῆς ἀγωγῆς συντρεχούσης τοῖς συνδέσμοις. 〈δʹ.〉 Περὶ κλιμακτήρων. Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε τὸ ἀγαθὸν καὶ τὸ φαῦλον ἐνεργητικαὶ
20καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδι‐ κοὺς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἢ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λʹ· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λʹ χρηματίζειν· εὗρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς
25τοὺς ἄλλους συντιθέναι· δʹ, ἔπειτα εʹ, γίνονται θʹ· εἶτα ϛʹ εἶτα ζʹ, γίνονται κβʹ· εἶτα ηʹ, λʹ· συμπληροῦται ἄρα τὰ λʹ ἐκ τεσσά‐ ρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δʹ, εἶτα καὶ αὐτὸς ὁ λʹ. Ζεὺς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γʹ δʹ εʹ γίνον‐ ται ιβʹ· Ἄρης δὲ δʹ εʹ ϛʹ, γίνονται ιεʹ. Ἀφροδίτη δὲ ἀσύνδετος
30εὑρέθη· ἕξει οὖν τὸν διὰ τῆς ηʹ. Ἑρμῆς δὲ τὸν διὰ τῆς δυάδος· βʹ γʹ δʹ εʹ ϛʹ γίνονται κʹ. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γʹ δʹ εʹ
ϛʹ ζʹ γίνονται κεʹ. Ἥλιος δὲ τὴν ἐννεάδα· θʹ ιʹ γίνονται ιθʹ· ἔτι338

339

δὲ καὶ τῆς εἰκοσάδος δεσπόζει ὁ Ἥλιος· συνέστηκε δὲ αὕτη ἔκ τε μονάδος καὶ ἐννεακαιδεκάδος, ἐπειδὴ ὁ Ἥλιος ἐν τῷ ἡμερονυκτίῳ μίαν μοῖραν διαπορεύεται, τουτέστιν ἐν ταῖς κδʹ ὥραις ποιεῖται φάσεις δʹ, μίαν μὲν ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας, δευτέραν δὲ
5ἀπὸ μεσημβρίας ἕως δύσεως, τρίτην δὲ ἀπὸ δύσεως ἕως μεσο‐ νυκτίου, τετάρτην δὲ ἀπὸ μεσονυκτίου ἕως ἀνατολῆς. ἐὰν οὖν συνθῶμεν τὰς μοίρας τῶν φάσεων, τῆς μὲν αʹ ὥρας ϛʹ καὶ τῆς βʹ δώδεκα καὶ τῆς γʹ ιηʹ καὶ τῆς τετάρτης κδʹ, γίνεται ξʹ· τὸ ἡμε‐ ρονύκτιον γίνεται ξʹ. ὁ δὲ τρόπος νοητέος, ὅσπερ ἐστὶ κατὰ τὰς
10τοποθεσίας τῶν ἀστέρων χρηματιστικὸς παραχρῆμα κατὰ τὴν τῶν ζῳδίων φύσιν. 〈εʹ.〉 Περὶ κατακλίσεως καὶ καταρχῶν. Συγκρίνειν δὲ δεῖ καὶ τὰς γινομένας κατακλίσεις τὸν τρόπον τοῦτον. ἀπὸ τῆς γενεθλίου συνόδου ἕως τῆς γεννητικῆς ἡμέρας
15μαθόντες τὸ τῶν ἡμερῶν πλῆθος ἐκκρούομεν ὁσάκις δυνατὸν τε‐ τραετηρίδας· τὸ περιττὸν τῶν δʹ ἀριθμῶν σημειωσάμενοι λαμβά‐ νομεν ἀπὸ τῆς συνόδου τοῦ καταγομένου ἔτους ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκκρούσαντες τετραετηρίδας τὸ περίλοιπον σημειούμε‐ θα. τρίτῳ δὲ λόγῳ λαμβάνειν χρὴ ἀπὸ τῆς πρὸ τῆς κατακλίσεως
20συνόδου ἕως τῆς κατακλιτικῆς ἡμέρας καὶ ἐκκρούσαντας τὰς τε‐ τραετηρίδας τὸν λοιπὸν ἀριθμὸν συγκρίνειν τοῖς προτέροις. ἐὰν δέ πως αἱ τρεῖς ψῆφοι τῆς γραφῆς εἰς ἕνα ἀριθμὸν καταλήξωσι, θανατικὸς ὁ χρόνος κριθήσεται. ἐὰν δὲ διάφοροι, κίνδυνος διὰ νόσου ἢ πά‐ θους ἢ σίνους διερχόμενος. διὰ πείρας δ’ ἡμῖν ἔδοξεν οὐ μόνον
25τὰς καταρχὰς τῶν κατακλίσεων χρηματιστικὰς ἡγεῖσθαι, ἀλλὰ καὶ παντὸς οἱουδήποτε οὖν πράγματος, ἥττονος ἐπισήμου, συστατικοῦ ἐπιψόγου, κοινωνικοῦ· καὶ ἁπλῶς οὐ μόνον τὰ εἰς ἀνθρώπους συντελούμενα, ἀλλὰ καὶ τὰ ἐξ ἀνθρώπων, οἷον κτήσεων ἀναθημά‐ των κατασκευάς, ἀγωγὰς στραταρχίας πολεμαρχίας, φαύλων καὶ
30ἀγαθῶν ἐγχειρημάτων· καὶ κατὰ εἶδος εἰ βουλοίμην λέγειν, πολὺς ἄν μοι ὁ περὶ τούτων λόγος ἀνυσθήσεται.
Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν339

340

αὐτοῦ μόνον τοῦ εἴδους ἡ ἀποτελεσματογραφία κριθήσεται, ἤτοι ἀγαθὴ ἢ καὶ ὡς ἐναλλὰξ ἢ ἐπίμονος ἢ εὐκαθαίρετος ἢ ὠφέλιμος ἢ ἐπιβλαβής· καὶ οὐχ ὥς τινες γόητες πάντα τὰ πράγματα ἀπὸ μιᾶς καταρχῆς λέγειν πειρῶνται, οὐ μόνον περὶ πραγματικῶν,
5ἀλλὰ καὶ περὶ χρόνων ζωῆς, ἀπατᾶν βουλόμενοι τὰς τῶν προ‐ σιόντων ψυχάς. ἀγαπητὸν γὰρ εἰ θέματος τεθέντος νήφοντι λο‐ γισμῷ κατὰ τὸ τῆς συγκρατικῆς καὶ κεντρικῆς συστάσεως ἄρξαιτό τις ἑρμηνεύειν μὴ διὰ πλήθους λόγων, ἀλλὰ διὰ βραχέων εἰς ἀλήθειαν εὐθυνόντων· οὗτος δόξειεν κυβερνήτης μὲν βίου, σύμ‐
10βουλος δὲ ἀγαθὸς καὶ ἀτρεκὴς προφήτης εἱμαρμένης καθεστάναι. ἀλλὰ τινὰ μὲν παρὰ τοὺς ἀμαθεῖς καὶ χρημάτων ἐραστὰς γίνον‐ ται· κολακεύοντες γὰρ καὶ ψευδεῖς ἡδονὰς ἐπεισφέροντες ἀμαυ‐ ροῦσι μὲν τὸν λογισμὸν καὶ μεταρσίους τὰς ψυχὰς τηρήσαντες ἀπ’ αἰθέρος εἰς γῆν καταρριπτοῦσιν· ὅθεν οἱ πλείους ὀδυνηρὰ λαμβά‐
15νοντες διασκευάζουσι τὴν πρόγνωσιν ἀνυπόστατον. 〈ϛʹ.〉 Περὶ εὑρέσεως ὡροσκοποῦντος ζῳδίου καὶ μοίρας ὡροσκοπούσης. Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἡλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ
20μοῖραν αʹ· ὅπου δ’ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ † τῇ Σελήνῃ καὶ τὸ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως τὸ ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἢ τὸ τε‐ τράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπ’ αὐτῆς ἀπο‐
25λύειν ὁμοίως. Ἄλλως. τὸ δωδεκατημόριον τοῦ Ἡλίου δεῖ ἐκβάλλειν ἀπὸ τοῦ εὐωνύμου τριγώνου· ὅπου δ’ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ἢ τὸ ὁμοιόπτωτον. Ἄλλως πρὸς ἀναγκαστικὴν ἀγωγήν. ἐφ’ ὅσον μὲν ὁ Ἥλιος
30ἐν τῷ συνοδικῷ ζῳδίῳ ἐπιπάρεστι τῆς Σελήνης διαπορευομένης τὸ ἑξῆς ἀπὸ συνόδου ζῴδιον, ἐστὶν ὡροσκόπος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἢ εἰς τὰ ἑξάγωνα ἢ τρίγωνα ἢ διάμετρα τῆς Σελήνης ἀπό γε τῆς προσνεύσεως αὐτῆς, ἀφ’ ἧς ὁ ἔλεγχος εὑρίσκεται. ὅταν δὲ σὺν τῷ Ἡλίῳ τύχῃ 〈καὶ〉 κεντροῦται ἡ Σελήνη, ἐὰν παραλλάξῃ ὁ
35Ἥλιος τὸ συνοδικὸν ζῴδιον τῆς Σελήνης ἔτι τὸν πρῶτον κύκλον340

341

διαπορευομένης, 〈εἰσ〉 τὰ τετράγωνα τῆς Σελήνης ἢ εἰς τὸ ἀσύν‐ δετον 〈ὁ〉 ὡροσκόπος εὑρεθήσεται. ἐὰν δέ τις προεπιγνῷ νυκτὸς καὶ ἡμέρας ἄτερ ὥρας, δύο ζῴδια ὡροσκοποῦντα δεῖ κρίνειν. 〈ζʹ.〉 Περὶ ἀρσενικῆς καὶ θηλυκῆς γενέσεως καὶ
5τεράτων ἢ τετραπόδων. Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἂν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχῃ, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς
10ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡρο‐ σκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διά‐ μετρον [καὶ] δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἢ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.
15 Οἷον ἔστω ἡ Σελήνη Ἰχθύσι μοίρᾳ ιθʹ· τὸ δωδεκατημόριον Ζυγῷ ἀρσενικῷ καὶ ἀνθρωποειδεῖ ζῳδίῳ, καὶ ἡ γένεσις ἀρσενική. ἡ κυρία Ἀφροδίτη Τοξότῃ· ἡ ὥρα οὔτε πρόσθεσιν οὔτε ἀφαί‐ ρεσιν ἔχει, ἐπεὶ εἰς ἀνθρωποειδῆ ἐξέπεσεν. λαμβάνω οὖν τοὺς κυρίους τοῦ τε Ζυγοῦ καὶ Κριοῦ, Ἀφροδίτην καὶ Ἄρεα· ἦν δὲ ὁ
20μὲν Ἄρης Παρθένῳ, ἡ δὲ Ἀφροδίτη Τοξότῃ· ὁ δὲ ὡροσκόπος ἐκ τοῦ ἀναφορικοῦ ψηφισθεὶς κατὰ τὸν διδόμενον ὡροσκόπον εὑρέθη Λέοντι μοίρᾳ ιεʹ. ἐκβάλλω οὖν ἀπὸ τούτου δωδεκατημόρια ἕως Ἄρεος 〈καὶ〉 Ἀφροδίτης καὶ τὴν συνέγγιστα τῆς ὡροσκοπούσης μοίρας τοῦ Λεόντος ιεʹ ἡγοῦμαι κυρίαν τῆς μονομοιρίας. ἕως οὖν
25Ἄρεως τοῦ ἐν Παρθένῳ ἀπὸ Λέοντος μοίρας ιεʹ γίνεται νεʹ ἡ διάστασις· εἰς τὰς ιεʹ ἀπολύω ἄλλα δύο δωδεκατημόρια ἕως Σκορπίου· γίνονται μοῖραι ιϛʹ· ἡ γὰρ Ἀφροδίτη Τοξότῃ εὑρέθη, ὥστε καὶ Τοξότῃ μέρος ἐὰν δῶμεν τοῦ δωδεκατημορίου, ἔσονται ιβʹ· συνέγγισται αὗται αἱ μοίραι τῇ τοῦ Λέοντος ιεʹ. ἐπεὶ οὖν
30τὸ δωδεκατημόριον ἔγγιστα ἔχει, δεῖ ζητεῖν μονομοιρίαν Ἀφρο‐ δίτης ἐν Λέοντι περὶ μοίρας ιαʹ καὶ ιβʹ καὶ ιγʹ κἀκεῖνο ἡγεῖσθαι ὡροσκοπικόν. Ἄλλως. ἀεὶ μὲν οὖν ὁ Ἥλιος τὸ μέγεθος τῆς ἡμέρας καὶ τῆς ὥρας ἀποδείκνυσι, καθ’ οἷον ζῴδιον ἐπιπαρὼν τυγχάνει. ἐκ
35δὲ τῆς ὥρας συνίσταται ὁ ὡροσκόπος, ἐκ δὲ τοῦ ὡροσκόπου 〈ἡ〉341

342

μοῖρα, ἐκ δὲ ταύτης ἡ τοῦ ὡροσκόπου ἀτρεκὴς μοῖρα, ὑπ’ ἀλλή‐ λων φυόμενοι καὶ ἡνιοχούμενοι, στηρίζοντες, καὶ μάλιστα περὶ τῶν ἡμέρας γεννωμένων. ἐπὶ δὲ τῶν νυκτὸς λαμβάνειν χρὴ τὰς ὑπολειπομένας τοῦ Ἡλίου μοίρας καὶ † τοὺς καταλειφθέντας
5μοίρας ἐφέξειν τῶν ἀνακειμένων εἰς τὰς τριακοντάδας. εἰ δέ τις πλάνη περὶ τὸν ὡροσκόπον νομίζοιτο, εἰσελθόντας χρὴ εἰς τὸ ἀναφορικὸν κατὰ τὴν τοῦ θέματος διαταγὴν σκοπεῖν τὸ ὡριαῖον μέγεθος, πόσον διάστημα τῶν ἀριθμῶν ἐπέχει, καὶ προσθέντας τῷ ἐγκλίματι καὶ ἀφελόντας κατὰ τὴν δοκοῦσαν πλάνην τὴν εὑρε‐
10θεῖσαν μοῖραν κρίνειν ὡροσκοπικήν· αὕτη γὰρ στιγμῇ διὰ τῆς παρεγκλίσεως ἑκάστης γενέσεως τὸν ἔλεγχον ἀποδείκνυσιν. ἐντεῦ‐ θεν δὲ ὁ τῆς ὡριμαίας λόγος μυστικῶς προδηλοῦται· οὐ γὰρ πᾶσα γένεσις τὸν αὐτὸν ἀφηλιώτην ἢ τὴν ἴσην διάστασιν ἐφέξει, ἀλλ’ ὁτὲ μὲν εἰς μῆκος ἀνακυκλούμενον, ὁτὲ δὲ βʹ ἢ γʹ ζῴδια, ὁτὲ δὲ
15οὐδ’ ὅλως· εἰ δέ τις βούλοιτο καὶ τὸ μέρος τῆς ὡροσκοπούσης προγινώσκειν, ἐξ αὐτῆς τῆς εὑρεθείσης μοίρας καταληπτὸς ἔσται, καθὼς καὶ ἐν τῇ προτέρᾳ βίβλῳ ἀπεδείξαμεν. καὶ νῦν δὲ προσ‐ υπομιμνήσκωμεν σαφέστερον· τὸν ἀπὸ συνόδου ἐπὶ τὴν κατ’ ἐκτροπὴν Σελήνην μοιρικῶς λόγον ἐξαριθμησάμενος δίπλου τὸν
20ἀριθμόν· [ὃν] ὁ πρῶτος ἀριθμὸς ἀπὸ τῆς συνοδικῆς μοίρας ἀφε‐ θεὶς ἀνωφερῶς τὸ ἀφηλιωτικὸν μέρος ἐμφαίνει, ὁ δὲ δεύτερος ἀπὸ συνόδου κατωφερῶς τὸ λιβυκὸν μέρος. λαμβάνειν οὖν χρὴ ἀπὸ τῆς ἀφηλιωτικῆς μοίρας ἐπὶ τὴν λιβυκὴν καὶ τὸ συναχθὲν πλῆθος σκοπεῖν, πόσον μέρος ποιεῖ τῶν τξʹ, καὶ ἐκεῖνο τὸ μέρος
25τῆς ὥρας ἡ γένεσις φέρει πρὸς τὰς πεπληρωμένας ὥρας. ὡσαύ‐ τως δὲ καὶ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας τὸ πλῆθος τῶν μηνῶν διεκβάλλειν ἀνωφερῶς καὶ κατωφερῶς πρός τε τὸ ἀφηλιωτικὸν καὶ λιβυκὸν ἡμισφαίριον. Ἄλλως. κατὰ μόνας μὲν ἕκαστος τῶν κλήρων ἐμφαίνει τὴν
30ὡροσκοποῦσαν μοῖραν, οἷον εἰ τύχης ὁ κλῆρος ἐστὶν ἐπί τινος ζῳδίου ἐκπεπτωκὼς πλατικῶς· κατὰ μέντοι τὸν μοιρικὸν λόγον τῆς Σελήνης ἐφέξει τὰς μοίρας ἐξαριθμῆσαι, οἷον ἄχρι ἀπὸ Σε‐ λήνης ἐπὶ Ἥλιον, καὶ τὸ γινόμενον πλῆθος ἀποδιδόναι ἀπὸ τοῦ κλήρου ἀνωφερῶς· ὅπου δ’ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει.
35ὁμοίως δὲ καὶ δαίμων καθολικῶς ἐπί τε τῶν νυκτερινῶν καὶ ἡμε‐ ρινῶν ἐνεργήσει ζῳδιακῶς πρὸς σύγκρισιν, μοιρικῶς δὲ κατὰ τὸν
Ἥλιον· εἶθ’ οὕτως ἀριθμεῖν ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην342

343

καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς, νυκτὸς δὲ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ἀπὸ δαίμονος κατωφερῶς, ἢ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς· κατ’ ἀμφότερα δὲ τὸ ἐκβησόμενον εἰς τὸ αὐτὸ τὴν κατάληξιν ἔχει. αὕτη οὖν [ἡ]
5χρηματιστικὴ μοῖρα κριθήσεται· ἡ δὲ σύγκρισις τοῦ ζητουμένου κατὰ τὴν προκειμένην ἀγωγὴν διαληφθήσεται ἐκ τοῦ ἀναφορικοῦ καὶ τῆς παρεγκλίσεως, ὅσον χρόνον διείληπται τὸ μέγεθος τῆς ὥρας, ἐπιπροσθέντας τῷ ἐγκλίματι ἢ ἀφελόντας λογίζεσθαι, ὅσον τὸ διάστημα τῶν μοιρῶν, καὶ ταῦτα πάλιν ἐπιπροσθέντας τῇ
10προευρεθείσῃ χρηματιστικῇ μοίρᾳ ἢ ἀφελόντας ἐκείνην ἡγεῖσθαι ὡς ὡροσκοπικήν. ὅθεν αἱ τῶν οἰκήσεων τοποθεσίαι κατὰ τὴν τοῦ ὁρίζοντος παρέγκλισιν ἄλλοτε ἄλλως ἀναμετρούμεναι διαφο‐ ρὰν οὐ τὴν τυχοῦσαν ἐνδείκνυνται, οὔτε τοὺς αὐτοὺς χρόνους βιώ‐ σονται οἱ ἐν τῇ Ῥώμῃ γεννηθέντες τοῖς ἐν Βαβυλῶνι οὐδ’ ἕτεροι
15ἑτέροις· ἀλλ’ ὁτὲ μὲν διαφορὰ ἐλαχίστη εὑρεθήσεται, ὁτὲ δὲ με‐ γίστη, ὁτὲ δ’ ὑπερβάλλουσα· εἰ γὰρ ὥρα ὥρας μυρία ὑπερτείλασα δύναμιν ἔχει καὶ ἡμέρας, πῶς οὐχὶ καὶ κλίμα κλίματι διὰ τὰ τῆς γῆς σκιάσματα καὶ τὰς ἀνοδίας καὶ στάσεις τοῦ Ἡλίου πρὸς τοὺς ὁρίζον‐ τας. ἀλλὰ ταῦτα τοῖς πλείστοις δυσέφικτα καὶ ληρώδη τυγχάνει, τοῖς
20δὲ σοφοῖς ἀπόδειξις τῶν προκειμένων τὰ γινόμενα ἀποτελέσματα. Ἄλλως. τὰς τοῦ Ἡλίου καὶ τὰς τῆς Σελήνης μοίρας ἐπι‐ συνθέντας χρηματιστικὸν γνώμονα ἡγεῖσθαι καὶ συνεκτικὴν μοῖραν καὶ κατὰ τὴν 〈τοῦ〉 προστάσσοντος διάκρισιν ἐνεργητικήν· ἔπειτα ἀπὸ τοῦ δοκοῦντος ὡροσκοπικοῦ ζῳδίου ἀπὸ τῆς αʹ μοίρας ἀρξά‐
25μενος ποίει τοὺς δύο κλήρους, ἕως ἰσάριθμοι γένωνται Ἥλιος καὶ Σελήνη. πάντως γὰρ δεῖ δύο μοίρας ἑκάστῳ ζῳδίῳ ὡροσκοπεῖν μετ’ ἀνάγκης ἢ ἔσθ’ ὅτε καὶ γʹ, ὅταν ἐν ἀρχῇ τοῦ ζῳδίου κατα‐ λήξῃ ὁ σύμπας ἀριθμὸς Ἡλίου καὶ Σελήνης ἐν μέσοις ἢ ἐπὶ τέλει· κατὰ γὰρ τὸν ἰσημερινὸν χρόνον ἡ πρόσθεσις καὶ διαίρεσις
30γινομένη τὴν συμφωνίαν τῶν μοιρῶν ἐνδείξονται. ὁμοίως δὲ καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης· καὶ γὰρ ἡ Σελήνη διὰ δύο ἡμερῶν καὶ ἡμίσους διέξεισι τὸ ζῴδιον. δίχα μὲν οὖν τμηθεὶς ὁ γνώμων εἰς τὴν αὐτὴν συμφωνίαν ἀποκαθίσταται. ἀπὸ γὰρ τῶν ἀθανά‐ των [τῶν] στοιχείων ἡ φύσις εἰς ἡμᾶς τὰς ἀπορροίας πέμπουσα
35σύμπηξιν κοσμικὴν ἀπεργάζεται καὶ δημιουργεῖ ἠρέμα τὰ πάντα
†ἀμισθαφῶς τε καὶ ἀποικίλως, μὴ ὑπερβαίνουσα δὲ τοὺς ὅρους343

344

τῆς νομοθεσίας κόσμον διευθύνει, ὑπηρετοῦσα δὲ τοῖς κοσμικοῖς καὶ † ἐξ ὕπνου μέγεθος καὶ εἰς μακρὸν αἰῶνα κυκλοστρεφουμένη τὰς τῶν ἀνθρώπων καὶ ζῴων γενεὰς φυτῶν τε καὶ καρπῶν εἴδη ἃ μὲν φθείρει καὶ δαπανᾷ καὶ εἰς λήθην ἄγει, ἃ δὲ γεννῶσα καὶ τρέφουσα
5ἀνανεοῖ πάλιν· καὶ οὔτε μὴν ἀΐδιόν τι καὶ ἐπίμηκες περὶ μονὴν τῶν ἐπὶ γῆς οὔτε φθαρτὸν καὶ ἔρημον, ὅπως καὶ ἡ γῆ χηρεύ‐ ουσα ἀμορφίας τύπον ἀναλάβῃ, ἀλλὰ καὶ κυβερνωμένη ὑπὸ τῶν οὐρανίων καὶ ἀγαλλομένη τοῖς περὶ αὐτὴν ἀγαθοῖς καὶ ἀγλαοφο‐ ροῦσα καὶ χρωμάτων εἴδεσι μεταμορφουμένη εὐμορφώσῃ· οὐδὲν
10γὰρ τῶν ἐν κόσμῳ στοιχείων ἄμορφον. καὶ τὴν θάλασσαν ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν ἀνέμων γυμναζομένην ἀνανεοῦσι, καὶ διὰ τὴν χροιὰν ἀποκαθίσταται πλοῦς καὶ ναμάτων ἀπὸ τῆς γῆς ἐπι‐ σωρευομένην, καὶ πάντοτε πλημμυρουμένη οὐδέποτε λήγει οὐδὲ μὴν πλημμυρεῖ ὑπὲρ τὴν φύσιν, τοῖς εἰς ἑαυτὴν δὲ ἀνακεχυμένη
15μυρίοις κλύδωσιν ἑστάναι δοκεῖ, καίπερ ἀστήρικτος οὖσα· νηκτῶν δὲ πλῆθος ἰχθύων ἐν τοῖς κόλποις καὶ κοιλώμασιν ἀνατρέφουσα ἃ μὲν † ἀπὸ κήτοις, ἃ δὲ εἰς χρῆσιν ἀνθρώπων δημιουργεῖ, ἃ δὲ εἰς ἀλλήλων βοράν. ἀλλ’ οὐδὲ μὴν ὁ δοκῶν ἀὴρ κενὸς ὁρᾶσθαι ἀργὸς καὶ ἄπρακτος τυγχάνει, ὑπὸ δὲ τῶν πνευμάτων ἡνιοχούμε‐
20νος καὶ ταχέως μεταμορφούμενος ποικίλος ὁρᾶται καὶ λεληθότως ἡμῖν τὸ ζωτικὸν πνεῦμα μετὰ εὐκρασίας ἀπεργάζεται, πτηνῶν δὲ παντοίων ἰδέα αὐτὸν ἐγχορεύουσα ὄχλον καὶ τέρψιν τῇ θεωρίᾳ παρέχεται. καὶ οὕτω τῶν στοιχείων κατὰ τὸν φυσικὸν λόγον ἕτε‐ ρον ἐξ ἑτέρου γινόμενον καὶ ἀνατυπούμενον καὶ εὐμορφίαν καὶ
25χρῆσιν ἰδίαν κεκτημένον τὴν κοσμικὴν σύστασιν ἐνδείκνυται· οὐδὲν γὰρ καθ’ ἑαυτὸ μένον πλεονεκτεῖ τὸ ἕτερον, ἀλλ’ ἄχρηστον καὶ βλαβερὸν τυγχάνει· συγκιρνάμενον δὲ ἑτέρῳ εὐκρασίαν ἀποτελεῖ διὰ παντὸς χρώμενον ὑπὸ πάντων οὐκ ἀναλοῦται· δοκεῖ δὲ καθὼς ὁρῶμεν ἡ γῆ καταβραβεύειν τῶν λοιπῶν ἐπέχουσα αὐτὴ τὰ πάντα
30ὡς πρόγονος. ηʹ. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὰ ἀπογώνια. Πᾶσαι μὲν οὖν αἱ προκείμεναι ἀγωγαὶ χρηματιστικαὶ καὶ
εὐκατάληπτοι τοῖς ἐντυγχάνουσίν εἰσιν, αἵτινες εἰς ταὐτὸ καταλή‐344

345

γουσι, τουτέστι [καὶ] εἰς τὴν αὐτὴν μοῖραν, οὐ μέντοι τὴν αὐτὴν δύναμιν τῶν χρόνων· ὅθεν χρὴ τοὺς βουλομένους τυχεῖν τῶν τοι‐ ούτων μετὰ πάσης σπουδῆς καὶ προθυμίας ἐπιβάλλεσθαι. ὁ γὰρ θέλων πονεῖν κρατεῖ ὧν ἐπιθυμεῖ· παντὶ γὰρ πράγματι καλῷ τε
5καὶ φαύλῳ συνέπεται πόνος καὶ λογισμὸς ἄστατος ἐπί τε βασι‐ λικῶν καὶ ἡγεμονικῶν ἀρχηγικῶν πλουσίων πενήτων καὶ ἐπὶ τέχναις καὶ ἐπιστήμαις· ἀλλ’ οὐδὲ μὴν ἡδοναὶ καὶ τέρψεις ἀμε‐ ρίμνως καὶ ἀλύπως διευθύνουσιν, ἔχουσι δὲ παρείσδυσιν καὶ φιλαυτότητα καὶ λύπην ψυχικὴν αἰωνίαν. πλουσίαν οὖν μαθη‐
10μάτων τράπεζαν παρασκευασάμενος συνεστιάτορας ἐπὶ τὸ σύν‐ δειπνον ἀνακέκληκα· οἱ οὖν βουλόμενοι θοινᾶσθαι διὰ τὴν τοῦ σώματος φυσικὴν ὑπηρεσίαν ἐνεργείτωσαν, βοηθοῦντος αὐτοῖς μὴ λάβρως μηδὲ ἀκορέστως ταῖς τροφαῖς χρωμένοις, ἀλλ’ ἐφ’ ὅσον ἡδονὴν αὐτάρκη τὰ ἐδέσματα δύναται παρέχεσθαι· τὰ δὲ παρὰ
15φύσιν βλάπτειν εἴωθεν. εἰ δέ τις τῶν κεκλημένων ἐθέλοι ἀβλα‐ βὴς διαμένειν, μιᾷ μερίδι ἢ καὶ δευτέρᾳ χρησάμενος εὐφρανθή‐ σεται· καθάπερ γὰρ ἐπί τινος πυρὸς κατὰ βραχὺ ὕλη προσμεμι‐ γμένη ἀκμαιοτέραν καὶ μείζονα τὴν φλόγα παρασκευάζει κατεργα‐ στικωτέραν τε καὶ λαμπροτέραν, ἀθρόως δὲ αὐτῷ συνεμπεσοῦσα
20ἠμαύρωσε καὶ κατέσβεσε τὴν εὐμορφίαν τοῦ φωτὸς καὶ πρὸς τούτοις θολώδη καπνὸν καὶ βαρυτάτην ὀδμὴν τοῖς πλησίον μετὰ δακρύων παρέχεται, τοῖς δὲ πόρρωθεν θρύαλλον μέγαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων ἀγωγῶν ἐάν τις μιᾷ ἢ καὶ δευ‐ τέρᾳ συγχρονίσαι, εὐκατάληπτον ἕξει τὸ ζητούμενον μεθ’ ἡδονῆς
25καὶ τέρψεως εἰς ἀεὶ [δὲ] διατρίβων καὶ φαντασιούμενος. εἰ δέ τις εἴη μὲν ἐκ τοῦ ἀναγινώσκειν δυσνόητος, θέλοι δὲ εἰς μίαν ἡμέραν δύο καὶ τρεῖς βίβλους διεξιέναι, τὴν μὲν ἀλήθειαν οὐκ ἐξιχνεύσει, παραπλήσιος δὲ ἔσται χειμάρρῳ ποταμῷ σύροντι φορ‐ τίον ἄκαρπον καὶ ἀνωφελὲς τοῖς ὁρῶσιν ἢ παλινδρόμῳ εἰς μάτην
30ὀξέως φερομένῳ· οὐδέ γε ἵππος χωρὶς σταδίου καὶ πολέμου ἐπ’ ἐρημίας τρέχων ἔπαινον οἴσεται. ἐὰν δὲ ὁ μὲν ποταμὸς φέρῃ ἔγκαρπον φορτίον, ῥᾳδίως εἰς αὐτόν τινες εἰσπηδήσουσι τυχεῖν τοῦ καρποῦ, κἂν ῥοθίως ἢ ἐπικινδύνως. ἡ δὲ ναῦς ῥοθίως δρο‐ μήσασα κατὰ τρόπον μεγίστην χαρὰν τοῖς ναυτιλλομένοις παρέχει·
35ὁ δὲ ἵππος ἕξει σταδίῳ διαθεύσας ἀγάλλεται μὲν πρὸ τῶν ἐπαί‐345

346

νων καὶ πολλοὺς ἐραστὰς ἐπάγεται καὶ πολλῆς ἐπιμελείας τυγχά‐ νει καὶ ἄθλων πόνους διαλαμβάνεται. Οὕτως καὶ οἱ μετὰ ἀκριβείας καὶ συνέσεως μεμυσταγωγημένοι ἐπαίνου μὲν καταξιοῦνται, ἡδονὴν δὲ καὶ ὠφέλειαν ἑαυτοῖς περι‐
5ποιοῦνται· οἱ δὲ ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι ῥᾳδίως τὴν ἐπιστήμην χλευάζουσι διὰ τὸ καὶ μὴ εὐμάθειαν ἑαυτοῖς ἐπιμεί‐ ρεσθαι καὶ ἀθανασίαν. οὐδὲ γὰρ ἀρκετόν τι ἡ φύσις τοῖς ἀνθρώ‐ ποις ἐδωρήσατο τὰς ἐπικύκλους τῶν ἀστέρων θεωρίας εἰδέναι σταθμοῖς καὶ μέτροις ἀμεταθέτοις, ἀλλ’ ἔτι καὶ κύκλοις διήρ‐
10θρωσε τὰ πάντα· διὸ εὐσύνοπτα τὰ θνητῶν τελίσκεται. εἴ γε τὰ μεριζόμενα καὶ συλλογιζόμενα ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις πρὸς ἀκριβῆ μάθησιν δυσέφικτα τυγχάνει, οἷον κλιμάτων καὶ ἐθνῶν ἀπομετρήσεις, θαλάσσης ὅροι καὶ σταθμοί, τὸ βραχύτατον καὶ ἐθνῶν ἀσθενέστατον τὴν τοῦ μὴ συνορᾶν πόρρωθεν (ἅπερ
15εἰκάζει τις μέχρις οὗ πλησίον γένηταί πως) ἴσχει διὰ τῆς τῶν ἄλλων ἁρμονίας, ἄνθρωποι διεξιχνεύοντες τὸν οὐράνιον κύκλον καὶ τὰς τῶν ἀστέρων κινήσεις Ἡλίου τε καὶ Σελήνης δρόμους ἐνιαυσίων τε καὶ μηνιαίων καὶ ὡριαίων μέρη τροπάς τε καὶ μετα‐ βολὰς ἀέρων συναφάς τε καὶ ἀπορροίας ἐκ τοιαύτης προγνώσεως
20ἀθανασίας δόξαιεν ἂν μετειληφέναι καὶ πρὸ καιροῦ τοῖς θεοῖς προσομιλεῖν· εἴ γε κατὰ τὸν ποιητὴν
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων. Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων (κοινὸς
25γὰρ ὁ θεός) τὰς ψυχὰς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περι‐ βάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἵ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανα‐ σίας ἠτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ
30ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ
ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μὴ φυγόντες τὸν νόμον. ὅτι μὲν346

347

γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δ’ οὓς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τὰς μοί‐ ρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων
5ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἔστι γὰρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δ’ αὐ‐ τοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τού‐ τοις ὁ ποιητὴς λέγων·
Σειρὴν χρυσείαν ἐξ οὐρανόθεν κρεμάσαντες
10καὶ τὰ ἑξῆς· τὴν μὲν ἀπειλὴν τοῦ Διὸς ἐνεδείξατο ὡς δυναμένου τοῦτο πρᾶξαι ὅπερ εἶπεν, ἀλλ’ ὑπέμνησεν αὐτὸν μηδὲν παρὰ τοὺς νόμους ὑπερβῆναι οὐδ’ ἀδικεῖν ἐπὶ θεοῖς· μυστικῶς δὴ ταῦτα εἴρηται καὶ οὐχ ὥς τινες διαλαμβάνουσι *** μεμνῆσθαι αὐτὸν καὶ ἐπὶ τῆς Ἕκτορος ἀριστείας, ὅτι ἐφ’ ὅσον μὲν αὐτοῦ ἡ ὑπό‐
15στασις τῶν χρόνων ὑπῆρχεν, ἀκατάληπτος ἦν καὶ πολλοὺς ἀνῄρει τήν τε τάφρον διελθὼν καὶ τὰς πύλας ῥήξας τῶν Ἑλλήνων ἐμ‐ πρήσας τε τὸν σταθμὸν
Μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ· καὶ ἐδόκει γὰρ βοηθεῖσθαι ὑπὸ Ἀπόλλωνος. ὅτε δὲ τὸ μοιρίδιον
20αὐτῷ ἐπέστη πληρωθέντων τῶν χρόνων, τρωθεὶς ὑπὸ Ἀχιλλέως
Ὤιχετο δ’ εἰς Ἀίδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. Ὁμοίως δὲ καὶ Ἀχιλλεὺς τὸ Τρωικὸν πεδίον αἵματι πληρώ‐ σας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ [ὑπὲρ] ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃ‐
25ρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεὺς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι
30καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς
προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ347

348

οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρώποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατα‐ σκευάζεται ὑπὸ εἱμαρμένης τὰ μέλλοντα ἔσεσθαι διά τε ἁρμο‐
5νίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν. Τούτων οὕτως ἐχόντων νῦν καὶ περὶ τῆς τῶν ἀπογωνίων δυνάμεως ἀρκτέον. τὴν μὲν πῆξιν Κριτόδημος ἐποιήσατο, τὴν
10δὲ εἴσοδον πρότερον αὐτὸς ἀνευρών, διασαφήσας δὲ ἐν ἑτέροις βιβλίοις καὶ νῦν δὲ ἀκριβέστερον ἐξευρὼν ἐπιδιαγραφήσω. πᾶσα γὰρ ἀγωγῆς εἴσοδος κατ’ ἀρχὰς ἀμελεστέραν τὴν εὕρεσιν ἔχει, ἐξιχνευθεῖσα δὲ ἐξ ὑστέρου βεβαιοτέρα καθίσταται. εἰ μὲν οὖν τις συν〈νοοίη〉 πότερος βελτίων, ὁ συντάξας σοφῶς καὶ κατεζητη‐
15μένως ἢ ὁ τὰς ἐπιλύσεις ἐξευρών, φήσει κατὰ τὸν ἐμὸν νοῦν τὸν ἐξευρόντα βελτίονα. καὶ γὰρ ὄργανον μουσικὸν οὐ τῷ κατασκευά‐ σαντι τὸν ἔπαινον παρέχει, ἀλλὰ τῷ μέλλοντι ἐμπείρως διὰ πνεύ‐ ματος μουσικὸν ἦχον ἐνδείκνυσθαι. ὁμοίως δὲ καὶ πᾶν εἶδος ὀργανοποιίας ἢ συντάξεως μὴ ἔχον τὸν εἰδημόνως προεστῶτα τοῦ
20ἔργου κενὸν καὶ μάταιον καὶ ἀργὸν νομίζεται· ἢν δέ τις αὐτὸ διαιρήσῃ κατὰ τρόπον ἢ καὶ ἐπιγνῷ τὴν δύναμιν, οὐ μόνον ἡδο‐ νὴν καὶ τέρψιν παρέχει, ἀλλὰ καὶ ὠφέλειαν καὶ δόξαν. πολλοὺς γοῦν ἐγὼ κατελαβόμην λογίους παραιτησαμένους τινὰς τῶν συγ‐ γραφέων διὰ τὸ σκολιὸν καὶ κατεζητημένον. ἀλλ’ εἰς τὸ προκεί‐
25μενον τὴν διάνοιαν μετάγειν 〈δεῖ〉. καὶ γὰρ ἐν ταύτῃ τῇ ἀγωγῇ συμφορεύειν Ἥλιόν τε καὶ Σελήνην, ὧν καὶ τὴν εἰς ἄλλους συμ‐ πάθειαν κοσμικὴν καὶ ἁρμονίαν μετὰ τὰς προγεγραμμένας 〈οὐκ〉 ἀναγκαῖον ἐπιβεβαιῶσαι διὰ πολλῶν. τὴν οὖν ἀπόδειξιν ποικί‐ λως ἔχει, πρότερον δὲ καθὼς ἑτέροις ἔδοξε προτάξω.
30 Ἐπιγνόντας οὖν χρὴ πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος εἰσέρχεσθαι εἰς τὸ ἀπογώνιον, καθ’ ὃ κλίμα ἔπεστιν, καὶ τὸ παρακείμενον τῶν μοιρῶν πλῆθος πολυπλασιάζειν ἐπὶ τὰς Ἡλίου μοίρας καὶ τοῦτο ἀπογράφεσθαι. ἔπειτα εἰς τὸ ἀναφορικὸν εἰσελθόντας κατὰ τὴν
ἡλιακὴν μοῖραν τὸ παρακείμενον μέγεθος ἐπὶ τὰς γεννητικὰς ὥρας348

349

πολυπλασιάζειν καὶ μὴ προσθέντας τὸ πλῆθος πολυπλασιάζειν ἐπὶ τὸ πρότερον εὑρεθὲν πολυπλασίασμα τῶν τοῦ Ἡλίου μοιρῶν καὶ τοῦ ἀπογωνίου πρὸς λεπτά. ὅταν δ’ ἅμα συγκεφαλαιωθῇ ἤτοι μυριάδων ἢ χιλιάδων ἢ ἑκατοντάδων, ἐκκρούειν ἐκ τούτων
5ὁσάκις δυνατὸν τριακοντάδας, τὸν δὲ λειπόμενον ἄλλων ἀπογρά‐ φεσθαι καὶ σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἢ προστιθέναι τῷ καταλειφθέντι μέρει τῆς τρια‐ κοντάδος ἢ τῷ μεγέθει τῆς ἡλιακῆς μοίρας· καὶ εὑρόντας τὰς μοίρας εἰσέρχεσθαι εἰς τὰ ἀπογώνια καὶ τὰ παρακείμενα ἔτη
10ἀποφαίνεσθαι καὶ τοὺς γʹ ὅρους. οὐ μὴν 〈ὥσ〉 τισιν ἔδοξε † παρὰ μὲν ἐμοῦ σαφέστερον ὑφηγησομένου· ἡ δὲ πλάνη τῆς ψήφου οὐ μόνον ἐξαμαυροῖ τὴν διάνοιαν, ἀλλὰ καὶ λήθην τῶν ἐξαριθμη‐ θέντων ἐπάγει· καὶ ὡς ἠβουλήθη τις διὰ πλάνην ἐκ δευτέρου ἢ τρίτου ἐξαριθμήσασθαι, ἀπεχθαίρει καταλείψει· καὶ γὰρ ἐμὲ περὶ
15τὰ τοιαῦτα εὔτονον καὶ φιλομαθῆ ἀπέστρεψέν τι ἡ πλοκή. ἐγὼ δὲ ἐπεὶ τὰ πλεῖστα ἀπὸ Ἡλίου καὶ Σελήνης ἐπραγματευσάμην καὶ ἐπέγνων, ὅτι 〈ὁ〉 περὶ ζωῆς καὶ τέλους λόγος ἀπὸ τούτων καταλαμβάνεται, καθὼς καὶ πρότερον συνέταξα τριζῳδίαν μυστι‐ κὴν καὶ εἰς ταύτην ἐπεβαλόμην, οὕτως ἀκριβῶς χρὴ ἐπιστήσαντας
20Ἡλίῳ καὶ Σελήνῃ πρὸς ὡριαίαν κίνησιν καὶ πρὸς λεπτόν (τοῦτο δὲ πλειστάκις λέγω, ὅπως μὴ δόξω διαμαρτάνειν) ἐξαριθμεῖν Ἥλιον ἐπὶ Σελήνην ἢ Σελήνην ἐπὶ Ἥλιον· κατὰ τὸ αὐτὸ γὰρ ἐκπεσεῖται μυστικῶς· τὸ δὲ συναθροισθὲν πλῆθος συγκεφαλαιώ‐ σαντας ἀφαιρεῖν τριακοντάδας. τὸ δ’ ἐντὸς τῶν τριάκοντα λειφθὲν
25σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἀπὸ ἰσημερινοῦ· τῷ δ’ ἐντὸς περιλειφθέντι μέρει ἔδει προσ‐ τεθῆναι τὰς τοῦ Ἡλίου μοίρας· καὶ αὕτη μὲν οἴσει τὸ ἀπογώ‐ νιον ἤτοι ὡροσκοπικὴν μοῖραν· ἢ καὶ ταύτην ἐπιπροσθέντα ἢ καὶ ἀφαιρεθέντα τὰ τοῦ ἰσημερινοῦ κατὰ τὴν συνεγγίζουσαν ὥραν.
30πάντως γὰρ πᾶσα γένεσις εἰς δύο μοίρας τὰς γνώμονας ἔχει· ἐὰν γὰρ κατὰ τὴν ὑποδεδειγμένην μοι τροπὴν τῶν δύο κλήρων τὴν ἁρμονίαν ζητῶμεν πρότερον Ἡλίου καὶ Σελήνης κατὰ τὰς μοιρι‐
κὰς κινήσεις, οὐκ ἦν ἕτερον, ἀλλὰ εὑρήσομεν ἁρμόζον οὔτε μείζονα349

350

οὔτε ἥττονα τοῦ ἰσημερινοῦ. καὶ γάρ ἐστι κοσμικὸς γνώμων καὶ ἀρχηγὸς κλιμάτων καὶ μεσίτης δίκαιος νυκτὸς καὶ ἡμέρας. ὁπότε οὖν εὑρεθῇ ἡ μοῖρα, εἰς τὰ ἀπογώνια εἰσελθὼν εἶτα ἐκζητεῖν τὰ ἔτη κατὰ τὸ αʹ καὶ βʹ καὶ γʹ τῶν ὅρων. εἰ δέ ποτε ἡ μοῖρα εἰς
5ὀλιγανάφορα ζῴδια ἐμπέσῃ, ἡ δὲ ὑπόστασις τῆς γενέσεως ἄλλων ἐτῶν ἐπιδέχηται πλῆθος, συντιθέναι χρὴ τοὺς γʹ ὅρους εἰς τὸ αὐτὸ καὶ μετὰ τοὺς γʹ εἰς αʹ καὶ βʹ ἐπισυντιθέναι καὶ οὕτως ἀποφαίνεσθαι. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυαναφόροις ζῳδίοις, ἐπὰν πλῆθος ἐτῶν συνδράμῃ, τὸν ὅρον ὁλόκληρον λογίζεσθαι καὶ
10τοῖς βʹ τὰς εὑρεθείσας μοίρας ἐπιβάλλοντας ἢ καὶ πρὸς τούτοις ἀναδραμόντας ἐπισυνθεῖναι [τε] τὰ ἐν τῷ αʹ ὅρῳ τῇ μοίρᾳ παρα‐ κείμενα ἔτη. Τοῦτο δ’ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προ‐ κειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἔτη
15συντρέχοντα τοῖς ἀπογωνίοις· πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γὰρ ἓν καθ’ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δ’ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γὰρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἱ
20τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλὰ μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθ’ αὑτὸ μόνον εὔχρηστον ἐδη‐ μιούργησεν τοῖς ἀνθρώποις· παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς
25ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγε‐ ται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετ’ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δ’ εἰς τὰς ἀρχὰς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν
30ἄφεσιν· ὁπόταν δ’ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφωνήσει. Κριτόδημος μὲν οὖν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δ’ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο. 〈θʹ.〉 Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην. Πλειστάκις δὲ βουλόμενος ἐλέγχειν τὴν ἐμὴν ἀφθονίαν
35ἐπάνειμι εἰς τὸν περὶ συμπαθείας Ἡλίου καὶ Σελήνης λόγον·350

351

ὁπότε γὰρ εἰς τὸ αὐτὸ συνέλθωσιν, 〈ὁ〉 μοιρικῶς τῆς ἀπορροίας αὐτῶν ἐπικρατῶν τὸν ζωτικὸν ἀπολήψεται χρόνον καὶ τὴν ποσό‐ τητα κατὰ 〈τὴν〉 τοῦ κλίματος ἁρμονίαν· ὅτε δέ τις κατὰ μόνας αὐτοὺς ἀνακυκλήσῃ, ἡμέρας μὲν Ἥλιον, νυκτὸς δὲ Σελήνην, καὶ
5ἀφέλῃ σύστημα ζῳδιακόν, τὸ περιλειφθὲν λογιζέσθω [τι] μέρος τοῦ ζῳδίου, ὅπερ ἀφαιρεῖν χρὴ ἀπὸ τοῦ ἰσημερινοῦ, τῷ δ’ ἀπο‐ λειφθέντι μορίῳ ἐπιπροσθεὶς τὰς ἡλιακὰς ἢ Σεληνιακὰς μοί‐ ρας εὑρήσει τὸ ζητούμενον, ἐάνπερ σκοπῇ. οὗτος μὲν οὖν ὁ λόγος προκείσθω διὰ τὴν εἰς ἀλλήλους συνάφειαν· καθολικῶς δ’ ἐπί τε
10τῶν νυκτὸς καὶ ἡμέρας ὁμοίως χρηματίσει ἀνακυκλωθεὶς κατὰ τὸν προκείμενον τρόπον. ἄλλως τε τὰς ὑπολοίπους τοῦ Ἡλίου μοίρας ἡμέρας ἐπισυνθεὶς τῇ Σελήνῃ, νυκτὸς δὲ τὰς τῆς Σελήνης ταῖς τοῦ Ἡλίου, τὴν αὐτὴν δύναμιν εὑρήσει. τοῦτο μέντοι ἐγὼ ἐπεξεῦρον, ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων τὴν Σελήνην χρηματίζειν
15ἀπὸ αʹ ὥρας ἕως γʹ τῆς ἡμέρας, ἔπειτα τὸν Ἥλιον ἀπὸ τῶν ϛʹ ὡρῶν ἕως γʹ τῆς ἐπακολουθούσης νυκτός, καὶ πάλιν ἀπὸ τῆς αὐτῆς νυκτὸς ὥρας ιʹ ιαʹ ιβʹ· ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἡμέρας ιʹ ιαʹ ιβʹ ἐφέξει. καὶ οὕτως κατὰ τὴν προκειμένην ἀγωγὴν οἰκονο‐ μεῖν κατὰ τὴν τοῦ ἰσημερινοῦ διάκρισιν ἐπειράθημεν καὶ τὰς
20ἀντιβαλλούσας μοίρας τῇ εὑρεθείσῃ ἐπισυντιθέναι, ὅπως ἡ ἑτέρα χρηματίσει μοίρα· ὧν γε τὴν διαφορὰν οἵ γε νοῦν ἔχοντες δοκι‐ μάσωσιν. 〈ιʹ.〉 Ἀγωγὴ περὶ ὡροσκόπου μοίρας. Ἐπεὶ δὲ πολλοὶ τῶν φιλομαθῶν ἀλλεπαλλήλοις αἱρέσεσι
25τέρπονται, καὶ ἑτέραν ἀγωγὴν ὑπό τινων αἰνιγματωδῶς ἀναγε‐ γραμμένην ὑποτάξω, ὅπως καὶ τὰ δοκοῦντα ἑτέροις τίμια οἱ φιλομαθεῖς δι’ ἡμῶν ἐπιγνόντες καὶ τὰς δυνάμεις συγκομίσαντες ἀείμνηστον ἡμῶν δόξαν καταψηφίσωνται. δύσκολον μὲν οὖν καὶ ἐργῶδες ἀλλοτρίας δόξας ἐλέγχειν, καὶ ταῦτα μηδὲ διὰ γραμμάτων
30βιβλίων μηδὲ διὰ λόγων ἐνεργητικῶν παρειληφότα, καθάπερ ὁ Πετόσιρις τῷ βασιλεῖ περὶ πολλῶν μυστικῶς ἐκτίθεται. ὁ γὰρ συντάσσων πρότερος τὴν ἀρχὴν καὶ τὴν δύναμιν εἰδὼς οὗτος ἐναρμόζει καὶ τὸ τέλος. πολλὰς οὖν αἱρέσεις ἐκτίθεται ἐξεπί‐ τηδες διά τε τοὺς μεμυσταγωγημένους καὶ ἀπαιδεύτους, ὧν τὴν
35δύναμιν οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι, καὶ ἃς μὲν ἰδίας351

352

ἃς δὲ λεληθότως ἀναγεγραμμένας, αἷς τινες καίπερ ἐντυγχάνοντες καταφρονοῦσιν, ἀγνοοῦντες τὴν δύναμιν· καθάπερ ἂν εἴς τινας τόπους γῆς τεθησαυρισμένους ἄνθρωποι βαδίζοντες οὐ συνορῶσι τὸ ὑποκείμενον, ἀλλὰ μάτην ὑπερβαίνουσι διὰ τὴν ἄγνοιαν· ἢν δέ
5τις αὐτοῖς προμηνύσῃ τὸ θησαύρισμα, ἀνορύξαντες καὶ εὑρόντες ἡδονὴν οὐ τὴν τυχοῦσαν ἀναδέχονται. Λαμβάνειν οὖν χρὴ πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν κατὰ τὸ ἑξῆς πρὸς ἀναφορὰν καὶ τὸ συναχθὲν πλῆθος τῶν μοιρῶν ἀπογράφεσθαι γνώμονα ἡλιακόν· ἔπειτα εἰσελθόντας
10εἰς τὸ ἀναφορικὸν κατὰ τὸ γεννητικὸν κλίμα σκοπεῖν, τί μέρος παράκειται τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας, νυκτὸς δὲ ἐν τῷ διαμέτρῳ. ὅπερ πολυπλασιάζειν ἐπὶ τὸν ιβʹ καὶ τὸ γενόμενον πλῆθος πάλιν ἐπὶ τὰς ὥρας τὰς γεννητικὰς πολυπλασιάζειν· καὶ ἐὰν μὲν ὑπερ‐ πέσῃ ὁ ἀριθμὸς τὰς τξʹ μοίρας, ἀφελόντα κύκλον τὸν περιλει‐
15φθέντα σκοπεῖν, εἰ συντρέχει τῷ εὑρεθέντι γνώμονι. ἐὰν γάρ πως οὕτως εὑρεθῇ, σύμφωνος ἔσται ἡ δοθεῖσα ὥρα καὶ ταύτῃ χρῆσθαι· ἐὰν δὲ πολὺ ὑπερβάλῃ τοῦ ἡλιακοῦ γνώμονος, ὁ ὡροσκοπικὸς ἀφαίρεσιν ἔχει τοσαύτην, ὅση ἡ ὑπεροχή· ἥνπερ λογίζεσθαι χρή, πόσον μέρος ἐστὶ τοῦ μεγέθους, καὶ τοῦτο ἀφαιρεῖν. ἐὰν δ’ ὁ
20ἡλιακὸς γνώμων ὑπερβάλῃ, προσθήκην ἔχει ὁ ὡροσκόπος ὁμοίως, ὅση ἡ ὑπεροχή· καὶ οὕτως μὲν ἐπιγνόντας τὸ μέρος καὶ εἰσελ‐ θόντας πάλιν εἰς τὸ ἀναφορικὸν ἐπιψηφίσαι τάς τε πλήρεις ὥρας καὶ τὸ μέρος, ἔπειτα τὰ ἔτη προσθέντες τὸ ἓν κλίμα σκοπεῖν, εἰς πόσην μοῖραν τοῦ ζῳδίου καταλήγει, καὶ ἐκείνην
25ἡγεῖσθαι ὡροσκοπικὴν παραπλησίως. ταύτῃ τῇ ἀγωγῇ ἐνεχθεὶς ὁ Θράσυλλος καὶ τὴν ἀρχὴν φυσικὴν ποιησάμενος τὸ τέλος συνέπλεξεν. 〈ιαʹ.〉 Ποίοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφ’ ἡμῖν.
30 Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δ’ οὕτως ἐχόντων ἔτι καὶ φιλοκά‐ λοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοι‐ αῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ
35ἀκμαῖον † λῆγον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ352

353

ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθ’ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφί‐ λεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων· ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ
5μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθ’ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχό‐ των, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων.
10τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθη‐ ναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξεʹ εʹ ιθʹ, Ἀρίσταρχος δὲ ὁ Σάμιος δʹ κʹ ξβʹ, Χαλδαῖοι τξεʹ δʹ εʹ ζʹ, Βαβυλώνιοι δὲ τξεʹ δʹ ρμδʹ, καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετη‐ ρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλίου κανονοποιίᾳ ἀτρεκῆ
15μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθ’ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένῃ ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν; Ἐλογισάμην οὖν κατ’ ἐμαυτόν, ὅτι οἱ προειρημένοι ἄνδρες τὴν μὲν δύναμιν τῆς ἀριθμητικῆς ἠπίσταντο, τὴν δὲ τῶν ζωτικῶν
20χρόνων εὕρεσιν οὐκ εὐτύχησαν. εἰ γάρ τις αὐτῶν καὶ τοῦτο ἐξί‐ χνευσεν, πάντως ἂν καὶ τὴν κανονοποιίαν τῷ λείποντι μορίῳ προσηρμόκει. ἐπειράθην μὲν οὖν καὶ αὐτὸς κανόνα συμπῆξαι
Ἡλίου τε καὶ Σελήνης πρὸς τὰς ἐκλείψεις· ἐπεὶ δέ με ὁ χρόνος353

354

περιέκλειε τὸ τέλος ἐπάγων, ἠνέχθην κατὰ τὸν βασιλέα εἰς τὸ εἰρηκέναι· ἕτεροι μὲν οὖν κατημάξευσαν τάσδε τὰς τρί‐ βους, διόπερ παρίημι τὸν ὑπὲρ τούτων λόγον. ἔδοξεν οὖν μοι χρῆσθαι Ἱππάρχῳ μὲν πρὸς τὸν Ἥλιον, Σουδίνῃ δὲ
5καὶ Κιδυνᾷ καὶ Ἀπολλωνίῳ πρὸς τὴν Σελήνην, ἔτι δὲ καὶ Ἀπολλωνίῳ πρὸς ἀμφότερα τὰ εἴδη, ἐάνπερ τις τῇ προσθέσει τῶν ηʹ μοιρῶν χρῆται, καθὼς ἐμοὶ δοκεῖ. ἀλλὰ μὴν καὶ καλῶς πραγματευσάμενος τοὺς κανόνας 〈ὡσ〉 πρὸς τὰς τῶν φαινομένων θεωρίας ὁμολογεῖν ὡς θνητὸς παρὰ μίαν ἢ δύο μοίρας † φέρειν·
10τὸ γὰρ ἀπλανὲς καὶ ἀναμφίλεκτον παρὰ θεοῖς μόνοις πέφυκεν· ἀναφορικῶς δὲ κέχρηνται τῷ προεγκλίματι πεπραγματευμένων κλιμάτων ιθʹ. Πρὸ πάντων οὖν δεῖ τοῖς ἀριθμοῖς προσέχειν μετὰ πάσης ἀκριβείας Ἡλίου τε καὶ Σελήνης καὶ τῶν εʹ ἀστέρων, τῆς ὥρας
15σχηματογραφίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας βραβευούσης· ἐκ γὰρ αὐτῆς ὁ πᾶς σκοπὸς εὐκατάληπτος ἁλίσκεται οἵ τε ικʹ τόποι συνορῶνται μοιρικῶς. οὕτως γὰρ ἀκριβὴς ἡ ἐπίσκεψις φανεῖσα τοὺς μὲν προλέγοντας δοξάσει, τοὺς δ’ *** ἐπιστή‐ μην ἐπισφραγίζει τὰ φαῦλα καὶ τὰ μὴ πρὸς ἡδονήν, τοῖς δὲ βου‐
20λομένοις τὴν ἐπίσκεψιν ποιεῖσθαι προθυμίαν τινὰ καὶ προτρο‐ πὴν καὶ πίστιν τῶν λεγομένων ἀναλαμβάνει. εἰ μὲν καθολικὸν τοῦτο ὑπῆρχε τὸ πλουτήσαντά τινα μηδέποτε πένεσθαι μηδὲ τὸν εὐδαίμονα ὄντα βασιλείας καὶ ἡγεμονίας ἢ δόξης 〈ἢ〉 ἑτέρας οἱ‐ ασδηποτεοῦν αἰτίας ἀκαθαίρετον διαφυλαχθῆναι ἢ τὸν ἐν ῥώμῃ
25σώματος ἀσινῆ ἢ τὸν ἐν πράξει καιροῦ εὐτυχήσαντα μηδέποτε δυσπραγῆσαι ἢ τὸν κυβερνήτην κλυδωνίζεσθαι καὶ ἀστοχεῖν θα‐ λασσομαχοῦντα ἢ τὸν ἰατρὸν μὴ νοσεῖν ἢ τὸν προγνωστικὸν μηδὲν πάσχειν ἤ τινα προφήτην τῶν θείων ἐπιτυχῆ τοῖς ἀνθρώποις ἀμετάβλητον τυγχάνειν, οὐκ ἂν ἦν εὔχρηστος ἡ πρόγνωσις, ἀλλ’
30ὡς ἕκαστος περὶ ὃν τετύχηκε κεκτημένος κλῆρον ἀσχολούμενος καὶ μηδεμίαν προσδοκῶν καινοποιίαν διετέλει τὸν χρόνον. νυνὶ δὲ καὶ ἀβέβαια καὶ σαθρὰ τὰ τῶν ἀνθρώπων πάντα καὶ ἀστή‐
ρικτα νομίζεται εἰς τὸ ἐναντίον τρεπόμενα· γίνεται μὲν γὰρ ὁ354

355

βασιλεὺς αἰχμάλωτος καὶ ὑπηρέτης, ὁ δὲ πλούσιος πένης καὶ ἐνδεής, ὁ δὲ ἐν ῥώμῃ σώματος καὶ δυνάμει ἐπισινὴς καὶ ἀδρανὴς καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐν τῷ βίῳ περὶ σῶμα ἢ μορφὴν καὶ δόξαν καὶ πρᾶξιν κεκαλλώπισται, μεταμορφούμενα ἕτερα ἐξ ἑτέ‐
5ρων πεῖραν δίδωσι τοῦ πάσχειν, ἅπερ ἕτερος πάσχων ἠγνόησε. σπάνιον γάρ τινα ἀμέμπτως τὸν βίον καὶ ἀμερίμνως διευθῦναι· τοὺς δὲ πλείστους κατὰ τὴν ἰδίαν ὑπόστασιν ταῖς τῶν καιρῶν ἐναλλοιοῦσθαι τύχαις συμβαίνει. Τοιγαροῦν καὶ αὐτὸς καταμαθὼν ἐμαυτὸν ἐκ τῆς προγνώσεως
10καὶ ὁποίαν καταβολὴν ἔλαχον τοῦ κλήρου καὶ ὅτι παρὰ τοῦτο ἀδύνατον γενέσθαι ἕτερον οὔτε ἡγεμονίας οὔτε ἀρχῆς οὔτε ἑτέρας φαντασιώδους δόξης ἢ πλούτου δαψιλείας καὶ κτημάτων ἢ σωμά‐ των πλήθους ἐραστὴς ἐγενόμην ἢ δοῦλος ἐπιθυμίας καὶ κόλαξ ἀσεβὴς θεῶν τε καὶ ἀνθρώπων δυνάμενος τυχεῖν, ὧν μὴ ἐβούλετο
15τὸ δαιμόνιον παρέχειν· ἀλλὰ καθάπερ δεσπότου φαύλου ἐν συνέ‐ σει δοῦλος ἐπίσταται ἤθη καὶ τὰς περὶ τὸν βίον ἀναστροφὰς κοσμίως τὰς ἐξυπηρετήσεις ποιούμενος κατὰ τὴν τοῦ κελεύοντος διαταγὴν μὴ ἀντιτασσόμενος ἀλύπητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ὑπόστασιν, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς οὔτε μοχθηρὰν οὔτε ἐπώ‐
20δυνον τὴν ὑπηρεσίαν ἐποιησάμην, πάσης δὲ ματαίας ἐλπίδος καὶ φροντίδος ἀπαλλαγεὶς τὸν τῆς εἱμαρμένης νόμον διεφύλαξα. Ἐὰν οὖν φιλοπευστῶν τις καὶ ἰσχυροποιησάμενος τὴν διά‐ νοιαν βούληται ἀκούειν παρ’ ἀνδρὸς ἐμπείρου περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τῶν πλείστων καταφρονήσας ἐκείνων ἐρα‐
25στὴς γενήσεται τῶν συνηρμοσαμένων τὴν καταβολήν. ἀνατυπού‐ μενος γὰρ καθ’ ἑκάστην ἡμέραν ἅπερ δεῖ παθεῖν τῶν φαύλων τὸν φόβον προμαραίνει· ἀμβλύνεται γὰρ τὸ χαλεπὸν ὑπὸ τῆς εὐθυμίας ἐπιτριβόμενον, οὕτως τε ὡς ὑπὸ ἑτέραν δεσποτείαν καὶ ἐξουσίαν τεταγμένος διὰ τῆς ἰδίας ἐγκρατείας ἀκηρύκτως καὶ
30κοσμίως τὸ τέλος τοῦ βίου ὑποίσει. ἐὰν δέ τις πείρᾳ βουλόμενος μαθεῖν ἐπιγνῶναι θέλῃ ταῦτα ὅπως ἔχει, ἀντιτασσέσθω τοῖς βουλευομένοις ὑπό τινος ἀπείρου καὶ τὰ ἐναντία πρασσέτω. οἷον εἰ πένης ὢν πλούσιος γένηται ἢ μέτριος ἀρχοντικὸς ἢ ἄπρακτος
εὐεπίβολος ἀσυκοφάντητος ἀλύπητος ἀμέριμνος (πάντες γὰρ ἄν‐355

356

θρωποι καλῶν ἐρασταὶ πεφύκασι)—τούτων δέ τις τυχὼν κατα‐ φρονήσει τῆς πεπρωμένης. ἀδύνατον δ’ ὁπόσα βούλεταί τις συν‐ τελεῖσθαι ἢ ἐπὶ τοῖς αὐτοῖς διαμένειν διὰ τέλους· σύμφορον τοι‐ γαροῦν † ἔχεσθαι τὴν τύχην καὶ ἀστήρικτον ὑπάρχειν· τὰς γὰρ
5εὐημερίας αὐτῆς οὐ φέρουσιν ἄνθρωποι· καθάπερ γὰρ λυσσώδεις ἐξοιστρημένοι καὶ ὑπὸ πολλὰς δεσποτείας τεταγμένοι ἐπιθυμιῶν τε καὶ παθῶν ὄρεξιν πάσχοντες κἂν μὴ θέλοντες τὰς ἁρμοζούσας τιμωρίας κομίσονται. Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐήθων λέγειν πάντα ἐν ἡμῖν· μὴ
10δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὲ ἐν τῇ εἱμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες· τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι
15καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐ‐ ναντίον δὲ ἐγώ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γὰρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον
20τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δ’ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῷ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρὴ τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται (κατασκευάζει γὰρ τὴν ** πρὸς ὃ θέλει) ἢ καλὰς ὥρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ
25πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου. 〈ιβʹ.〉 Περὶ τῶν συνδέσμων. Παρατηρητέον δέ, ὁπόταν εἰς σύνδεσμον ἐμπέσῃ μοιρικῶς ἢ
30ἐπὶ τέλει τῆς ἑξαμοιρίας, τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ποιεῖσθαι
τῶν ἐπιβαλλόντων ἐτῶν κατὰ τὴν ζῳδιακὴν ὀργανοθεσίαν. πρὸς356

357

δὲ σύγκρισιν δυεῖν αἱρέσεων καὶ ἀγωγῶν, εἰ τοὺς αὐτοὺς φέροιεν χρόνους ἢ συνεγγίζοντας ἀλλήλοις, σκοπεῖν μὴ κατὰ τὸ αὐτὸ ζῴ‐ διον συνεμπέσωσιν αἱ μοῖραι· εἰς δὲ τὰ ὅμορα ἰσχυροποιοῦνται τὴν ὑπόστασιν τῶν ἐτῶν, 〈ἐὰν〉 ἀπὸ ἡμέρας εἰς νύκτα ἢ ἀπὸ
5νυκτὸς εἰς ἡμέραν ὁ ἱερὸς γνώμων συνεμπέσῃ· ἐκ τούτων γὰρ καὶ αἱ ἀτρεκεῖς μοῖραι τῶν φώτων καταληπταὶ ἔσονται. 〈ιγʹ.〉 Ἀγωγὴ περὶ χρόνων ζωῆς ἐμπράκτων καὶ ἀπράκτων πρὸς Ἥλιον καὶ Σελήνην. Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγωγῆς,
10τουτέστι τῶν κζʹ ἐτῶν, καὶ κδʹ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις, πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας βʹ καὶ [εʹ·] ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ
15τετραγώνου, εἶτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὑποστάσεως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λʹ· καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσιν λεπτομερεστέραν προετάξαμεν, οἰ‐ κονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται
20ὁ χρόνος. 〈ιδʹ.〉 Περὶ σπορᾶς εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν· καὶ ἡγεῖσθαι τὴν κατ’ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν δὲ
25ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις· καὶ ** ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει. 〈ιεʹ.〉 Ὅτι δεῖ τὴν γεννητικὴν ὥραν πρὸς μέρος
30ἀκριβῶς στῆσαι. Ἐπεὶ δὲ ὁ παλαιὸς καὶ Μούσαις μεμελημένος σοφὸς ἀνὴρ
ἔριδας ὑπεστήσατο, ὧν τὴν μὲν πολεμικὴν καὶ φοβεράν, αἵματι357

358

καὶ λύπαις καὶ θανάτῳ χαίρουσαν μάχαις τε καὶ φθόνοις καὶ κακωτικαῖς αἰτίαις, τὴν δ’ ἑτέραν ἐργοπόνον τε καὶ φιλόκαλον εἰρηνικήν τε καὶ ἀμετανόητον τοῖς ἔργοις διὰ τὸ τοὺς πόνους εἰς ἡδονὰς μετατίθεσθαι—ἀγαθὴ δὲ ἡ θεός, ἧς καὶ αὐτὸς ἐραστὴς
5ἐγενόμην βουληθεὶς κατὰ τῶν ἀντιτασσόντων καὶ βασκάνων νῖκος ἄρασθαι διὰ τῆς ἐμῆς ἐμπειρίας καὶ φιλοκάλης γνώμης, οὐκ ἠρκέσθην ταῖς προγεγραμμέναις ἀγωγαῖς εἰς πίστιν τοῖς μετα‐ γενεστέροις καὶ φιλοκάλοις καταλεῖψαι, ἀλλὰ καὶ ἑτέραν δυναστικὴν ἑξεῦρον διασαφήσας, ὅπως δοκιμάσαντες καθ’ ἕκαστον κεφάλαιον
10τὴν ἐμὴν ἀφθονίαν μετὰ πάσης παρρησίας καὶ σεμνῆς φιλονεικίας τὰς ὀλεθρίας καὶ βλασφήμους τῶν πολεμίων κατασβέσωσι φωνάς (μαραίνεται γὰρ ὀργὴ ὑπὸ φθόνου καὶ λύπης τρεφομένη, καὶ μά‐ λιστα ὁπόταν αἱ ἔχθραι εἰς ἧτταν ῥέπωσιν) οὕτως τε ἐγγυμνα‐ σθέντες προθύμως ταῖς ὑφ’ ἡμῶν συντάξεσι τὸν ψόγον τῆς
15θεωρίας εἰς ἔπαινον διακηρύξωσιν, εἰδότες ὅτι καὶ τέρψιν καὶ ἡδονὴν ὠφέλειαν καὶ μακαριότητα καὶ ὑπὲρ πολλῶν φρόνησιν ἡ ἐπιστήμη κέκτηται. ἀλλ’ ἐπὶ τὸ προκείμενον τὴν διάνοιαν τρέψωμεν. Τὸ ἀπὸ συνόδου καὶ πανσελήνου μοιρικὸν διάστημα ἕως τῆς κατ’ ἐκτροπὴν Σελήνης λαβόντες καὶ ἀφελόντες ** ζῳδιακῷ
20συστήματι τὸ περιλειφθὲν ἡγεῖσθαι μέρος ὡροσκόπου, ὅθεν καὶ τὴν ἀτρεκῆ τῆς Σελήνης μοῖραν ἐμφανῆ· ἐκ ταύτης δὲ σκοπὸς τῶν ζητουμένων νοηθήσεται, τοῦ Ἡλίου βραβεύοντος τὰ μεγέθη τῆς ἡμέρας καὶ ὡρῶν κατὰ τὰς κλιματικὰς διαφορὰς καὶ τῶν χρόνων ἑτεροιώσεις. τὸ λεχθὲν εἰ καὶ σύντομον τὴν ὑφήγησιν καὶ
25βραχυτάτην κέκτηται, οὐκ ἀμελεῖν χρὴ τοὺς ἐντυγχάνοντας καὶ 〈ἐν〉 παρέργῳ τίθεσθαι, ἀλλὰ μετὰ πάσης ἐπιμελείας καὶ σπουδῆς ἐξιχνεύειν· διδάσκει γὰρ τὰ πλεῖστα, καθὼς ἐπειράθην, ἀνάγκη πόνος πενία φιλονεικία ἐγκράτεια ἐπιθυμία· ὧν ἡμεῖς τυχόντες, καὶ ἐὰν μεγαλαυχῶμεν οὕτως, εἰς τὸ τέλειον τῆς ἀρετῆς μέρος
30ἠτυχήσαμεν παραγενέσθαι· ἀλλά τινες σφαλέντες καὶ θρυληθέντες ἐδυστύχησαν, ματαίαν τὴν ἐγχειρισθεῖσαν κτησάμενοι κενοδοξίαν. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ τὸ μέρος δύναμιν ὡροσκοπικὴν κέκτηται· ἄλλως τε τὸ ἀπὸ συνόδου ἐπὶ Σελήνην μοιρικὸν διάστημα κατὰ ἀναφορὰν λαβόντες καὶ ἀφελόντες ζῳδιακὸν διάστημα, εἰς ἣν
35κατέληξεν μοῖραν, ἡγεῖσθαι ὡροσκοπικήν. ὁμοίως δὲ καὶ ἀπὸ358

359

τῆς [Σελήνης] πανσελήνου ἐπὶ Σελήνην, 〈ἢ〉 ὡς ἐμοὶ ἔδοξεν ἀπὸ Σελήνης ἐπὶ τὴν μέλλουσαν σύνοδον· ὡς οὕτως λαβόντες καὶ ἀφελόντες τὸ ζῳδιακὸν τὴν εὑρεθεῖσαν ἡγεῖσθαι ὡροσκοπικὴν μοῖραν· τὴν μέντοι δύναμιν τῶν ἐτῶν συμπληροῦσθαι ἐπιπρο‐
5σθέντας ἢ ἀφελόντας τῶν ἰσημερινῶν χρόνων πρότερον· ἀμφο‐ τέρους γὰρ τοὺς γνώμονας ἐπισυνθέντες καὶ τὴν ἡμίσειαν λαβόντες εὑρήσετε τὸ συνεχὲς ζητούμενον ἐκ τῆς ἀληθείας καὶ πολυμόρφου φύσεως. παντὸς γὰρ εἴδους ἡ μὲν ἀρχὴ μονομερὴς καὶ ποικίλη καὶ δυσκατάληπτος, ἡ δ’ ἐξίχνευσις πολυμερὴς καὶ ποικίλη· ἐὰν
10μὲν οὖν τὸ διάστημα ἀκριβῶς τὴν κατάληψιν ἐπίσχῃ, καὶ μονο‐ μερῆ τὸν χρόνον προδηλοῖ. ὅθεν μοι, τιμιώτατε Μάρκε, εἰδὼς τὴν ἀριθμητικὴν κανονοποιίαν καὶ τὰς τῶν συνταγμάτων ἀγωγάς, ἃς δι’ ἔργων καὶ λόγων καὶ τῶν ἐξ ἐμοῦ παραδόσεων ἐδοκίμασας, συνεπεισφέρων ἐκ τῆς ἰδίας φύσεως τὸ συγκρατικόν, φροντίδα
15ποιῶν τοῦ μετὰ πάσης ἀκριβείας τὰς πραγματείας ποιεῖσθαι— τοῖς γὰρ πολλοῖς ἔθνεσι καὶ κλίμασι τῆς οἰκουμένης ἐπεμβαίνων καὶ τὰς ἐπιδείξεις ποιούμενος ἐμὲ μὲν ἂν ἀειμνήστου φήμης καταξιώσεις, αὐτὸς δ’ ὡς ἄξιος τῆς οὐρανίου θεωρίας παρὰ πολλοῖς δοξασθήσῃ ἔκ τε τῆς περὶ τὰ μαθήματα δαψιλείας προ‐
20θεμελιωθεὶς εἰς τὴν τῶν συνταγματογράφων χώραν καταντήσεις· καὶ γὰρ πάρεστί σοι φύσις πόνος ἐγκράτεια, καὶ σεμνῆς γε καὶ ἱερᾶς εἰσόδου τυχὼν πεφωτισμένην τὴν μυσταγωγίαν ἐκτήσω. ἣν φυλάσσειν σε διὰ τῶν προγεγραμμένων ὅρκων παραινῶ καὶ τοὺς ἀναξίους ἢ ἀμυήτους μηδὲ φιλονείκως πρὸς αὐτοὺς φέρεσθαι·
25ἄμεινον γάρ ἐστίν σε σιγῶντα ἡττᾶσθαι ἢ νικῶντα ἀσεβεῖν εἰς τὰ θεῖα. 〈ιϛʹ.〉 Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην. Ἤδη ποτὲ πολλοὺς ἀγῶνας διαθλεύσας καὶ μυρίοις μόχθοις
30συνεμπεσὼν ὁδηγούμενος ἐπιθυμίᾳ καὶ φιλονεικίᾳ τῇ ἐμῇ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ προσδοκῶν ἤδη πεπάσθαι τῶν ζητημάτων καὶ τὴν συγγραφὴν μέλλων καταλύειν ὥσπερ ἀγαθὸς ἀθλητὴς ἐπὶ τὸν ἱερὸν ἀγῶνα τὴν τῶν Ὀλυμπίων θέαν παλίνδρομον τὴν διά‐
νοιαν ποιούμενος διὰ τὰς πολυμερεῖς τῆς φύσεως ἐνεργείας·359

360

† οὔτε γὰρ ὁ ἄγων καὶ αἴρων εἰς τὸ φῶς καὶ τιμὴν καὶ δόξαν αἰωνίαν κέκτηταί τε καὶ τοὺς προγενομένους μόχθους εἰς ἡδονὴν καὶ τέρψιν μετάγων ἰσχυροποιεῖ τὴν δύναμιν καὶ ἐλέγχει τὰς πράξεις καὶ τὰς ματαιολογίας παραπέμπεται καὶ τοὺς ἐχθροὺς
5φίλους καὶ συμπαθεῖς καίπερ ἄκοντας κατασκευάζει, καὶ πολλοὺς ἐραστὰς προσαγκαλίζεται. Ὅθεν ἐπὶ τοὺς κοσμοκράτορας πάλιν Ἥλιον καὶ Σελήνην χωρητέον· οὓς χρὴ κατὰ μοῖραν ψηφίσαντας πρὸς ἀναφορὰν κατὰ τὸ μέγεθος καὶ τὸ κλίμα ἀφαιρεῖν ζῳδιακοὺς κύκλους, τὴν δὲ περι‐
10λειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, ἣν ὁ ἰσημερινὸς δηλώσει. τέσσαρες δὲ πάντως μοῖραι χρηματί‐ σουσιν, ἐκ δὲ τῶν δʹ πάλιν βʹ κραταιαὶ περιλειφθήσονται. ἔσθ’ ὅτε μὲν οὖν καὶ εʹ τόποι χρηματίσουσιν ἢ πάλιν βʹ· σκοπεῖν δὲ δεῖ τόν τε ὡροσκόπον καὶ τὰ τούτου παρ’ ἑκάτερα ζῴδια. καὶ ἐκ
15τούτων γὰρ αἱ χρηματιστικαὶ μοῖραι λογισθεῖσαι φέρουσι τοὺς χρόνους, καὶ μάλιστα ὅταν δοκῇ πλάνην ἔχειν ὁ ὡροσκόπος· ἢ καὶ ἑνὶ μὲν γνώμονι χρῆσαι πρὸς τὸ ὡροσκοποῦν ζῴδιον † τὸ δ’ ἕτερον οὐ τῷ παρακόλλῳ καὶ ιϛʹ μοῖρα σημαίνει μίαν καὶ τριακοστήν. νοεῖν δὲ δεῖ καὶ τὰς τῶν κλιμάτων διαφοράς· πολλάκις 〈γὰρ〉
20τόπος τις ἢ καὶ ἔθνος δοκοῦν ἀρχὴν ἢ τελευτὴν ἔχειν παραλλήλου εἰς ἑτέρου ἐστὶ χώραν κυρίως ἢ καὶ σχίζεται εἰς βʹ παραλλήλους καὶ τοῦ χρόνου κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν παραμφοδεῖν δοκεῖ· ἄλλως τε καί, ὡς δοκεῖ τισιν τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, τὰς χωρογραφίας [καὶ] διαφόρους ἐκτήσαντο· ἡ μέντοι γε θεωρία
25καὶ ἀγωγὴ ἱερὰ καὶ ἄπταιστος τοῖς γε νοῦν ἔχουσι. 〈ιζʹ.〉 Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην. Καὶ τοῦτο δὲ φυσικὸν καὶ ἐναρμόνιον, τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ τῆς Σελήνης ἐπισυνθέντας καὶ ἀφελόντας ζῳδιακὸν
30σύστημα τὴν περιλειφθεῖσαν μοῖραν ἡγεῖσθαι δυναστικὴν καὶ τὴν τούτου ἐπίκοινον, τὴν δὲ λειπομένην εἰς τὴν τριακοντάδα καὶ κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν σεληνιακὸν γνώ‐ μονα, ὃν ἐπισυνθέντας τῷ ἡλιακῷ καὶ τὴν ἡμίσειαν τῶν χρόνων
λαβόντας ἡγεῖσθαι ζωτικούς. πολλάκις μέντοι κατὰ μόνας ὁ τοῦ360

361

Ἡλίου γνώμων ἢ τῆς Σελήνης κατὰ τὴν τοῦ ἰσημερινοῦ πρόσθεσιν ἢ ἀφαίρεσιν τῶν βʹ τόπων ἐπισυντεθέντων † ἡ ἡμίσεια φέρει τοῦ ζῳδιακοῦ κατὰ τὰς ἐπικαίρους αὐτῶν ἢ καὶ χρηματιστικὰς στάσεις. βέλτιον μὲν οὖν τὰ μοιρικὰ καὶ τὰ ζῳδιακὰ διαστήματα πρὸς ἀνα‐
5φορὰν λογίζεσθαι· ἐὰν μέντοι κατὰ μόνας ὁ γνώμων χρηματίσῃ, αὐτοῦ μόνου τοὺς χρόνους λογίζεσθαι. 〈ιηʹ.〉 Περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας. Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ
10ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βα‐ σιλεὺς ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυ‐ άδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος· καὶ ἀκο‐
15λούθως ἓν παρ’ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητου‐ μένην νύκτα 〈ἢ〉 ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννω‐ μένων κατ’ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας. 〈ιθʹ.〉 Σεληνιακὴ μοῖρα πρὸς ὡριαῖον δρόμημα
20ἀναγκαστικ, ἣν εὗρον. Τῶν δὲ περιπεπονημένων μοι μηδὲν ἀποκρύπτειν βουλό‐ μενος καὶ ἑτέραν φιλοκαλίαν ἐπεισφέρω τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσιν ἀφθόνως ἅτε δὴ γνησίοις παισίν. οἱ κατατεταγμένοι ἔσονται κανόνες τῶν βʹ πλινθίων· πάλιν ἐν ἴσῳ διαστήματι τοῦ
25πλάτους συνηρμόσθησαν, καὶ ἔστιν ὁ μὲν πρότερος προκείμενος Σελήνης καὶ ἡμερήσιον δρόμον ἔχων ἀπὸ ἐλαχίστου ὅρου ἐτῶν ιαʹ εἰς ἔκστασιν χωρῶν ἔτι ἐν τῷ πρώτῳ στίχῳ· τὸ δ’ αὐτὸ διάστημα ἐν τῷ κάτω στίχῳ εἰς ιεʹ ὥρας τοῦ τελείου ὅρου· ἔστι δὲ ἄνωθεν ἕως κάτω στίχων μηʹ. ἐπεὶ οὖν ἀπὸ τῶν ιαʹ εʹ παραυξομένων
30λεπτῶν εἰς τὸν μηʹ στίχον πλήρη τὰ δʹ, τοῦτ’ ἔστιν ὑπεροχή. ὅπου δὲ ἡ ἑξηκοντὰς πληροῦται, κινναβάρει ἐπιγέγραπται ἑτέρου δρόμου ἀρχὴν σημαῖνον. καὶ οὕτω ὁ δρόμος τῆς Σελήνης πεπλή‐ ρωται. τὸ δὲ ἕτερον κανόνιον τοῦ μεγέθους τῶν ὡρῶν πρὸς τὰ
ζʹ κλίματα· τοῦτο γὰρ καὶ τῶν λοιπῶν κλιμάτων ἔχει τοὺς ἀριθμοὺς361

362

ἀπὸ ἐλαχίστου ἕως μεγίστου, τουτέστιν ἀπὸ τῶν ιαʹ προκειμένων ἐν τῷ αʹ στίχῳ ἕως τῶν ιθʹ λʹ κειμένων ἐν τῷ ἔξω στίχῳ. προκατάγω οὖν ἐν τῷ αʹ στίχῳ ιʹ λʹ ἕως τοῦ κάτω στίχου οʹ· ἐπὶ μὲν οὖν λεπτῶν ἐκ παραυξήσεως εὗρον ἐν τῷ κάτω στίχῳ ιεʹ καταλήξαντα, ἃ σημαίνει
5τὸν ἰσημερινὸν χρόνον· ὁμοίως κατ’ ἄντικρυ τῶν ιεʹ προστιθεμένων πάλιν ἐτῶν καὶ ἀνωφερῶς πληροῦται ιθʹ λʹ εἰς τὸν αʹ στίχον. αἱ δὲ πλατικαὶ περιγραφαὶ εἰς βʹ ὥρας διαιροῦνται ἐφεξῆς, ἐπὰν εἰς τὸ ἰσημερινὸν ἡμικύκλιον ἰσωθῇ, ἢ κατὰ τὸ διάμετρον λογιζέσθω νυκτός. ἔστι δὲ ἡ διαχωρίζουσα γραμμὴ διπλῆ. ὃν δὲ λόγον ἔχει
10νὺξ πρὸς τὴν ἡμέραν, τὸν αὐτὸν λόγον ὥρα πρὸς ὥραν ἕξει τὸ μέγεθος. οἷον τὸ ιζʹ πρὸς τὰ ιγʹ· δωδεκάκις τὰ δεκαεπτὰ γί‐ νεται σδʹ καὶ δωδεκάκις τὰ ιγʹ γίνονται ρνϛʹ· συμπληροῖ τὰς τξʹ. ἀμφότερα οὖν τὰ κανόνια τὰς τῆς Σελήνης μοίρας καὶ τὰς φάσεις αὐτῆς προδηλώσουσιν· ἐὰν οὖν θέλωμεν ἐπιγνῶναι, πόσων
15μοιρῶν ἡ Σελήνη ἐστὶν ἐπὶ γενέσεως πρὸς ὡριαίαν κίνησιν, οὕτως πραγματευσόμεθα. πάντοτε δεῖ πρῶτον εἰσέρχεσθαι εἰς τὸ τῶν κλιμάτων κανόνιον, ἔχοντα δὲ διαβήτην κεχηνότα καὶ κατὰ τὴν ἡλιακὴν μοίραν εἰς τὸ βʹ ἡμισφαίριον ἐπιγνόντα τὸ μέγεθος τῶν ὡρῶν κατ’ αὐτὸ ἐπιθεῖναι τὴν ἀρχὴν τοῦ διαβήτου δίκην· εἶθ’
20οὕτως τὴν ἑτέραν ἐπεκτείνειν ἕως τῆς ζητουμένης ὥρας· εἰσὶ γὰρ κεκανονισμέναι αἱ ιβʹ ὧραι τῆς νυκτός. ἐὰν οὖν ᾖ ἡμερινὴ ἡ γένεσις, τὸ διάστημα τοῦ νυκτερινοῦ ἡμισφαιρίου ἀνατυπώσαντα εἰς τὸν διαβήτην ἐκτείνειν πάλιν ἕως τῆς ζητουμένης ὥρας ἡμερινῆς· εἶθ’ οὕτως τὸ πᾶν πλῆθος τῶν ὡρῶν ἐκμετρήσαντα
25εἰσφέρειν τὸν διαβήτην εἰς τὸν τῆς Σελήνης κανόνα καὶ κατὰ τὸ δρόμημα παραπλησίως θέντα τὴν ἀρχὴν τοῦ διαβήτου συνορᾶν, ἐκ ποίας μοίρας τερματίζεται τὸ μέγεθος. αἱ δὲ μοῖραι πρόδηλοι ἔσονται ἐφεξῆς κατὰ τὴν τοῦ δρομήματος χωρογραφίαν, ἃς δεῖ τιθέναι μετὰ τὴν Ἡλίου δύσιν ταῖς προευρεθείσαις μοίρας κατὰ
30τῆς Σελήνης καὶ ἔξωθεν πάλιν τὰς κλιματικὰς διαφορὰς ἐπι‐ προστιθέναι καὶ τοσούτων λογίζεσθαι τὴν Σελήνην μοιρῶν. δεῖ οὖν ἀκριβῶς τὰ ἡμισφαίρια ἐπίστασθαι καὶ μάλιστα τὸ νυκτερινὸν ἀεί· δυνατὸν μὲν οὖν καὶ ἐκ τοῦ ἡμερινοῦ ἡμικυκλίου ἐκμετρήσαντα τὰς λειπούσας εἰς τὸ ἡλιοδύσιον εἰσφέρειν εἰς τὸ τῆς Σελήνης καὶ
35λογίσασθαι ἔχειν ἐκεῖνο τὸ διάστημα καὶ τὰς εὑρεθείσας μοίρας362

363

φέρειν. ἀλλ’ ἐὰν οὕτως μεθοδεύσωμεν, οὐ χρηματίσει ὅλον τὸ κανόνιον τῆς Σελήνης κατὰ πλάτος, ἀλλὰ μέρος αὐτοῦ· ὅθεν τῷ νυκτερινῷ προσχρηστέον. Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα δι’ ὑποδειγμάτων.
5ἔστω γένεσις Ἀδριανοῦ ἔτος γʹ, Ἀθὺρ λʹ, ὥρα ἡμέρας δʹ, Ἥλιος Σκορπίου μοίρᾳ ζʹ, Σελήνη Παρθένου μοίρᾳ λʹ· ἕως ὀψὲ δρόμημα μοιρῶν ιδʹ ιεʹ. τὸ δ’ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κʹ μοῖραν εὑρέθη ιβʹ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ιαʹ μοίρας καὶ εὑρὼν ιαʹ μβʹ τούτῳ χρῶμαί τῷ στίχῳ. ἐπεὶ οὖν
10ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατὰ τὰς ιηʹ μοίρας καὶ λεπτὰ ιηʹ, τὰ ιαʹ μβʹ πλη‐ ροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχὴν τοῦ 〈διαβήτου〉 κατὰ τὰς ιηʹ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ιαʹ μεʹ. καὶ τοῦτο τὸ μέγεθος τῆς
15ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς τὸ προκείμενον ὄργανον τῆς Σελήνης κατὰ τὸ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέ‐ σεως ιδʹ ιεʹ· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δʹ
20μέρος. ἐπεὶ οὖν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λʹ· καὶ ἐξ‐ ευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ καʹ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τὰς ιαʹ μβʹ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν ηʹ ὡρῶν τῶν κυ‐
25πτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὐτὸ μέγεθος.363